Ἀριστοφάνους Ἱππεῖς / Aristophanis Equites

Document TypeSemi-diplomatic
CodeAristoph.0001
PrinterJoseph Barnes
Typeprint
Year1593
PlaceOxford
Other editions:
  • modernised
  • diplomatic

Ἀριστοφάνους Ἱππεῖς. Aristophanis Equites.

 

Oxoniae excudebat Iosephus Barnesius.

 

1593.

 

 

Ὑπόθεσις Ἱππέων Ἀριστοφάνους.

Παράγει τινὰ Κλέωνα, τὸν καλούμενον Παφλαγόνα, καὶ ἔτι βυρσοπώλην πικρότατα κατεσθίοντά πως τὰ κοινὰ χρήματα ἐν παραλογισμοῖς διαφοροῦντ’ ἐῤῥωμένως ἀλλαντοπώλην, εὐθέως σκατοφάγον πεισθέντα ἐπιθέαθαι σὺν ἱππεῦσι τισὶ ἐν χορῷ παροῦσι τῇ τῶν πραγμάτων ἀρχῇ. Κλέωνός τ’ ἐν μέσῳ κατηγορεῖ.ἐγένετο τοῦτ’· ἐξέπεσεν ὁ Κλέων παγκάκως. ὁ σκατοφάγος ἔτυχε προεδρίας καλῆς. Ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ Στρατοκλέους ἄρχοντος δημοσίᾳ ἐις λήναια δι’ αὐτοῦ Ἀριστοφάνους. πρῶτος ἐνίκα. δεύτερος Κρατῖνος, σατύροις. τρίτος Ἀριστομένης, ὀλοφύροις. Ἰστέον,ὅτι ἐις Δ. μέρη διῄρητο ὁ δῆμος τῶν Ἀθηναίων, εἰς πεντακοσιομεδίμνους, ἐις ἱππέας, ἐις ζευγίτας , καὶ εἰς θῆτας.

Τέλος τῆς ὑποθέσεως.

 

 

Τὰ τοῦ δράματος πρόσωπα

Δημοσθένης.

Νικίας.

Ἀγοράκριτος ὁ καὶ ἀλλαντοπώλης.

Χορὸς ἱππέων.

Κλέων.

Δῆμος.

 

 

 

Άριστοφάνους Ἱππεῖς.

 

Δημοσθήνης προλογίζει.

 

Δη. Ιατταταιὰξ τῶν κακῶν, ἰατταταί:

Κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν

Αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.

Εξ οὗ γὰρ εἰσήρρησεν ἐις τὴν οἰκίαν

Πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.

Νι. Κάκιστα δῆθ’, οὗτός γε πρῶτος Παφλαγόνων

Αὐταῖσι διαβολαῖς.

Δη.     ὦ κακόδαιμον, πῶς ἔχεις;

Νι. Κακῶς, καθάπερ σύ.

Δη.     δεῦρό νυν πρόσελθ’, ἵνα

Ξυναυλίαν κλαύσωμεν ὀυλύμπου νόμον.

Μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ·

Τί κινυρόμεθ’ ἄλλως ; οὐκ ἐχρῆν ζητεῖν τινὰ

Σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;

Νι. Τίς οὖν γένοιτ’ ἄν; λέγε σύ.

Δη.      σὺ μὲν οὖν μοι λέγε,

Ινα μὴ μάχωμαι.

Νι.    μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ·

Αλλ’ εἰπὲ θαῤῥρῶν, εἶτα κἀγώ σοι φράσω.

Δη.  Πῶς ἂν σύ μοι λέξειας ἃ’ με χρὴ λέγειν;

Νι. Αλλ’ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε

Εἴποιμ’ ἂν αὐτὸ δῆτα κομψευριπικῶς;

Δη.  Μή μοιγεμή μοί,μὴ διασκανδικίσῃς:

Αλλ’ ἑυρέτιν’ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.

Νι.  Λέγε δη μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.

Δη.  Καὶ δὴ λέγω μόλωμεν.

Νι.     ἐξόπισθέ νυν 

Αὐτο φάθι τ˜ μόλωμεν.

Δη.     ἄυτὸ.

Νι.      πάνυ καλῶς

Ωσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε,

Τὸ μόλωμεν,εἶτα δ’ ἀυτὸ κατεπάγων πυκνόν.

Δη.  Μόλωμεν ἀυτὸ μόλωμεν αὐτομολῶμεν.

Νι.       ἤν

Οὐχ ἡδύ;

Δη.   νὴ δία· πλήν γε περὶ τῷ δέρματι

Δέδοικα τουτονὶ τὸν οἰωνόν.

Νι.      τί δαί;

Δη.  Οτιὴ τὸ δέρμα τοῦ δεφομένων ἀπέρχεται.

