Characters

Document TypeSemi-diplomatic
PrinterJoseph Barnes
Typeprint
Year1604
PlaceOxford
Other editions:
  • modernised
  • diplomatic

Θεοφραστου ἠθικοὶ καρακτῆρες. Τheophrasti notationes morum. Oxoniae Excudebat Josephus Barnesius. M. DC. IIII.

Θεοφραστου ἠθικοὶ Καρακτῆρες.

Ἡδη μὲν καὶ πρότερον πολλάκις ἐπιστήσας τὴν διάνοιαν, ἐθαύμασα,ἴσως δὲ οὐδὲ παύσομαι θαυμάζων, τί γὰρ δήποτε, τῆς Ἑλλάδος ὑπὸ τὸν αὐτὸν ἀέρα κειμένης, καὶ πάντων τῶν Ἑλλήνων ὁμοίως παιδευομένων, συμβέβηκεν ἡμῖν οὐ τὴν αὐτὴν τάξιν τῶν τρόπων ἔχειν. ἐγὼ γάρ, ὦ Πολύκλεις, συνθεωρήσας ἐκ πολλοῦ1 τὴν ἀνθρωπίνην φύσιν καὶ βεβιωκὼς ἔτη ἐνενήκοντα ἐννέα, ἔτι δὲ ὡμιληκὼς πολλαῖς τε καὶ παντοδαπαῖς φύσεσι, καὶ παρατεθεαμένος ἐξ ἀκριβείας πολλῆς τούς τε ἀγαθοὺς τῶν ἀνθρώπων καὶ τοὺς φαύλους, ὑπέλαβον δεῖν συγγράψαι, ἃ ἑκάτεροι αὐτῶν ἐπιτηδεύουσιν ἐν τῷ βίῳ. ἐκθήσω δέ σοι κατὰ γένος, ὅσα τε τυγχάνει γένη τρόπων τούτοις προσκείμενα,2 καὶ ὃν τρόπον τῇ οἰκονομίᾳ χρῶνται· ὑπολαμβάνω γάρ, ὦ Πολύκλεις,3 τοὺς ὑοὺς4 ἡμῶν βελτίους ἔσεσθαι, καταλειφθέντων αὐτοῖς ὑπομνημάτων τοιούτων· οἷς παραδείγμασι χρώμενοι, αἱρήσονται τοῖς εὐσχημονεστάτοις συνεῖναί τε καὶ ὁμιλεῖν, ὅπως μὴ καταδεέστεροι ὦσιν αὐτῶν. τρέψομαι δὲ ἤδη ἐπὶ τὸν λόγον· σὸν δὲ παρακολουθῆσαί τε ὀρθῶς καὶ εἰδῆσαι εἰ ὀρθῶς λέγω. πρῶτον μὲν οὖν ποιήσομαι τὸν λόγον ἀπὸ τῶν τὴν εἰρωνείαν ἐζηλωκότων, ἀφεὶς τὸ προοιμιάζεσθαι καὶ πολλὰ περὶ τοῦ πράγματος λέγειν. καὶ ἄρξομαι πρῶτον ἀπὸ τῆς εἰρωνείας, καὶ ὁριοῦμαι αὐτῶς, εἶθʼ οὕτως τὸν εἴρωνα διέξειμι, ποῖός τίς ἐστὶ, καὶ εἰς τίνα τρόπον κατενήνεκται. καὶ τὰ ἄλλα δὴ τῶν παθημάτων, ὥσπερ ὑπερεθέμην,5 πειράσομαι κατὰ γένος φανερὰ καταστῆσαι.

ΠΕΡΙ ΕΙΡΟΝΕΙΑΣ.

Ἡ μὲν οὖν εἰρωνεία δόξειεν ἂν εἶναι, ὡς τύπῳ λαβεῖν, προσποίησις ἐπὶ χεῖρον πράξεων καὶ λόγων. ὁ δὲ εἴρων, τοιοῦτός τις ἐστὶν οἷος προσελθὼν τοῖς ἐχθροῖς ἐθέλειν λαλεῖν, οὐ μισεῖν. καὶ ἐπαινεῖν παρόντας, οἷς ἐπέθετο λάθρα, καὶ τούτοις συλλυπεῖσθαι ἡττωμένοις. καὶ συγγνώμην δὲ ἔχειν τοῖς αὑτὸν κακῶς λέγουσι· καὶ ἐπὶ τοῖς καθʼ ἑαυτοῦ λεγομένοις, καὶ πρὸς τοὺς ἀδικουμένους καὶ ἀγανακτοῦντας πράως διαλέγεσθαι· καὶ τοῖς ἐντυγχάνειν κατὰ σπουδὴν βουλομένοις, προστάξαι ἐπανελθεῖν· καὶ μηδὲν ὧν πράττει ὁμολογῆσαι, ἀλλὰ φῆσαι βουλεύεσθαι· καὶ προσποιήσασθαι ἄρτι παραγεγονέναι, καὶ ὀψὲ γενέσθαι αὐτὸν καὶ μαλακισθῆναι· καὶ πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας, ὡς οὐ πωλεῖ, καὶ μὴ πωλῶν φῆσαι πωλεῖν· καὶ ἀκούσας τι μὴ προσποιεῖσθαι. καὶ ἰδὼν, φήσει μὴ ἑορακέναι, καὶ ὁμολογήσας, μὴ μεμνῆσθαι· καὶ τὰ μὲν σκέψασθαι φάσκει, τὰ δὲ οὐκ εἰδέναι, τὰ δὲ θαυμάζειν, τὰ δʼ ἤδη ποτὲ καὶ αὐτὸς οὕτω δια λογίσασθαι. καὶ τὸ ὅλον, δεινὸς τῷ τοιούτῳ τρόπῳ τοῦ λόγου χρῆσθαι, οὐ πιστεύω, οὐχ ὑπολαμβάνω, ἐκπλήττομαι καὶ λέγεις αὐτὸν ἕτερον γεγονέναι. καὶ μὴν οὐ ταῦτα πρὸς ἐμὲ διεξῄει· παράδοξόν μοι τὸ πρᾶγμα, ἄλλῳ τινὶ λέγε· ʼὅπως δὲ σοὶ ἀπιστήσω, ἢ ἐκείνου καταγνῶ, ἀποροῦμαι· ʼἀλλʼ ὅρα, μὴ σὺ θᾶττον πιστεύῃς τοι αύτας φωνὰς καὶ πλοκὰς καὶ παλιλλογίας· οὗ χεῖρον ἐστὶν εὑρεῖν οὐδέν. τὰ δὴ τῶν ἠθῶν μὴ ἁπλᾶ, ἀλλʼ ἐπίβουλα, φυλάττεσθαι μᾶλλον δεῖ ἢ τοὺς ἔχεις.

ΠΕΡΙ ΚΟΛΑΚΕΙΑΣ

Τὴν δὲ κολακείαν ὑπολάβοι ἄν τις ὁμιλίαν αἰσχρὰν εἶναι, συμφέρουσαν δὲ τῷ κολακεύοντι, τὸν δὲ κόλακα τοιοῦτόν τινα, ὥστε πορευόμενον ἅμα εἰπεῖν, ἐνθυμῇ ὡς ἀποβλέπουσι πρὸς δὲ οἱ ἄνθρωποι; τοῦτο δὲ οὐθενὶ γίνεται τῶν ἐν τῇ πόλει πλὴν ἤ σοί, ηὐδοκίμεις χθὲς ἐν τῇ στοᾷ· πλειόνων γὰρ ἢ τριάκοντα ἀνθρώπων καθημένων καὶ ἐμπεσόντος λόγου, τίς εἴη βέλτιστος, ἀπʼ αὐτοῦ ἀρξαμένους πάντας, ἐπὶ τὸ ὄνομα αὐτοῦ κατενεχθῆναι. καὶ ἄλλα τοιαῦτα λέγειν. ἀπὸ τοῦ ἱματίου ἀφελεῖν κροκύδα καὶ ἐάν τι πρὸς τὸ τρίχωμα τῆς κεφαλῆς ἀπὸ πνεύματος προσενεχθῇ6 ἄχυρον, καρφολογῆσαι· καὶ ἐπιγελάσας δὲ εἰπεῖν, ὁρᾶς; ὅτι δυοῖν σοι ἡμερῶν οὐκ ἐντετύχηκα, πολιῶν ἔσχηκας τὸν πώγωνα μεστόν, καί περ εἴ τις καὶ ἄλλος, ἔχεις πρὸς τὰ ἔτη μέλαιναν τὴν τρίχα. καὶ λέγοντος δὲ αὐτοῦ τι, τοὺς ἄλλους σιωπᾶν κελεῦσαι, καὶ ἐπαινέσαι δὲ ἀκούοντος, καὶ ἐπισημήνασθαι δέ, εἰ παύσεται, ὀρθῶς. καὶ σκώψαντι πικρῶς7 ἐπιγελάσαι, τό τε ἱμάτιον ὦσαι εἰς τὸ στόμα ὡς δὴ οὐ δυνάμενος κατασχεῖν τὸν γέλωτα. καὶ τοὺς ἀπαντῶντας ἐπιστῆναι κελεῦσαι, ἕως ἂν αὐτὸς παρέλθῃ· καὶ τοῖς παιδίοις //// καὶ ἀπίους πριάμενος εἰσενέγκας δοῦναι ὁρῶντος αὐτοῦ· καὶ φιλήσας δὲ εἰπεῖν, χρηστοῦ πατρὸς νεοττία ! καὶ συνωνούμενος δὲ κρηπῖδας, τὸν πόδα φῆσαι εἶναι εὐρυθμότερον τοῦ ὑποδήματος. καὶ πορευομένου πρός τινα τῶν φίλων προδραμὼν εἰπεῖν, ὅτι ʼπρὸς σὲ ἔρχεται· καὶ ἀναστρέψας, ὅτι προσήγγελκα, ἀμέλει δὲ καὶ τὰ ἐκ γυναικείας ἀγορᾶς διακονῆσαι δυνατὸς ἀπνευστί. καὶ τῶν ἑστιωμένων πρῶτος ἐπαινέσαι τὸν οἶνον· καὶ παραμένων8 εἰπεῖν, ὡς μαλακῶς ἐσθίεις ! καὶ ἄρας τι τῶν ἀπὸ τῆς τραπέζης, φῆσαι, τουτὶ ἄρα ὡς χρηστόν ἐστι ! καὶ ἐρωτῆσαι μὴ ῥιγοῖ, καὶ εἰ ἐπιβάλλεσθαι βούλεται, καὶ ἔτι περιστείλαι αὐτόν· καὶ μὴν ταῦτα λέγων πρὸς τὸ οὖς προσπίπτων, ψιθυρίζειν, καὶ εἰς ἐκεῖνον ἀποβλέπων, τοῖς ἄλλοις λαλεῖν. καὶ τοῦ παιδὸς ἐν τῷ θεάτρῳ ἀφελόμενος τὰ προσκεφάλαια αὐτὸς ὑποστρῶσαι. καὶ τὴν οἰκίαν φῆσαι εὖ ἠρχιτεκτονῆσθαι καὶ τὸν ἀγρὸν εὖ πεφυτεῦσθαι καὶ τὴν εἰκόνα ὁμοίαν εἶναι. καὶ τὸ κεφάλαιον τὸν κόλακα ἔστι θεάσασθαι πάντα καὶ λέγοντα καὶ πράττοντα, οἷς χαριεῖσθαι ὑπολαμβάνει.