Νι.  Κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,

Θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.

Δη.  Ποῖον βρετέτετας; ἐτεὸν ἡγεῖ γὰρ θεούς;

Νι.  Εγωγε.

Δη.   ποὶῳ χρώμενος τεκμηρίῳ.

Νι.  Οτιὴ θεοῖσιν ἐχθρός εἰμ’ οὐκ εἰκότως.

Δη.  Εὖ προσβιβάζεις μ’.

Νι.     ἀλλ’ ἑτέρᾳ πῃ σκεπτέον.

Δη.  Βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;

Νι.  Οὐ χεῖρον· ἓνδ’ αὐτοὺς παραιτησώμεθα,

Επίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,

Ην τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασι.

Δη.  Λέγοιμ’ ἂν ἤδη.νῷν γάρ ἐστι δεσπότης

Αγροῖκος ὀργήν, κυαμοτρώξ, ἀκράχολος,

Δῆμος πυκνίτης, δύσκολον γερόντιον

Ιπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ

Επρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,

Πανουργότατον, καὶ διαβολώτατόν τινα,

Οὑτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,

Ο βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην

Ηκαλλ’, ἐθώπευ’, ἐκολάκευ’, ἐξηπάτα,

Κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων.

Ω δῆμε,λοῦσαι πρῶτον ἐκδικάσας μίαν

Ενθου, ῥόφησον, ἔντραγ’, ἔχε τριώβολον,

Βούλει παραθῶ σοι δόρπον; εἶτ’ ἀναρπάσας

Οτι ἄντις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ,

Παφλαγών κεχάρισται τοῦτο.καὶ πρῴην γ’ ἐμοῦ

Μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικὴν,

Πανουργότατά πως περιδραμὼν, ὑφαρπάσας

Αὐτὸς παρέθηκε τὴν ὑπ’ ἐμοῦ μεμαγμένην,

Ημᾶς δ’ ἀπελαύνει κ’ οὐκ ἐᾷ τὸν δεσπότην

Αλλον θεραπεύειν:ἀλλὰ βυρσίνην ἔχων

Δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας:

Αδει δὲ χρησμούς, ειθ’ ὁ γέρων Σιβυλλιᾷ.

Οδ’ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,

Τέχνην πεπόηται· τοὺς γὰρ ἔνδον ἄντικρυς

Ψευδῆ διαβάλλει, κᾆτα μαστιγούμεθα

Ημεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας,

Αἰτεῖ, ταράττει, δωροδοκεῖ, λέγων τάδε:

Ορᾷτε τὸν Υλαν δι’ ἐμὲ μαστιγούμενον;

Εἰ μή μ’ ἀναπείσετ’, ἀποθανεῖσθε τήμερον,

Ημεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι

Υπὸ τοῦ γέροντος, ὀκταπλάσιον χέζομεν:

Nῦν οὖν ἁνύσαντες φροντίσωμεν ὦγαθέ,

Ποίαν ὁδὸν νῷ τρεπτέον, καὶ πρὸς τίνα.

Νι.  Κράτιστ’ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.

Δη. Αλλ’ οὐχ οἷόντε τὸν Παφλαγόν’ οὐδὲν λαθεῖν,

 Εφορᾷ γὰρ αὐτὸς πάντ’. ἔχει γὰρ τὸ σκέλος,

Τὸ μὲν ἐν Πὺλῷ, τὸδ’ ἕτερον ἐν τῇ ’κκλησίᾳ·

Τοσόνδε δ’ αὐτοῦ βῆμα διαβεβηκότος,

Ο πρωκτός ἐστιν αὐτόχρημ’ ἐν χάοσιν:

Τὼ χεῖῤ ἐν αἰτωλοῖς: ὁ νοῦς δ’ ἐν κλωπιδῶν.

Νι.  Κράτιστον οὖν νῷν ἀποθανεῖν, ἀλλὰ σκόπει,

Οπως ἂν ἀποθάνωμεν ἀνδρικώτατα.

Δη. Πῶς δῆτα; πῶς γένοιτ’ ἂν ἀνδρικώτατα;

Νι.  Βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν, 

Ο Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.

Δη. Μἂ δί’, ἀλλ’ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.

Ισως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.

Νι.  Ιδού γ’ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;

Πῶς δ’ ἂν μεθύων χρηστόν τι βουλεύσαιτ’ ἀνήρ;

Δη. Aληθες οὗτος; κρουνοχυτροληραῖον εἶ.