ΠΕΡΙ ΑΔΟΛΕΣΧΙΑΣ.

Η δὲ ἀδολεσχία, ἐστὶ μὲν διήγησις λόγων μακρῶν καὶ ἀπροβουλεύτων· ὁ δὲ ἀδολέσχης, τοιοῦτός τις, οἷος ὃν μὴ γιγνώσκει, τούτῳ παρακαθεζόμενος πλησίον πρῶτον μὲν τῆς αὑτοῦ γυναικὸς εἰπεῖν ἐγκώμιον· εἶτα, ὃ τῆς νυκτὸς εἶδεν ἐνύπνιον, τοῦτο διηγήσασθαι· εἶθ ὧν εἶχεν ἐπὶ τῷ δείπνῳ τὰ καθἕκαστα διεξελθεῖν εἶτα δὴ προχωροῦντος τοῦ πράγματος, λέγειν ὡς πολὺ πονηρότεροί εἰσιν οἱ νῦν ἄνθρωποι τῶν ἀρχαίων‧ καὶ ὡς ἄξιοι γεγόνασιν οἱ πυροὶ ἐν τῇ ἀγορᾷ, καὶ ὡς πολλοὶ ἐπιδημοῦσι ξένοι· καὶ τὴν θάλατταν ἐκ Διονυσίων πλώιμον εἶναι καὶ,εἰ ποιήσειεν ὁ Ζεὺς ὕδωρ, τὰ ἐν τῇ γῇ βελτίω ἔσεσθαι‧ καὶ, ὁ ἀγρὸς εἰς νέωτα γεωργήσει καὶ,ὡς χαλεπόν ἐστι τὸ ζῆν. καὶ ὡς Δάμιππος μυστηρίοις μεγίστην δᾷδα ἔστησεν, καὶ, πόσοι εἰσὶ κίονες τοῦ Ὠιδείου καὶ, χθὲς ἤμεσα. καὶ τίς ἐστιν ἡμέρα σήμερον; κἂν ὑπομένῃ τις αὐτόν, μὴ ἀφίστασθαι. καὶ ὡς Βοηδρομιῶνος μέν ἐστι τὰ μυστήρια, Πυανοψιῶνος δὲ ἀ πατούρια, Ποσειδεῶνος δὲ τὰ κατ ἀγροὺς Διονύσια. παρασείσαντα δὴ9 χρὴ τοὺς τοιούτους τῶν ἀνθρώπων καὶ διαράμενον ἀπαλλάττεσθαι, ὅστις ἀπύρετος10 βούλεται εἶναι· ἔργον γὰρ συναρκεῖσθαι τοῖς μήτε σχολὴν, μήτε σπουδὴν διαγινώσκουσιν.

ΠΕΡΙ ΑΓΡΟΙΚΙΑΣ.

Ἡ δὲ ἀγροικία δόξειεν ἂν εἶναι ἀμαθία ἀσχήμων, ὁ δὲ ἄγροικος τοιοῦτός τις, οἷος κυκεῶνα πιὼν εἰς ἐκκλησίαν πορεύεσθαι, καὶ τὸ μύρον φάσκειν οὐδὲν τοῦ θύμου ἥδιον ὄζειν καὶ μείζω τοῦ ποδὸς τὰ ὑποδήματα φορεῖν καὶ μεγάλῃ τῇ φωνῇ λαλεῖν καὶ τοῖς μὲν φίλοις καὶ οἰκείοις ἀπιστεῖν. πρὸς δὲ τοὺς αὑτοῦ οἰκέτας ἀνακοινοῦσθαι περὶ τῶν μεγίστων καὶ τοῖς παρ αὐτῷ ἐργαζομένοις μισθωτοῖς ἐν ἀγρῷ, πάντα τὰ ἀπὸ τῆς ἐκκλησίας διηγεῖσθαι καὶ ἀναβεβλημένος ἄνω τοῦ γόνατος καθιζάνειν, ὥστε τὰ γυμνὰ αὐτοῦ φαίνεσθαι.11 καὶ ἐπ ἄλλῳ μὲν μήτε θαυμάζειν μήτε ἐκπλήττεσθαι ἐν ταῖς ὁδοῖς· ὅταν δὲ ἴδῃ βοῦν, ἢ ὄνον ἢ τράγον, ἑστηκὼς θεωρεῖν. καὶ προαιρῶν δέ τι ἐκ τοῦ ταμιείου, δεινῶς φαγεῖν, καὶ ζωρότερον πιεῖν, καὶ τὴν σιτοποιὸν πειρᾷν λαθεῖν. κᾆτ ἀλέσας μετ’ αὐτῆς τοῖς ἔνδον πᾶσι καὶ αὑτὰ τὰ ἐπιτήδεια. καὶ ἀριστῶν δὲ ἅμα τοῖς ὑποζυγίοις ἐμβαλεῖν12 τὸν χόρτον. καὶ κόψαντος τὴν θύραν ἐπακοῦσαι αὐτός. καὶ τὸν κύνα προσκαλεσάμενος καὶ ἐπιλαβόμενος τοῦ ῥύγχους εἰπεῖν· οὗτος φυλάσσει τὸ χωρίον, καὶ τὴν οἰκίαν, καὶ τοὺς ἔνδον. καὶ τὸ ἀργύριον δὲ παρά του λαβὼν13 ἀποδοκιμάζειν, λίαν μὲν λυπρὸν εἶναι, καὶ ἕτερον ἅμα αλλάττεσθαι· καὶ εἴ τῳ ἄροτρον ἔχρησεν, ἢ κόφινον, ἢ δρέπανον ἢ θύλακον, ἀπαιτεῖν ταῦτα τῆς νυκτὸς κατὰ ἀγρυπνίαν ἀναμιμνῃσκόμενος. καὶ εἰς ἄστυ καταβαίνων ἐρωτῆσαι τὸν ἀπαντῶντα, πόσου ἦσαν αἱ διφθέραι καὶ τὸ τάριχος· καὶ εἰ σήμερον ὁ ἀγὼν νουμηνίαν ἄγει, καὶ εἰπεῖν εὐθὺς ὅτι βούλεται καταβὰς ἀποκείρασθαι. καὶ ἐν βαλανείῳ δὲ ᾆσαι· καὶ εἰς τὰ ὑποδήματα δὲ ἥλους ἐγκροῦσαι. καὶ τῆς αὐτῆς ὁδοῦ παριὼν κομίσασθαι14 παρ Ἀρχίου τοὺς ταρίχους.

ΠΕΡΙ ΑΡΕΣΚΕΙΑΣ.

Ἡ δὲ ἀρέσκειά, ἐστι μέν, ὡς ὅρῳ περιλαβεῖν,15 ἔντευξις οὐκ ἐπὶ τῷ βελτίστῳ ἡδονῆς παρασκευαστική‧ ὁ δὲ ἄρεσκος, ἀμέλει τοιοῦτός τις οἷος πόρρωθεν προσαγορεύσας καὶ ἄνδρα κράτιστον εἰπὼν καὶ θαυμάσας ἱκανῶς, ἀμφοτέραις ταῖς χερσὶ μὴ ἀφιέναι καὶ μικρὸν προπέμψας, καὶ ἐρωτήσας πότε αὐτὸν ὄψεται, ἔτι ἐπαινῶν ἀπαλλάττεσθαι καὶ παρακληθεὶς δὲ πρὸς δίαιταν μὴ μόνον ᾧ πάρεστι βούλεσθαι ἀρέσκειν, ἀλλὰ καὶ τῷ ἀντιδίκῳ, ἵνα κοινὸς εἶναι δοκῇ· καὶ τοὺς ξένους δὲ εἰπεῖν ὡς δικαιότερα λέγουσι τῶν πολιτῶν. καὶ κεκλημένος δὲ ἐπὶ δεῖπνον, κελεῦσαι καλέσαι τὰ παιδία τὸν ἑστιῶντα· καὶ εἰσιόντα φῆσαι σύκου ὁμοιότερα εἶναι τῷ πατρί· καὶ προσαγαγόμενος, φιλῆσαι, καὶ παρ αὑτὸν καθίσαι‧ καὶ τοῖς μὲν συμπαίζειν αὐτὸς, λέγων, ἀσκός, πέλεκυς· τὰ δὲ ἐπὶ τῆς γαστρὸς ἐᾶν καθεύδειν ἅμα θλιβόμενος. καὶ πλειστάκις δὲ ἀποκείρασθαι, καὶ τοὺς ὀδόντας λευκοὺς ἔχειν καὶ τὰ ἱμάτια δὲ χρηστὰ μεταβάλλεσθαι, καὶ χρίσματι ἀλείφεσθαι· καὶ τῆς μὲν ἀγορᾶς πρὸς τὰς τραπέζας προσφοιτᾶν· τῶν δὲ γυμνασίων ἐν τούτοις διατρίβειν οὗ ἂν ἔφηβοι γυμνάζωνται. τοῦ δὲ θεάτρου καθῆσθαι, ὅταν ᾖ θέα, πλησίον τῶν στρατηγῶν. καὶ ἀγοράζειν αὑτῷ μὲν μηδέν, ξένοις δὲ εἰς Βυζάντιον ἐπιστάλματα· καὶ Λακωνικὰς κύνας εἰς Κύζικον. καὶ μέλι Ὑμήττιον, εἰς Ῥόδον. καὶ ταῦτα ποιῶν, τοῖς ἐν τῇ πόλει διηγεῖσθαι. ἀμέλει δὲ καὶ πίθηκον θρέψαι δεινὸς, καὶ τίτυρον κτήσασθαι, καὶ Σικελικὰς περιστερὰς, καὶ δορκαδείους ἀστραγάλους, καὶ θυριακὰς16 τῶν στρογγύλων ληκύθους καὶ βακτηρίας τῶν σκολιῶν ἐκ Λακεδαίμονος, καὶ αὐλαίαν ἔχουσαν Πέρσας ἐνυφασμένους, καὶ αὐλίδιον παλαιστρικὸν κόνιν ἔχον, καὶ σφαιριστήριον· καὶ τοῦτο περιὼν χρᾷν ἀεὶ τοῖς φιλοσόφοις, τοῖς σοφισταῖς, τοῖς ὁπλομάχοις, τοῖς ἁρμονικοῖς ἐπιδείκνυσθαι. καὶ αὐτὸς ἐν ταῖς ἐπιδείξεσιν ὕστερον εἰπεῖν, ἐπὶ τῶν θεωμένων, πρὸς τὸν ἕτερον, ὅτι τούτου ἐστὶν ἡ παλαίστρα.

ΠΕΡΙ ΑΠΟΝΟΙΑΣ.

Ἡ δὲ ἀπόνοιά ἐστιν ὑπομονὴ αἰσχρῶν ἔργων καὶ λόγων, ὁ δὲ ἀπονενοημένος τοιοῦτός τις, οἷος ὀμόσαι ταχύ, κακῶς ἀκοῦσαι, καὶ λοιδορηθῆναι δυνάμενος, τῷ ἤθει ἀγοραῖός τις καὶ ἀνασεσυρμένος καὶ παντοποιός. ἀμέλει δυνατὸς καὶ ὀρχεῖσθαι νήφων τὸν κόρδακα καὶ προσωπεῖον ἔχων ἐν κωμικῷ χορῷ. καὶ ἐν θαύμασι δὲ τοὺς χαλκοῦς ἐκλέγειν καθ ἕκαστον παριὼν. καὶ μάχεσθαι τούτοις τοῖς τὸ σύμβολον φέρουσι, καὶ προῖκα θεωρεῖν ἀξιοῦσι. δεινὸς δὲ πανδοκεῦσαι, καὶ πορνοβοσκῆσαι, καὶ τελωνῆσαι, καὶ μηδεμίαν αἰσχρὰν ἐργασίαν ἀποδοκιμάσαι, ἀλλὰ κηρύττειν, μαγειρεύειν, κυβεύειν· τὴν μητέρα μὴ τρέφειν, ἀπάγεσθαι κλοπῆς, τὸ δεσμωτήριον πλείω χρόνον οἰκεῖν ἢ τὴν αὑτοῦ οἰκίαν. καὶ τοῦτο δ ἂν εἶναι δόξειεν τῶν περιισταμένων τοὺς ὄχλους,καὶ προσκαλούντων,μεγάλῃ τῇ φωνῇ καὶ παρεῤῥρωγυίᾳ καὶ διαλεγομένων πρὸς αὐτούς καὶ λοιδορουμένων17 μεταξὺ οἱ μὲν προσίασιν, οἱ δὲ ἀπίασιν πρὶν ἀκοῦσαι αὐτοῦ· ἀλλὰ τοῖς μὲν ἀρχήν, τοῖς δὲ συλλαβήν, τοῖς δὲ μέρος τοῦ πράγματος λέγει. οὐκ ἄλλως θεωρεῖσθαι ἀξιῶν τὴν ἀπόνοιαν αὐτοῦ, ἢ ὅταν ᾖ πανήγυρις ἱκανὸς δὲ καὶ δίκας τὰς μὲν φεύγειν, τὰς δὲ διώκειν, τὰς δὲ ἐξόμνυσθαι, ταῖς δὲ παρεῖναι· ἔχων ἐχῖνον ἐν τῷ προκολπίῳ, καὶ ὁρμαθοὺς γραμματειδίων ἐν ταῖς χερσίν· οὐκ ἀποδοκιμάζων δὲ οὐδ ἅμα πολλῶν ἀγοραίων στρατηγεῖν καὶ εὐθὺς τούτοις δανείζειν καὶ τῆς δραχμῆς τόκον τρία ἡμιωβόλια τῆς ἡμέρας πράττεσθαι. καὶ ἐφοδεύειν τὰ μαγειρεῖα, τὰ ἰχθυοπωλεῖα, τὰ ταριχοπωλεῖα, καὶ τοὺς τόκους ἀπὸ τοῦ ἐμπολήματος εἰς τὴν γνάθον ἐκλέγειν. ἐργώδεις δέ εἰσιν οἱ τὸ στόμα εὔλυτον ἔχοντες πρὸς λοιδορίαν, καὶ φθεγγόμενοι μεγάλῃ τῇ φωνῇ, ὡς συνηχεῖν αὐτοῖς τὴν ἀγορὰν καὶ τὰ ἐργαστήρια.

ΠΕΡΙ ΛΑΛΙΑΣ.

H δὲ λαλιά, εἴ τις αὐτὴν ὁρίζεσθαι βούλοιτο, εἶναι ἂν δόξειεν ἀκρασία τοῦ λόγου, ὁ δὲ λάλος τοιοῦτός τις, οἷος τῷ ἐντυγχάνοντι εἰπεῖν, ἂν ὁτιοῦν πρὸς αὐτὸν φθέγξηται, ὅτι οὐθὲν λέγει καὶ ὅτι αὐτὸς πάντα οἶδεν καὶ ἂν ἀκούῃ αὑτοῦ, μαθήσεται· καὶ μεταξὺ δὲ ἀποκρινομένου,18 ὑποβάλλει, εἶπας σύ; μὴ ἐπιλάθῃ,19 ὃ μέλλεις λέγειν. καὶ, εὖ γε ὅτι με ὑπέμνησας· καὶ τὸ λαλεῖν ὡς χρήσιμόν που· καὶ, ὃ παρέλιπον καὶ, ταχύ γε συνῆκας τὸ πρᾶγμα. καὶ, πάλαι σε παρετήρουν, εἰ ἐπὶ τὸ αὐτὸ ἐμοὶ κατενεχθήσῃ, καὶ ἑτέρας ἀρχὰς τοιαύτας πορίσασθαι, ὥστε μηδὲ ἀναπνεῦσαι τὸν ἐντυγχάνοντα. καὶ ὅταν γε τοὺς καθ ἕνα ἀποκναίσῃ, δεινὸς καὶ ἐπὶ τοὺς ἀθρόους καὶ συνεστηκότας πορευθῆναι, καὶ φυγεῖν ποιῆσαι μεταξὺ χρηματίζοντας καὶ εἰς τὰ διδασκαλεῖα δὲ καὶ εἰς τὰς παλαίστρας εἰσιὼν, κωλύειν τοὺς παῖδας προμανθάνειν· τοσαῦτα, καὶ προσλαλεῖν τοῖς παιδοτρίβαις καὶ διδασκάλοις· καὶ τοὺς ἀπιέναι φάσκοντας δεινὸς προπέμψαι καὶ ἀποκαταστῆσαι εἰς τὰς οἰκίαν· καὶ πυθόμενος τὰς ἐκκλησίας ἀπαγγέλλειν· προσδιηγήσασθαι δὲ καὶ τὴν ἐπ Ἀριστοφῶντος τότε γενομένην τοῦ ῥήτορος μάχην, καὶ τὴν τῶν Λακεδαιμονίων20 ὑπὸ Λυσάνδρου· καὶ οὕς ποτε21 λόγους αὐτὸς εἴπας εὐδοκίμησεν ἐν τῷ δήμῳ·22 καὶ κατὰ τῶν πληθῶν γε ἅμα διηγούμενος κατηγορίαν παρεμβαλεῖν· ὥστε τοὺς ἀκούοντας ἤτοι ἐπιλαθέσθαι ἢ νυστάξαι ἢ μεταξὺ καταλιπόντας ἀπαλλάττεσθαι. καὶ συνδικάζων, δὲ κωλῦσαι κρῖναι καὶ συνθεωρῶν, θεάσασθαι· καὶ συνδειπνῶν, φαγεῖν· λέγων ὅτι χαλεπὸν τῷ λάλῳ ἐστὶ σιωπᾶν, καὶ ὡς ἐν ὑγρῷ ἐστιν ἡ γλῶττα· καὶ ὡς οὐκ ἂν σιωπήσειεν, οὐδ εἰ τῶν χελιδόνων δόξειεν εἶναι λαλίστερος· καὶ σκωπτόμενος ὑπομεῖναι καὶ ὑπὸ τῶν αὑτοῦ παιδίων, ὅταν αὐτὸν ἤδη καθεύδειν βουλόμενον κελεύῃ λέγοντα ταῦτα, λαλεῖν τι ἡμῖν, ὅπως ἂν ἡμᾶς ὕπνος λάβῃ.

ΠΕΡΙ ΛΟΓΟΠΟΙΙΑΣ.

Ἡ δὲ λογοποιία, ἐστὶ σύνθεσις ψευδῶν λόγων καὶ πράξεων, ὧν βούλεται ὁ λογοποιῶν. ὁ δὲ λογοποιὸς, τοιοῦτός τις οἷος ὑπαντήσας τῷ φίλῳ, εὐθὺς καταβαλὼν τὸ ἦθος καὶ μειδιάσας, ἐρωτῆσαι, πόθεν σύ, καὶ τί λέγεις; καὶ ἔχεις περὶ τοῦδε εἰπεῖν καινόν; καὶ ἐπιβαλὼν ἐρωτᾶν, μὴ λέγεταί τι καινότερον; καὶ μὴν ἀγαθά γέ ἐστι τὰ λεγόμενα. καὶ οὐκ ἐάσας ἀποκρίνασθαι, εἰπεῖν, τί λέγεις; οὐθὲν ἀκήκοας; δοκῶ μοί σε εὐωχήσειν καινῶν λόγων· καὶ ἔστιν αὐτῷ ἢ στρατιώτης, ἢ παῖς Ἀστείου τοῦ αὐλητοῦ, ἢ Λύκων ὁ ἐργολάβος παραγεγονὼς ἐξ αὐτῆς τῆς μάχης, οὗ φησιν ἀκηκοέναι. αἱ μὲν οὖν ἀναφοραὶ τῶν λόγων τοιαῦταί εἰσιν αὐτοῦ, ὧν οὐθεὶς ἂν ἔχοι ἐπιλαβέσθαι. διηγεῖται δὲ τούτους φάσκων λέγειν, ὡς Πολυσπέρχων καὶ ὁ βασιλεὺς μάχῃ23 νενίκηκε, καὶ Κάσανδρος ἐζώγρηται κᾷν εἴπῃ τις αὐτῷ· σὺ δὲ ταῦτα πιστεύεις; φήσει· τὸ πρᾶγμα βοᾶσθαι γὰρ ἐν τῇ πόλει, καὶ τὸν λόγον ἐπεντείνειν, και πάντα γὰρ συμφωνεῖν· ταὐτὰ λέγειν περὶ τῆς μάχης, καὶ πολὺν τὸν ζωμὸν24 γεγονέναι. εἶναι δ ἑαυτῷ καὶ σημεῖον τὰ πρόσωπα τῶν ἐν τοῖς πράγμασιν· ὁρᾶν γὰρ αὐτῶν πάντων μεταβεβληκότα. λέγει δ’ ὡς καὶ παρακήκοε παρὰ τούτοις κρυπτόμενόν τινα ἐν οἰκίᾳ, ἤδη πέμπτην ἡμέραν ἥκοντα ἐκ Μακεδονίας, ὃς πάντα ταῦτα εἶδε. καὶ πάντα διεξιών, πῶς οἴεσθε; πιθανῶς σχετλιάζειν. λέγων, δυστυχὴς Κάσανδρος! ὢ ταλαίπωρος! ἐνθυμῇ τὸ τῆς τύχης· ἀλλ οὖν ἰσχυρὸς γενόμενος. καί, δεῖ δὲ αὐτό25 σε μόνον εἰδέναι. πᾶσι δὲ τοῖς ἐν τῇ πόλει προσδεδράμηκε λέγων. τῶν τοιούτων ἀνθρώπων τεθαύμακα, τί ποτε βούλονται λογοποιοῦντες. οὐ γὰρ μόνον ψεύδονται, ἀλλὰ καὶ ἀλυσιτελῶς ἀπαλλάττουσι. πολλάκις γὰρ αὐτῶν οἱ μὲν ἐν τοῖς βαλανείοις περιστάσεις ποιούμενοι, τὰ ἱμάτια ἀποβεβλήκασιν. οἱ δ ἐν τῇ στοᾷ πεζομαχίᾳ καὶ ναυμαχίᾳ νικῶντες, ἐρήμους δίκας ὠφλήκασιν· εἰσὶ δ οἳ καὶ πλεῖστοι λόγῳ κατὰ κράτος αἱροῦντες παρεδειπνήθησαν, πάνυ δὴ ταλαίπωρον αὐτῶν ἐστι τὸ ἐπιτήδευμα· ποίᾳ γὰρ οὐ στοᾷ, ποίῳ δὲ ἐργαστηρίῳ, ποίῳ δὲ μέρει τῆς ἀγορᾶς οὐ διημερεύουσιν, ἀπαυδᾶν ποιοῦντες τοὺς ἀκούοντας·οὕτως καὶ καταπονοῦσι ταῖς ψευδολογίαις;

ΠΕΡΙ ΑΝΑΙΣΧΥΝΤΙΑΣ.

Ἡ ΔΕ ἀναισχυντία ἐστὶ μέν, ὡς ὅρῳ λαβεῖν, καταφρόνησις δόξης, αἰ σχροῦ ἕνεκα κέρδους. ὁ δὲ ἀναίσχυντος, τοιοῦτός οἷος πρῶτον μὲν ὃν ἀπο στερεῖ, πρὸς τοῦτον ἀπελθὼν δανείζεσθαι, εἶτα θύσας τοῖς θεοῖς αὐτὸς μὲν δειπνεῖν παρ ἑτέρῳ, τὰ δὲ κρέα ἀποτιθέναι ἁλσὶ πάσας· καὶ προσκαλεσάμενος τὸν ἀκόλουθον δοῦναι ἀπὸ τῆς τραπέζης ἄρας κρέας καὶ ἄρτον, καὶ εἰπεῖν ἀκουόντων πάντων, εὐωχοῦ, τίμιε· καὶ ὀψωνῶν δὲ ὑπομιμνῄσκειν τὸν κρεωπώλην, εἴ τι χρήσιμος αὐτῷ γέγονε. καὶ ἑστηκὼς πρὸς τῷ σταθμῷ μάλιστα μὲν κρέας, εἰ δὲ μή, ὀστοῦν εἰς τὸν ζυγὸν ἐμβάλλειν‧ καὶ ἐὰν μὲν λάβῃ, εὖ ἔχει. εἰ δὲ μή, ἁρπάσας ἀπὸ τῆς τραπέζης χολίκιον, ἅμα γελῶν ἀπαλλάττεσθαι. καὶ ξένοις δὲ αὑτοῦ θέαν26 ἀγοράσας, μὴ δοὺς τὸ μέρος, θεωρεῖν, ἄγειν δὲ καὶ τοὺς υἱεῖς εἰς τὴν ὑστεραίαν, καὶ τὸν παιδαγωγόν. καὶ ὅσα ἐωνημένος ἄξιά τις φέρει, μεταδοῦναι κελεῦσαι καὶ αὑτῷ· καὶ ἐπὶ τὴν ἀλλοτρίαν οἰκίαν ἐλθὼν, δανείζεσθαι κριθάς, ποτὲ δὲ ἄχυρον. καὶ ταῦτα χρήσαντας, ἀναγκάσαι ἀποφέρειν πρὸς αὑτόν. δεινὸς δὲ καὶ πρὸς τὰ χαλκεῖα τὰ ἐν τῷ βαλανείῳ προσελθὼν, καὶ βάψας ἀρύταιναν, βοῶντος τοῦ βαλανέως αὐτὸς27 αὑτοῦ καταχέασθαι, καὶ εἰπεῖν, ὅτι λέλουται ἀπιὼν κἀκεῖ οὐδεμία σοι χάρις.

ΠΕΡΙ ΜΙΚΡΟΛΟΓΙΑΣ.

Ἡ δὲ μικρολογία ἔστι φειδωλία τοῦ διαφόρου ὑπὲρ τὸν καιρόν, ὁ δὲ μικρολόγος τοιοῦτός τις, οἷος ἐν τῷ μηνὶ ἡμιωβόλιον ἀπαιτεῖν ἐπὶ τὴν οἰκίαν. καὶ συσσιτῶν ἀριθμεῖ ποσας κύλικας ἕκαστος πέπωκε,28 καὶ ἀπάρχεσθαι ἐλάχιστον τῇ Ἀρτέμιδι τῶν συνδειπνούντων. καὶ ὅσα μικροῦ τις πριάμενος λογίζεται, πάντα φάσκων εἶναι ἄγαν. καὶ οἰκέτου χύτραν ἢ λοπάδα κατάξαντος, εἰς πρᾶξαι ἀπὸ τῶν ἐπιτηδείων. καὶ τῆς γυναικὸς ἀποβαλούσης τρίχαλκον, οἷος μεταφέρειν τὰ σκεύη καὶ τὰς κλίνας καὶ τὰς κιβωτοὺς, καὶ διφᾶν τὰ καλύμματα. καὶ ἐάν τι πωλῇ, τοσούτου ἀποδόσθαι ὥστε μὴ λυσιτελεῖν τῷ πριαμένῳ. καὶ οὐκ ἂν ἐᾶσαι οὔτε συκοτραγῆσαι ἐκ τοῦ αὑτοῦ κήπου οὔτε διὰ τοῦ αὑτοῦ ἀγροῦ πορευθῆναι οὔτε ἐλάαν ἢ φοίνικα τῶν χαμαὶ πεπτωκότων ἀνελέσθαι. καὶ τοὺς ὅρους δε ἐπισκοπεῖσθαι ὁσημέραι, εἰ διαμένουσιν οἱ αὐτοί. δεινὸς καὶ ὑπερημερίαν πρᾶξαι, καὶ τόκον τόκου· καὶ ἑστιῶν τοὺς δημότας, μικρὰ τὰ κρέα κόψας παραθεῖναι. καὶ ὀψωνῶν, μηδὲν πριάμενος εἰσελθεῖν· καὶ ἀπαγορεῦσαι τῇ γυναικὶ μήτε ἅλας χρηννύειν μήτε ἐλλύχνιον μήτε κύμινον μήτε ὀρίγανον μήτε ὀλὰς μήτε στέμματα μήτε θυηλήματα, ἀλλὰ λέγειν, ὅτι τὰ μικρὰ ταῦτα πολλά ἐστι τοῦ ἐνιαυτοῦ. καὶ τὸ ὅλον δὲ τῶν μικρολόγων καὶ τὰς ἀργυροθήκας ἔστιν ἰδεῖν εὐρωτιώσας καὶ τὰς κλεῖς ἰωμένας· καὶ αὐτοὺς δὲ φοροῦντας ἐλάττω τῶν μικρῶν τὰ ἱμάτια, καὶ ἐκ ληκυθίων μικρῶν πάνυ ἀλειφομένους, καὶ ἐν χρῷ κειρομένους, καὶ τὸ μέσον τῆς ἡμέρας ὑποδουμένους, καὶ πρὸς τοὺς γναφεῖς διατεινομένους, ὅπως τὸ ἱμάτιον αὐτοῖς ἕξει πολλὴν γῆν, ἵνα μὴ ῥυπαίνηται ταχύ.

ΠΕΡΙ ΒΔΕΛΥΡΙΑΣ.

Oὐ χαλεπὸν δέ ἐστι τὴν βδελυρίαν διορίσασθαι. ἔστι γὰρ παιδιὰ ἐπιφανὴς καὶ ἐπονείδιστος. ὁ δὲ βδελυρὸς, τοιοῦτός τις, οἷος ἀπαντήσας γυναιξὶν ἐλευθέραις, ἀνασυράμενος δεῖξαι τὸ αἰδοῖον. καὶ ἐν θεάτρῳ κροτεῖν, ὅταν οἱ ἄλλοι παύωνται, καὶ συρίττειν οὓς ἡδέως θεωροῦσιν οἱ λοιποί. καὶ ὅταν σιωπήσῃ τὸ θέατρον, ἀνακύψας ἐρυγεῖν, ἵνα τοὺς καθημένους ποιήσῃ μεταστραφῆναι. καὶ πληθούσης τῆς ἀγορᾶς προσελθὼν πρὸς τὰ κάρυα, ἢ τὰ μύρτα, ἢ τὰ ἀκρόδρυα ἑστηκὼς τραγηματίζεσθαι, ἅμα τῷ πωλοῦντι προσλαλῶν. καὶ καλέσαι δὲ τῶν παρόντων ὀνομαστί τινα, ᾧ μὴ συνήθης ἐστί. καὶ σπεύδοντας δέ που ὁρῶν, περιμεῖναι κελεῦσαι. καὶ ἡττωμένῳ δὲ μεγάλην δίκην ἀπιόντι ἀπὸ τοῦ δικαστηρίου προσελθεῖν, καὶ συνησθῆναι, καὶ ὀψωνεῖν ἑαυτὸν, καὶ αὐλητρίδας μισθοῦσθαι καὶ δεικνύειν δὲ τοῖς ἀπαντῶσι τὰ ὠψωνημένα. καὶ παρακαλεῖν ἐπὶ ταῦτα. καὶ διηγεῖσθαι προσστὰς πρὸς κουρεῖον ἢ μυροπώλιον, ὅτι μεθύσκεσθαι μέλλει. καὶ οἰνοπωλῶν κεκραμένον τὸν οἶνον τῷ φίλῳ ἀποδόσθαι. καὶ ἐπὶ θέαν ἡνίκα ἂν δέῃ πορεύεσθαι, ἀπιών τοὺς υἱεῖς, ἡνίκα προῖκα ἀφιᾶσιν οἱ θεατρῶναι. καὶ ἀποδημῶν δημοσίᾳ, τὸ μὲν ἐκ τῆς πόλεως ἐφόδιον οἴκοι καταλιπεῖν, παρὰ δὲ τῶν συμπρεσβευτῶν δανείζεσθαι. καὶ τῷ ἀκολούθῳ ἐπιθεῖναι μεῖζον φορτίον ἢ δύναται φέρειν, καὶ ἐλάχιστα ἐπιτήδεια τῶν ἱκανῶν. καὶ ἀπὸ τῶν ξενίων τὸ μέρος τὸ αὑτοῦ ἀπαιτήσας ἀποδόσθαι. καὶ ἀλειφόμενος ἐν τῷ βαλανείῳ, καὶ εἰπών, σαπρόν γε τὸ ἔλαιον ἐπρίω, τῷ παιδαρίῳ· τῷ ἀλλοτρίῳ ἀλείφεσθαι. καὶ τῶν εὑρισκομένων χαλκῶν ἐν ταῖς ὁδοῖς ὑπὸ τῶν οἰκετῶν δεινὸς ἀπαιτῆσαι τὸ μέρος, κοινὸν εἶναι φήσας τὸν Ἑρμῆν. τὰ δὲ δὴ τοιαῦτα· Φειδωνείῳ μέτρῳ τὸν πύνδακα εκκεκρουμένῳ μετρεῖν αὐτὸς τοῖς ἔνδον τὰ ἐπιτήδεια, σφόδρα ἀποψῶν, ὑποπρίασθαι. ἀμέλει δὲ καὶ χρέος ἀποδιδοὺς τριάκοντα μνῶν ἔλαττον τέτρασι δραχμαῖς ἀποδιδόναι. καὶ καὶ φράτορας ἑστιῶν αἰτεῖν τοῖς ἑαυτοῦ παισὶν ἐκ τοῦ κοινοῦ ὄψον,29 τὰ δὲ καταλειπόμενα ἀπὸ τῆς τραπέζης ἡμίση τῶν ῥαφανίδων ἀπογράφεσθαι, ἵνα οἱ διακονοῦντες παῖδες μὴ λάβωσι.

ΠΕΡΙ ΑΚΑΙΡΙΑΣ.

Ἡ μὲν οὖν ἀκαιρία, ἐστὶν ἐπίτευξις λυποῦσα τοὺς ἐντυγχάνον τας· ὁ δὲ ἄκαιρος, τοιοῦτός τις, οἷος ἀσχολουμένῳ προσελθὼν ἀ νακοινοῦσθαι, καὶ πρὸς τὴν αὑτοῦ ἐρωμένην κωμάζειν πυρέττουσαν. καὶ δίκην ὠφληκότα ἐγγύης προσελθὼν κελεῦσαι αὑτὸν ἀναδέξασθαι. καὶ μαρτυρήσων παρεῖναι, τοῦ πράγματος ἤδη κεκριμένου. καὶ κεκλημένος εἰς γάμους τοῦ γυναικείου γένους κατηγορεῖν. καὶ ἐκ μακρᾶς ὁδοῦ ἥκοντα ἄρτι, παρακαλεῖν εἰς περίπατον. δεινὸς δὲ καὶ προσάγειν ὠνητὴν πλείω διδόντα ἤδη πεπρακότι. καὶ ἀκηκοότας καὶ μεμαθηκότας ἀνίστασθαι ἐξ ἀρχῆς διδάσκων. καὶ πρόθυμος δὲ ἐπιμεληθῆναι, ἃ μὴ βούλεταί τις γενέσθαι, αἰσχύνεται δὲ ἀπείπασθαι. καὶ θύοντας καὶ ἀναλίσκοντας, ἥκων τόκον ἀπαιτήσων. καὶ μαστιγουμένου οἰκέτου παρεστὼς, διηγεῖσθαι ὅτι καὶ αὑτοῦ ποτε παῖς οὕτω πληγὰς λαβὼν ἀπέγξατο. καὶ παρὼν διαίτῃ συγκρούειν, ἀμφοτέρων βουλομένων διαλύεσθαι. καὶ ὀρχησόμενος ἅψασθαι ἑτέρου μηδέπω μεθύοντος.

ΠΕΡΙ ΠΕΡΙΕΡΓΙΑΣ.

Α ΜΕΛΕΙ περιεργία δόξει εἶναι προσποίησίς τις λόγων καὶ πράξεων, μετ’ εὐνοίας, ὁ δὲ περίεργος τοιοῦτός τις, οἷος ἐπαγγέλλεσθαι ἀναστάς ἃ μὴ δυνήσεται. καὶ ὁμολογουμένου τοῦ πράγματος δικαίου εἶναι ἔν τινι στὰς ἐλεγχθῆναι. καὶ πλείω δὲ ἐπαναγκάσαι τὸν παῖδα κεράσαι ἢ ὅσα δύνανται οἱ παρόντες ἐκπιεῖν. καὶ διείργειν τοὺς μαχομένους, καὶ ἧς οὐ γιγνώσκει ἀτραποῦ ἡγήσασθαι, εἶτα μὴ δύνασθαι εὑρεῖν,30 οὗ πορεύεται. καὶ τὸν στρατηγὸν δὲ προσελθὼν ἐρωτῆσαι, πότε μέλλει παρατάττεσθαι, καὶ τί μετὰ τὴν αὔριον παραγγελεῖ. καὶ προσελθὼν τῷ πατρὶ εἰπεῖν ὅτι ἡ μήτηρ ἤδη καθεύδει ἐν τῷ δωματίῳ. καὶ ἀπαγορεύοντος τοῦ ἰατροῦ, ὅπως μὴ δώσει οἶνον τῷ καλλωπιζομένῳ, φήσας βούλεσθαι διάπειραν λαμβάνειν, εὐτρεπίσαι τὸν κακῶς ἔχοντα. καὶ γυναικὸς δὲ τελευτησάσης ἐπιγράψαι ἐπὶ τὸ μνῆμα, τοῦ τε ἀνδρὸς αὐτῆς καὶ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ αὐτῆς τῆς γυναικὸς τοὔνομα, καὶ ποδαπή ἐστι. καὶ προσεπιγράψαι ὅτι οὗτοι πάντες χρηστοὶ ἦσαν. καὶ ὀμνύναι μέλλων, εἰπεῖν πρὸς τοὺς περιεστηκότας ὅτι καὶ πρότερον πολλάκις ὀμώμοκα.

ΠΕΡΙ ΑΝΑΙΣΘΗΣΙΑΣ.

Ἔστι δὲ ἡ ἀναισθησία, ὡς ὅρῳ εἰπεῖν, βραδυτὴς ψυχῆς ἐν λόγοις καὶ πράξεσιν, ὁ δὲ ἀναίσθητος τοιοῦτός τις, οἷος λογισάμενος ταῖς ψήφοις καὶ κεφάλαιον ποιήσας, ἐρωτᾶν τὸν παρακαθήμενον; καὶ δίκην φεύγων, καὶ ταύτην εἰσιέναι μέλλων, ἐπιλαθόμενος εἰς ἀγρὸν πορεύεσθαι. καὶ θεωρῶν ἐν τῷ θεάτρῳ μόνος καταλείπεσθαι καθεύδων. καὶ πολλὰ φαγών τῆς νυκτὸς, καὶ ἐπὶ θάκου ἀνιστάμενος, ὑπὸ κυνὸς τῆς τοῦ γείτονος δηχθῆναι. καὶ λαβὼν τι καὶ ὑποθεὶς αὐτός, τοῦτο ζητεῖν καὶ μὴ δύνασθαι εὑρεῖν. καὶ ἀπαγγέλλοντός τινος αὐτῷ ὅτι τετελεύτηκέ τις αὐτοῦ τῶν φίλων, ἵνα παραγένηται, σκυθρωπάσας καὶ δακρύσας, εἰπεῖν, ἀγαθῇ τύχῃ. δεινὸς δὲ καὶ ἀπολαμβάνων ἀργύριον ὀφειλόμενον μάρτυρας παραλαβεῖν· χειμῶνος ὄντος μάχεσθαι τῷ παιδί, ὃ τι σικύους οὐκ ἠγόρασε· καὶ τὰ παιδία ἑαυτοῦ παλαίειν ἀναγκάζων καὶ τροχάζειν, καὶ εἰς κόπους ἐμβάλλειν. καὶ ἐν ἀγρῷ αὐτοῖς φακῆν ἕψων, δὶς ἅλας εἰς τὴν χύτραν ἐμβάλλων, ἄβρωτον ποιῆσαι. καὶ ὕοντος τοῦ διὸς, εἰπεῖν, ἡδύγε τῶν ἄστρων νομίζει, ὅτι δὴ καὶ οἱ ἄλλοι λέγουσι πίσσης,31 καὶ εἴποντός τινος· πόσους οἴει κατὰ τὰς Ἱερὰς πύλας ἐξενηνέχθαι νεκρούς; πρὸς τοῦτον εἰ πεῖν, ὅσοι ἐμοὶ καὶ σοὶ γένοιντο.

ΠΕΡΙ ΑΥΘΑΔΕΙΑΣ.

Ἡ δὲ αὐθάδεια, ἔστιν ἀπήνεια ὁμιλίας ἐν λόγοις. ὁ δὲ αὐθάδης, τοιουτος τις οἷος ἐρωτηθείς ὁ δεῖνα ποῦ ἐστιν, εἰπεῖν, πράγματά μοι μὴ πάρεχε· καὶ προσαγορευθεὶς μὴ ἀντιπροσειπεῖν. καὶ πωλῶν τι, μὴ λέγειν τοῖς ὠνουμένοις, πόσου ἂν ἀποδοῖτο, ἀλλ ἐρωτᾶν τί εὑρίσκει. καὶ τοῖς τιμῶσι, καὶ πέμπουσιν εἰς τὰς ἑορτὰς, εἰπεῖν ὅτι οὐκ ἂν γένοιτο διδόμενα. καὶ οὐκ ἔχειν συγγνώμην οὔτε τῷ ἀπώσαντι αὐτὸν ἀκουσίως οὔτε τῷ ὤσαντι, οὔτε τῷ ἐμβάντι. καὶ φίλῳ δὲ ἔρανον κελεύσαντι εἰσενεγκεῖν, εἰπών ὅτι οὐκ ἂν δοίη, ὕστερον ἥκειν φέρων καὶ λέγειν ὅτι ἀπόλλυσι καὶ τοῦτο τὸ ἀργύριον. καὶ προσπταίσας ἐν τῇ ὁδῷ, δεινὸς καταράσασθαι τῷ λίθῳ· καὶ ἂν ὑπομεῖναι οὐκ ἄν προμείναι πολὺν χρόνον οὐθένα. καὶ οὔτε ᾆσαι, οὔτε ῥῆσιν εἰπεῖν οὔτε ὀρχήσασθαι ἂν ἐθελήσαι. δεινὸς δὲ καὶ τοῖς θεοῖς μὴ ἐπεύχεσθαι.

ΠΕΡΙ ΔΕΙΣΙΔΑΙΜΟΝΙΑΣ.

Ἀμέλει ἡ δεισιδαιμονία δόξειεν ἂν εἷναι δειλία πρὸς τὸ δαιμόνιον, ὁ δὲ δεισιδαίμων τοιοῦτός τις, οἷος ἐπιχρωνῆν ἀπονιψάμενος τὰς χεῖρας καὶ περιρρανάμενος ἀπὸ ἱεροῦ δάφνην εἰς τὸ στόμα λαβὼν, οὕτω τὴν ἡμέραν περιπατεῖν, καὶ τὴν ὁδὸν ἐὰν περιδράμῃ γαλῆ, μὴ πρότερον πορευθῆναι, ἕως διεξέλθῃ τὶς, ἢ λίθους τρεῖς ὑπὲρ τῆς ὁδοῦ διαβάλῃ. καὶ ἐὰν ἴδῃ σοφὴν ἐν τῇ οἰκίᾳ, ἱερόν, ἐνταῦθα ἱδρύσασθαι. καὶ τῶν λιπαρῶν λίθων τῶν ἐν ταῖς τριόδοις, παριὼν ἐκ τῆς ληκύθου ἔλαιον καταχεῖν. καὶ ἐπὶ γόνατα πεσὼν καὶ προσκυνήσας, ἀπαλλάττεσθαι. καὶ ἐὰν μῦς θύλακον ἀλφίτων διαφάγῃ, πρὸς τὸν ἐξηγητὴν ἐλθὼν ἐρωτᾶν τί χρὴ ποιεῖν. καὶ ἐὰν ἀποκρίνηται αὐτῷ ἐκδοῦναι τῷ σκυτοδέψῃ, ἀπογράψαι μὴ προσέχων τούτοις, ἀλλ ἀποτραπεὶς ἐκθύσασθαι. καὶ πυκνὰ δὲ τὴν οἰκίαν καθαρεῖν. καὶ οὔτε ἐπιβῆναι μνήματι, οὔτε ἐπὶ νεκρὸν ἐλθεῖν, οὔτ ἐπὶ λεχει. καὶ ὅταν ἐνύπνιον ἴδῃ, πορεύεσθαι πρὸς τοὺς ὀνειροκρίτας, πρὸς τοὺς μάντεις, πρὸς τοὺς ὀρνιθοσκόπους, ἐρωτήσων τίνι θεῶν ἢ θεᾷ προσεύχεσθαι δεῖ. καὶ τελεσθησόμενος, πρὸς τοὺς ὀρφεοτελεστὰς κατὰ μῆνα πορεύεσθαι μετὰ τῆς γυναικὸς. ἐὰν δὲ μὴ σχολάζῃ γυνή, μετὰ τῆς τίτθης καὶ τῶν παίδίων. καὶ ἐπὶ ταῖς τριόδοις ἀπελθὼν κατὰ κεφαλῆς λούσασθαι καὶ ἱερείας καλέσας, σκύλλῃ ἢ σκύλακι κελεῦσαι αὑτὸν περικαθᾶραι. μαινόμενόν τε ἰδὼν ἢ ἐπίληπτον φρίξας εἰς κόλπον πτύσαι.

ΠΕΡΙ ΜΕΜΨΙΜΟΙΡΙΑΣ.

Ἔστι δὲ ἡ μεμψιμοιρία ἐπιτίμησις παρὰ τὸ προσῆκον δεδομένην. ὁ δὲ μεμψίμοιρος τοιόσδε τις, οἷος ἀποστείλαντος μερίδα τοῦ φίλου, εἰπεῖν πρὸς τὸν φέροντα, ἐφθόνησάς μοι τοῦ ζωμοῦ· καὶ τοῦ οἰναρίου οὐκ ἐπὶ δεῖπνον καλέσας· καὶ ὑπὸ τῆς ἑταίρας καταφιλούμενος, εἰπεῖν, θαυμάζω εἰ σὺ καὶ ἀπὸ ψυχῆς με φιλεῖς. καὶ τῷ διὶ ἀγανακτεῖ οὐ διότι ὕει, ἀλλὰ διότι ὕστερον. καὶ εὑρὼν τι καὶ ἐν τῇ ὁδῷ βαλάντιον, εἰπεῖν, ἀλλ’οὐ θησαυρὸν εὕρηκα οὐδέποτε. καὶ πριάμενος ἀνδράποδον ἄξιον καὶ πολλὰ δεηθεὶς τοῦ πωλοῦντος, θαυμάζω εἰπεῖν ὅ τι ὑγιὲς οὕτω ἄξιον ἐώνημαι. καὶ πρὸς τὸν εὐαγγελιζόμενον ὅτι υἱός σοι γέγονεν, εἰπεῖν, ὅτι ἂν προσθῇς, καὶ τῆς οὐσίας τὸ ἥμισυ ἄπεστιν, ἀλεθῆ ἐρεῖς. καὶ δίκην νικήσας καὶ λαβὼν πάσας τὰς ψήφους, ἐγκαλεῖν32 τῷ γράψαντι τὸν λόγον, ὡς πολλὰ παραλελοιπότι τῶν δικαίων. καὶ ἐράνου εἰσενεχθέντος παρὰ τῶν φίλων, καὶ φήσαντός τινος, ἱλαρός ἐστι, καὶ πῶς; εἰπεῖν, ὅτι δεῖ τὸ ἀργύριον ἀποδοῦναι ἑκάστῳ, καὶ χωρὶς τούτων, χάριν ὀφείλειν ὡς εὐεργετημένον;

ΠΕΡΙ ΑΠΙΙΣΤΙΑΣ.

Ἔστιν ἀμέλει ἀπιστία, ὑπόληψίς τις ἀδικίας κατὰ πάντων, ὁ δὲ ἄπιστος, τοιοῦτός τις οἷος, ἀποστείλαι τὸν παῖδα ὀψωνήσοντα, ἕτερον παῖδα πέμπειν πευσόμενον, πόσου ἐπρίατο καὶ φέρων αὐτὸς τὸ ἀργύριον, καὶ κατὰ στάδιον ἀριθμεῖν πόσον ἐστίν καὶ τὴν γυναῖκα τὴν αὑτοῦ ἐρωτᾶν κατακείμενος, εἰ κέκλεικε τὴν κιβωτόν, καὶ εἰ σεσήμανται τὸ κυλιούχιον, καὶ εἰ ὁ μοχλὸς εἰς τὴν θύραν τὴν αὐλείαν ἐμβέβληται· καὶ ἂν ἐκείνη φῇ, μηδὲν ἧττον αὐτὸς ἀναστὰς γυμνὸς ἐκ τῶν στρωμάτων καὶ ἀνυπόδητος τὸν λύχνον ἅψας, ταῦτα πάντα περιδραμὼν ἐπισκέψασθαι, καὶ οὕτω μόλις ὕπνου τυγχάνειν. καὶ τοὺς ὀφείλοντας αὑτῷ ἀργύριον, μετὰ μαρτύρων ἀπαιτῶν τοὺς τόκους, ὅπως μὴ δύναιντο ἔξαρνοι γενέσθαι. καὶ τὸ ἱμάτιον δὲ ἐκδοῦναι δεινὸς, οὐχ ὡς βέλτιστα ἐργάσεται, ἀλλ ὅταν ᾖ ἄξιος ἐγγυητὴς τοῦ κναφέως. καὶ ὅταν ἥκῃ τις αἰτησόμενος ἐκπώματα,μάλιστα μὲν μὴ δοῦναι. καὶ τὸν παῖδα δὲ ἀκολουθοῦντα κελεύειν αὐτοῦ ὄπισθεν μὴ βαδίζειν, ἀλλ ἔμπροσθεν, ἵνα φυλάττῃ δὲ αὐτὸ μὴ ἐν τῇ ὁδῷ ἀποδράση, καὶ τοῖς εἰληφόσι τὶ παρ’ αὑτοῦ καὶ λέγουσι, πόσου, κατάθου, οὐ γὰρ σχολάζω πέμπειν.

ΠΕΡΙ ΔΥΣΧΕΡΕΙΑΣ.

Ἔστι δὲ ἡ δυσχέρεια, ἀθεραπευσία σώματος, λύπης παρασκευαστική. ὁ δὲ δυσχε ρὴς, τοιοῦτός τις οἷον λέπραν ἔχων καὶ ἀλφὸν καὶ τοὺς ὄνυχας μεγάλους, περιπατεῖν. καὶ φῆσαι ταῦτα εἶναι αὑτῷ συγγενῆ ἀῤῥωστήματα, καὶ τὸν πατέρα ἔχειν καὶ τὸν πάππον. ἀμέλει δὲ δεινὸς καὶ ἕλκη ἔχειν ἐν τοῖς ἀντικνημίοις, καὶ προσπταίς ματα ἐν τοῖς δακτύλοις.καὶ ταῦτα μὴ θεραπεῦσαι, ἀλλ ἐᾶσαι θηριωθῆναι. καὶ τὰς μασχάλας θηριώδεις καὶ δασείας ἔχειν ἄχρις ἐπὶ πολὺ τῶν πλευρῶν.καὶ τοὺς ὀδόντας μέλανας καὶ ἐσθιομένους. ὥστε δυσέντευκτος εἶναι καὶ ἀηδής, καὶ τὰ τοιαῦτα. ἐσθίων ἀπομύττεσθαι. θύειν ἀρξάμενος, προσλαλεῖν, καὶ ἀποῤῥίπτειν ἀπὸ τοῦ στόματος. ἅμα πιεῖν προσερυγγάνειν. ἐλαίῳ σαπρῷ ἐν βαλανείῳ χεῆσθαι. ἱμάτιον κηλίδων μεστὸν ἀναβαλόμενος εἰς ἀγορὰν ἐξελθεῖν καὶ εἰς ὀρνιθοσκόπου τῆς μητρὸς ἐξελθούσης, βλασφημῆσαι. καὶ εὐχομένων καὶ σπενδόντων ἐμβαλῶν τὸ ποτήριον, καὶ γελάσαι ὡς τεράστιόν τι πεποιηκώς καὶ αὐλούμενος δὲ κροτῆσαι ταῖς χερσὶ μόνος τῶν ἄλλων καὶ συντερετίζειν καὶ ἐπιτιμᾶν τῇ αὐλητρίδι, μὴ ταχὺ παυσαμένῃ. καὶ ἀποπτύσαι δὲ βουλόμενος ὑπὲρ τῆς τραπέζης, προσπτύσαι τῷ οἰνοχόῳ.

ΠΕΡΙ ΑΗΔΙΑΣ.

Ἔστι δὲ ἡ ἀηδία, ὡς ὅρῳ λαβεῖν, ἔντευξις λύπης ποιητικὴ ἄνευ βλάβης, ὁ δὲ ἀηδὴς τοιοῦτός τις, οἷος ἐγείρειν ἄρτι καθεύδοντα εἰσελθών, ἵνα αὐτῷ λαλῇ. καὶ ἀνάγεσθαι δὴ μέλλοντας κωλύειν. καὶ προσελθὼν, δεῖσθαι ἐπισχεῖν, ἕως ἂν περιπατήσῃ. καὶ τὸ παιδίον τῆς τίτθης ἀφελόμενος μασώμενος σιτίζειν αὐτὸς καὶ ὑποκορίζεσθαι ποππύζων. καὶ ἐσθίων δὲ ἅμα διηγεῖσθαι, ὡς ἐλλέβορον πίων ἄνω καὶ κάτω καθαρθείη καὶ ζωμοῦ τοῦ παρακειμένου ἐν τοῖς ὑποχωρήμασιν αὑτῷ μελαντέρα ἥ χολή. καὶ ἐρωτῆσαι δὲ δεινὸς ἐναντίον τῶν οἰκείων,ὡς ποίᾳ ἡμέρᾳ με ἔτικτές καὶ ὅτι ψυχρὸν ὕδωρ ἐστὶ παρ αὑτῷ λακκαῖον. καὶ ὡς κῆπος λάχανα πολλὰ ἔξων καὶ ἁπαλά, καὶ ὅτι ἡ οἰκία αὐτοῦ πανδοκεῖόν ἐστι. καὶ ξενίζων δὲ δεῖξαι τὸν παράσιτον αὐτοῦ ποῖός τίς, καὶ παρακαλῶν δὲ ἐπὶ τοῦ ποτηρίου εἰπεῖν, ὅτι τὸ τέρψον τοὺς παρόντας.

ΠΕΡΙ ΜΙΚΡΟΦΙΛΟΤΙΜΙΑΣ.

Ἡ δὲ μικροφιλοτιμία δόξει εἶναι ὄρεξις τιμῆς ἀνελεύθερος.ὁ δὲ μικρο φιλότιμος τοιοῦτός τις, οἷος σπουδάσαι ἐπὶ δεῖπνον κληθεὶς, παρ’ αὐτὸν τὸν καλέσαντα κατακείμενος δειπνῆσαι. καὶ τὸν υἱὸν ἀποκεῖραι ἀπαγαγὼν εἰς Δελφούς. καὶ ἐπιμεληθῆναι δέ ὅπως αὑτῷ ὁ ἀκόλουθος Αἰθίοψ ἔσται. καὶ ἀποδοὺς μνᾶν ἀργυρίου, καινὸν ποιῆσαι ἀποδοῦναι. καὶ βοῦν θύσας, τὸ προμετωπίδιον ἀπαντικρὺ τῆς εἰσόδου προσπατταλῶσαι, στέμμασι μεγάλοις περιδήσας, ὅπως οἱ εἰσιόντες ἴδωσιν ὅτι βοῦν ἔθυσε. καὶ πομπεύσας δὲ μετὰ τῶν ἱππέων, τὰ μὲν ἄλλα πάντα ἀποδοῦναι τῷ παιδὶ ἀπενεγκεῖν οἴκαδε, ἀναβαλόμενος δὲ θοἰμάτιον ἐν τὴν ἀγορὰν περιπατεῖν. καὶ κυναρίου δὲ τελευτήσαντος, αὐτῷ μνῆμα ποιῆσαι καὶ στηλίδιον ποιήσας, ἐπιγράψαι, κλάδος μελιταίος. καὶ ἀναθεὶς δακτύλιον χαλκοῦν ἐν τῷ Ἀσκληπιείῳ, τοῦτον ἐκτρίβειν στεφανοῦντα ἀλείφειν ὁσημέραι. ἀμέλει δὲ καὶ συνδιοικήσασθαι παρὰ τῶν πρυτάνεων ὅπω, ἀπαγγείλῃ τῷ δήμῳ τὰ ἱερά. καὶ παρεσκευασμένος λαμπρὸν ἱμάτιον καὶ ἐστεφανωμένος, παρελθὼν εἰπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐθύομεν οἱ πρυτάνεις τὰ ἱερὰ τῇ Μητρὶ τῶν θεῶν ἄξια καὶ καλὰ, καὶ ὑμεῖς ἐδέχεσθε τὰ ἀγαθά καὶ ταῦτα ἀπαγγείλας ἀπιὼν διηγήσασθαι οἴκαδε τῇ αὑτοῦ γυναικί, ὡς καθ ὑπερβολὴν εὐημέρει.

ΠΕΡΙ ΑΝΕΛΕΥΘΕΡΙΑΣ.

Ἡ δὲ ἀνελευθερία ἐστὶν ἀπουσία τις ἀπὸ φιλοτιμίας δαπάνην ἔχουσα. ὁ δὲ ἀνελεύθερος τοιοῦτός τις, οἷος νικήσαι τραγῳδοὺς, ταινίαν ἀναθεῖναι ξυλίνην τῷ Διονύσῳ, ἐπιγράψας αὑτοῦ τὸ ὄνομα. καὶ ἐπιδόσεων γιγνομένων, ἐκ τοῦ δήμου ἀναστὰς, σιωπᾷν, ἢ ἐκ τοῦ μέσου ἀπελθών. καὶ ἐκδιδοὺς αὑτοῦ θυγατέρα, τοῦ μὲν ἱερείου, πλὴν τῶν ἱερείων, τὰ κρέα ἀποδιδόσθαι τοὺς δὲ διακονοῦντας ἐν τοῖς γάμοις οἰκοσίτους μισθώσασθαι. καὶ τριηραρχῶν, τὰ τοῦ κυβερνήτου στρώματα ὑπὸ τοῦ καταστρώματος ὑποστορέννυσθαι, τὰ δὲ αὑτοῦ ἀποτιθέναι. καὶ ἐξ ἀγορᾶς δὲ ὀψωνήσας, τὰ κρέα αὐτὸς φέρειν καὶ τὰ τὰ λάχανα ἐν τῷ προκολπίῳ καὶ ἔνδον μένειν ὅταν ἐκδῷ θοἰμάτιον ἐκπλῦναι. καὶ φίλου ἔρανον συλλέγοντος, προϊδόμενος, ἀποκάμψας ἐκ τῆς ὁδοῦ, οἴκαδε πορευθῆναι. καὶ μὴ πρίασθαι θεραπαίνας, ἀλλὰ μισθοῦσθαι εἰς τὰς ἐξόδους· καὶ ἀναστὰς, τὴν οἰκίαν καλλῦναι καὶ τὴν κλίναν ἐκκορῆσαι· καὶ καθεζόμενος παραστρέψαι τὸν τρίβωνα ὃν αὐτὸς φορεῖ.

ΠΕΡΙ ΑΛΑΖΟΝΕΙΑΣ.

Ἀμέλει δὲ ἡ ἀλαζονεία δόξειεν εἶναι προσδοκία τινῶν ἀγαθῶν οὐκ ὄν των, ὁ δὲ ἀλαζὼν, τοιοῦτός τις οἶος ἐν τῷ διαζεύγματι ἑστηκὼς διηγεῖσθαι ξένοις ὡς πολλὰ χρήματα, ἀυτοῖς ἐστιν ἐν τῇ θαλάττῃ. καὶ περὶ τῆς ἐργασίας τῆς δανειστικῆς διεξιέναι, ἡλίκη, καὶ αὐτὸς ὅσα εἴληφε. καὶ συνοδοιπόρου ἀπολαῦσας ἐν τῇ ὁδῷ, λέγειν ὡς μετα ΕΥ’ άνδρου ἐστρατεύσατο· καὶ ὅσα λιθοκόλλητα ποτήρια ἐκόμισε, καὶ περὶ τῶν τεχνιτῶν τῶν ἐν τῇ Ἀσίᾳ, ὅτι βελτίους εἰσὶ τῶν ἐν τῇ Εὐρώπῃ, ἀμφισβητῆσαι.καὶ γράμματα δὲ εἰπεῖν ὡς πάρεστι παῤ Ἀντιπάτρου, τρίτον δὴ λέγοντα παραγενέσθαι αὐτὸν εἰς Μακεδονίαν. καὶ διδομένης αὐτῷ ἐξαγωγῆς ξύλων ἀτελοῦς, εἰπεῖν ὅτι ἀπείρηται ὅπως μηδ’ ὑφ’ ἑνὸς συκοφαντηθῇ. καὶ ἐν τῇ σποδίᾳ ὡς πλείω ἢ πέντε τάλαντα γένοιτο αὑτῷ τὰ ἀναλώματα διδόντι τοῖς ἀπόροις τῶν πολιτῶν. καὶ ἀγνώστων δὲ παρακαθημένων, κελεῦσαι θεῖναι τὰς ψήφους, καὶ ποσοῦν ἀυτὰς καθ ἑξακοσίους, κατὰ μίαν. καὶ προστιθεὶς πιθανὰ ἑκάστοις τούτων ὀνόματα, καὶ ποιῆσαι δέκα τάλαντα. καὶ τοῦτο φῆσας εἰσενηνοχέναι εἰς ἐράνους αὑτόν. καὶ τὰς τριηραρχίας εἰπεῖν ὅτι οὐ τίθησιν ,οὐδὲ τὰς λειτουργίας ὅσας λελῃτούργηκε. καὶ προσελθὼν δ’ εἰς τοὺς ἵππους τοὺς ἀγαθοὺς πωλοῦσι, προσποιήσασθαι ὠνητίαν καὶ ἐπὶ τὰς κλίνας ἐλθὼν, ἱματισμὸν ζητῆσαι εἰς δύο τάλαντα. καὶ τῷ παιδὶ μάχεσθαι οὐκ ἔχων χρυσὸν νῦν τῷ ἀκολουθεῖν καὶ μισθωτῇ οἰκίᾳ οἰκῶν, φῆσαι ταύτην εἶναι τὴν πατρῴαν, πρὸς τὸν μὴ εἰδότα. διότι μέλλει πωλεῖν αὐτὴν διὰ τὸ ἐλάττω εἶναι πρὸς τὰς ξενοδοκίας.

 

Μέχρι τοῦδε αἱ πρὶν ἐκδόσει‧ τὰ δὲ ἐξῆς νῦν τὰ πρῶτα ἐξεδόθη.

 

ΠΕΡΙ ΥΠΕΡΗΦΑΝΙΑΣ.

Ἔστι δὲ ὑπερηφανία καταφρόνησίς τις πλὴν αὑτοῦ τῶν ἄλλων. ὁ δὲ ὑπερήφανος τοιόσδε τις, οἷος τῷ σπεύδοντι ἀπὸ δείπνου ἐντεύξεσθαι φάγειν ἐν τῷ περιπατεῖν. καὶ εὖ ποιήσας, μεμνῆσθαι φάσκειν ἐν ταῖς ὁδοῖς, καὶ βιάζειν. καὶ προσελθεῖν πρότερος οὐδενὶ θέλησας. καὶ τοὺς πωλοῦντας τι καὶ μεμισθωμένους δεινὸς κελεύσαι ἥκειν πρὸς ἀυτὸν ἅμ’ ἡμέρᾳ. καὶ ἐν ταῖς ὁδοῖς πορευόμενος μὴ λαλεῖν τοῖς ἐντυγχάνουσι, κάτω κεκυφώς. ὅταν δὲ αὐτῷ δόξῃ ἑστιᾷν τοὺς φίλους, αὐτὸς μὴ συνδειπνεῖν, ἀλλὰ τῶν ὑφ’ αὑτόν τινι συντάξαι αὐτῶν ἐπιμελεῖσθαι. καὶ προαποστέλλειν δέ, ἐπὰν πορεύηται τὸν ἐροῦντα ὅτι ἔρχεται. καὶ οὔτε ἐπ’ ἀλειφόμενον αὑτὸν, οὔτε ἐσθίοντα ἐᾶσαι ἂν εἰσελθεῖν. ἀμέλει δὲ καὶ λογιζόμενος πρός τινα, τῷ παιδὶ συντάξαι τὰς ψήφους διωθεῖν‧ καὶ κεφάλαιον ποιήσαντι γράψαι αὑτῷ εἰς λόγον. καὶ μὲν ἐπιστέλλων μὴ γράψαι, ὅτι χαρίζοιο ἄν μοι, ἀλλ’,ὅτι βούλομαι γενέσθαι.καὶ, ἀπέστειλα πρός σε ληψόμενος.καὶ,ὅπως ἄλλως μὴ ἔσται,καὶ,τὴν ταχίστην.

ΠΕΡΙ ΔΕΙΛΙΑΣ.

Ἀμέλει δὲ ἡ δειλία δόξειεν ἂν εἶναι ὕπειξίς τις ψυχῆς ἔμφοβος. ὁ δὲ δειλὸς τοιοῦτός τις, οἶος πλέων τὰς ἄκρας φάσκειν ἡμιολίας εἶναι· καὶ κλύδωνίου γενομένου ἐρωτᾷν, εἴ τις μὴ μεμύηται τῶν πλεόντων· καὶ τοῦ κυβερνήτου ἀνακόπτοντος αἰσθάνεσθαι εἰ μεσοπορεῖ. καὶ τί δοκεῖ αὐτῷ τὰ τοῦ θεοῦ ; καὶ πρὸς τὸν παρακαθήμενον λέγειν, ὅτι φοβεῖται ἀπὸ ἐνυπνίου τινός. καὶ ἐκδὺς διδόναι τῷ παιδὶ τὸν χιτωνίσκον. καὶ δεῖσθαι πρὸς τὴν γῆν προσάγειν αὑτόν. καὶ στρατευόμενος δὲ προσκαλεῖν πάντας πρὸς αὑτὸν καὶ στάντας πρῶτον περιιδεῖν, καὶ λέγειν ὡς ἔργον διαγνῶναί ἐστι πότερόν εἰσιν οἱ πολέμιοι. καὶ ἀκούων κραυγῆς, ὁρῶν πίπτοντας, εἰπεῖν πρὸς τοὺς παρεστηκότας, ὅτι τὴν σπάθην λαβεῖν ὑπὸ τῆς σπουδῆς ἐπελάθετο. καὶ τρέχειν ὑπὸ τὴν σκηνήν, τὸν παῖδα ἐκπέμψας, κελεύειν προσκοπεῖσθαι ποῦ εἰσιν οἱ πολέμιοι, καὶ ἀποκρύψας αὐτὴν ὑπὸ τὸ προσκεφάλαιον, εἶτα διατρίβειν πολὺν χρόνον. καὶ ἐν τῇ σκηνῇ ὁρῶν τραυματίαν προσφερόμενον τῶν φίλων, προσδραμεῖν καὶ θεωρεῖν κελεύειν καὶ τοῦτον θεραπεύειν καὶ περισπογγίζειν, μυίας σοβεῖν καὶ πᾶν μᾶλλον ἢ μάχεσθαι τοῖς πολεμίοις. καὶ τοῦ σαλπικτοῦ δὲ τὸ πολεμικὸν σημήναντος καθήμενος ἐν σκηνῇ. Ἄπαγ’ ἐς κόρακας· οὐκ ἐάσεις τὸν ἄνθρωπον ὕπνου λαβεῖν πυκνὰ σημαίνων. καὶ αἵματος δὲ ἀνάπλεως ἀπὸ τοῦ ἀλλοτρίου τραύματος, ἐντυγχάνειν τοῖς ἐκ τῆς μάχης ἐπανιοῦσι, καὶ διηγεῖσθαι ὡς κινδυνεύσας· ὡς σέσωκε τῶν φίλων· καὶ εἰσάγειν πρὸς τὸν κατακείμενον σκεψομένους τοὺς φυλέτας, τὸν δῆμον καὶ τούτων ἅμ ἑκάστῳ διηγεῖσθαι ὡς αὐτὸς αὐτὸν ταῖς ἑαυτοῦ χερσὶν ἐπὶ σκηνὴν ἐκόμισεν.

ΠΕΡΙ ΟΛΙΓΑΡΧΙΑΣ.

Δόξειεν ἂν εἶναι ἡ ὀλιγαρχία φιλαρχία τις ἰσχυροῦ κέρδους γλιχομένους. ὁ δὲ ὀλιγαρχικὸς τοιοῦτός, οἷος τοῦ δήμου βουλευομένου, τίνας τῷ ἄρχοντι ἐπιμελησόμενος πομπῆς παρελθὼν ἀποφήνας ἔχει. καὶ τῶν Ὁμήρου ἐπῶν τοῦτο ἓν μόνον κατέχειν, ὅτι Oὐκ ἀγαθὸν πολυκοιρανίη‧ εἷς κοίρανος ἔστω, τῶν δὲ ἄλλων μηδὲν ἐπίστασθαι. Aμέλει δὲ δεινὸς τοῖς τοιούτοις τῶν λόγων33 χρήσασθαι, ὅτι δεῖ ἡμᾶς συνελθόντας βουλεύεσθαι. καὶ ἐκ τοῦ ὄχλου καὶ τῆς ἀγορᾶς ἀπαλλαγῆναι, καὶ παύσασθαι ἀρχαῖς πλησιάζειν, καὶ ὅτι ὑπὸ τινῶν ὑβριζόμενος εἰπεῖν δεῖ αὐτοὺς κᾳμὲ τὴν πόλιν οἰκεῖν‧ καὶ μέσον δὲ τῆς ἡμέρας ἐξιὼν καὶ μέσην κουρὰν κεκαρμένος καὶ ἀκριβῶς ἀπωνυχισμένος σοβεῖν τοὺς τοιούτους λόγους. οὐκ οἰκητόν ἐστιν τὴν πόλιν, καὶ ὡς ἐν τοῖς δικαστηρίοις παρακαθῆται δικαζομένων‧ καὶ ὡς αἰσχύνεται ἐν τῇ ἐκκλησίᾳ ὅταν τις δεινὰ πάσχοιεν ὑπὸ τῶν αὐτῷ λεπτὸς καὶ αὐχμῶν. καὶ ὡς μισητὸν τὸ τῶν δημαγωγῶν γένος. τὸν Θησέα πρῶτον φήσας τῶν κακῶν τῇ πόλει γεγονέναι. καὶ τοιαῦτα ἕτερα πρὸς τοὺς ξένους καὶ τῶν πολιτῶν τοὺς ὁμοτρόπους.

ΠΕΡΙ ΟΨΙΜΑΘΙΑΣ.

Ἡ δὲ ὀψιμαθία φιλοπονία δόξειεν ἂν εἶναι ὑπὲρ τὴν ἡλικίαν. ὁ δὲ ὀψιμα θὴς, τοιοῦτός τις, οἷος ῥήσεις μανθάνειν ἑξηκονταέτη γεγονὼς. ταύτα ἄγων παρὰ πότον ἐπιλανθάνεσθαι. καὶ παρὰ τοῦ υοῦ μανθάνειν ἐπὶ τὸ δόρυ καὶ ἐπὶ ἀσπίδα. καὶ εἰς ἀγρὸν, ἐφ’ ἵππου ἀλλοτρίου ὀχούμενος, ἅμα μελετᾶν ἀσπάζεσθαι καὶ πεσὼν τὴν κεφαλὴν κατεχέναι. καὶ μακρὸν ἀνδριάντα παίζειν καὶ πρὸς τὸν ἑαυτοῦ ἀκόλουθον διατοξεύεσθαι. καὶ διακοντίζεσθαι. καὶ ἅμα μανθάνειν παῤ ἀυτοῦ, ὡς ἂν καὶ ἐκείνου μὴ ἐπισταμένου, καὶ παλαίων ἐν τῷ βαλανείῳ πυκνὰ ἕδραν στρέφειν.

ΠΕΡΙ ΚΑΚΟΛΟΓΙΑΣ.

Ἔστι δὲ κακολογία ἀγωγὴ ψυχῆς εἰς τὸ χεῖρον ἐν λόγοις. ὁ δὲ κα κολόγος τοιόσδε τις, οἷος ἐρωτηθείς, ὁ δεῖνα τίς ἐστιν; καθάπερ οἱ γενεαλογοῦντες πρῶτον ἀπὸ τοῦ γένους αὐτοῦ ἄρξασθαι. Ὁ μὲν πατὴρ Σωσίας ἐξ ἀρχῆς σίας ἐκαλεῖτο‧ ἐγένετο δὲ ἐν τοῖς στρατιώταις Σωσίστρατος. ἐπειδὴ δ’ εἰς τοὺς δημότας ἐνεγράφη‧ ἡ μέντοι μήτηρ εὐγενὴς Θρᾷττά ἐστι. τὰς δὲ τοιαύτας ἐν τῇ πατρίδι εὐγενεῖς εἶναι φασὶν. αὐτὸς δὲ οὗτος ὡς ἐκ τούτων γεγονὼς κακὸς μαστιγίας. καὶ τούτοις διεξιὼν, αὗται αἱ γυναῖκες ἐκ τῆς ὁδοῦ τοὺς παριόντας ἀρπάζουσι‧ καὶ κακῶς λεγόντων ἑτέρων συνεπιλαμβάνεσθαι καὶ ἀυτὸς, λέγων, καὶ ἐγω τοῦτον τὸν ἄνθρωπον πάντων μεμίσηκα. καὶ γὰρ εἰδεχθής τις ἀπὸ τοῦ προσώπου ἐστίν‧ ἡ δὲ πονηρία οὐδὲν ὃμοιον.σημεῖον δέ, τῇ γὰρ ἑαὑτοῦ γυναικὶ τρεῖς χαλκοῦς εἰς ὄψον δίδωσι. καὶ τῷ ψυχρῷ λούεσθαι ἀναγκάζει τοῦ Ποσειδῶνος ἡμέρᾳ καὶ συγκαθήμενος δεινὸς περὶ τοῦ ἀναστάντος εἰπεῖν. καὶ ἄλλα πλεῖστα περὶ τῶν φίλων καὶ οἰκείων κακὰ εἰπεῖν, καὶ περὶ τῶν τετελευτηκότων κακῶς λέγειν.

 

Τέλος σὺν θεῷ ἁγίῳ.

1  γρ. χρόνου

2  γρ. προκ.

3  γρ. Περικλ

4  γρ. ὑεῖς

5  γρ. ὑπεθέμην

6  γρ. προσαχθῇ

7  γρ. ψυχρώς.

8  γρ. παρακειμένων

9  γρ. δεῖ δὴ

10  γρ. ἀπείραστος

11  γρ. ὑποφαίν.

12  γρ. περιβαλεῖν τὴν θυραν

13  γρ. λαμβάνων

14  γρ. ἀπὸ βραχίονος

15  γρ. εἰπεῖν

16  γρ. θηριακὰς

17  γρ. λοιδορούντων.

18  γρ. ἀποκρινομένῳ.

19  γρ. ἐπιλάθης.

20  γρ. Λακεδαιμονίαν.  

21  γρ. τότε.

22  γρ. μέσῳ.

23  γρ. μάχην

24  γρ.φόνον.

25  γρ. ἀυτὸν

26  γρ. κρέα.

27  γρ. αὑτὸν.

28  γρ. ἐκπίπωκε.

29  γρ. κ. ὄψου

30  γρ. ἄνευρεῖ  που.

31  γρ. πίσσης.

32  γρ. ἐγκαλεῖ.

33  γρ. ὀλιγων.

ToC