Oἶνον σύ τολμᾷς ἐις ἐπίνοιαν λοιδορεῖν;

Οἴνου γὰρ εὕροις ἄντι πρακτικώτερον;

Ορᾷς; ὅταν πίνωσιν ἅνθρωποι, τότε

Πλουτοῦσι, διαπράττουσι, νικῶσι δίκας,

Εὐδαιμονοῦσιν, ὠφελοῦσιν τοὺς φίλους.

Αλλ’ ἐξενέγκε μοι ταχέως οἴνου χοᾶ,

Τὸν νοῦν ἵν’ ἄρδω, καὶ λέγω τι δεξιόν.

Νι.  Οἴμοι, τί ποθ’ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;

Δη. Αγάθ’ ἀλλ’ ἔνεγκ’, ἐγὼ δὲ κατακλινήσομαι.

Ην γὰρ μεθυσθῶ πάντα ταυτὶ καταπάσω,

Βουλευματίων, καὶ γνωμιδίων, καὶ νοϊδίων.

Νι.  Ως εὐτυχῶς, ὅτ’ οὐκ ἐλήφθην ἔνδοθεν

Κλέπτων τὸν οἶνον.

Δη.    εἰπέ μοι, Παφλαγὼν τί δρᾷ;

Νι.  Επίπαστα λείξας δημιόπραθ’ ὁ βάσκανος

Ρέγκει μεθύων ἐν ταῖσι βύρσαις, ὕπτιος.

Δη.   Ιθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν

Νι.   Σπονδήν λαβὲ δὴ, καὶ σπεῖσον ἀγαθοῦ δαίμονος,

Ελχ’ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.

Δη.   Ω δαῖμον ἀγαθὲ,σὸν τὸ βούλευμ’, οὐκ ἐμόν.

Νι.   Εἴπ’, ἀντιβολῶ, τί ἐστι;

Δη.     τοὺς χρησμοὺς ταχὺ

Κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,

Εως καθεύδει.

Νι.   ταῦτ’ ἀτὰρ τοῦ δαίμονος,

Δέδοιχ’ ὅπως μὴ τεύξομαι κακοδαίμονος.

Δη.   Φέρε νυν ἐγῶ’ μαυτῷ προσαγάγω τὸν χοᾶ,

Τὸν νοῦν ἵν’ ἄρδω,καὶ λέγω τι δεξιὸν.

Νι.   Ως μεγάλ’ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται:

Ωστ’ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβὼν,

Ονπερ μάλιστ’ ἐφύλαττεν.

Δη.      ὦ σοφώτατε

Φέρ’ αὐτόν ἵν’ ἀναγνῶ· σὺ δ’ ἔγχεον πιεῖν,

Ανύσας τι: φέρ’ ἴδω, τί ἄρ’ ἔνεστιν αὐτόθι.

Ω λόγια. δός μοι, δὸς τὸ ποτήριον ταχὺ.

Νι. Ιδού, τί φησ’ ὁ χρησμός;

Δη.     ἑτέραν ἔγχεον.

Νι. Εν τοῖς λογίοις ἔνεστιν, ἑτέραν ἔγχεον;

Δη.  Ω Βάκι.

Νι.   τί ἐστι;

Δη.    δὸς τὸ ποτήριον ταχὺ.

Νι.  Πολλῶ γ’ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.

Δη.  Ω μιαρὲ Παφλαγών, ταῦτ’ ἄρ’ ἐφυλάττου πάλαι,

Τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν.

Νι.       τιή;

Δη. Ενταῦθ’ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.

Νι.  Καὶ πῶς;

Δη.   ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει,

Ως πρῶτα μὲν στυππειοπώλης γίγνεται,

Ος πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.

Νι.  Εἷς οὑτοσὶ πώλης: τί τοὐντεῦθεν; λέγε.

Δη.  Mετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.

Νι.  Δύο τώδε πώλα: καὶ τί τοῦτον χρὴ παθεῖν;

Δη.  Κρατεῖν, ἕως ἂν ἕτερος ἀνὴρ βδελυρώτερος

Αὐτοῦ γένοιτο, μετὰ δὲ ταῦτ’ ἀπόλλυται.

ἐπιγίγνεται γὰρ βυρσοπώλης Παφλαγών,

Αρπαξ, κεκράκτης κυκλοβόρου φωνὴν ἔχων.

Νι. Τὸν προβατοπώλην ἦν ἄρ’ ἀπολέσθαι χρεὼν

Υπὸ βυρσοπώλου.

Δη.   νὴ Δί’.

Νι.     οἴμοι δείλαιος.

Πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἷς μόνος;

Δη.  Ετ’ εστὶν εἷς, ὑπερφυᾶ τέχνην ἔχων.

Νι.  Εἴπ’, ἀντιβολῶ, τίς ἐστιν;

Δη.     Εἴπω;

Νι.      νὴ Δία.

Δη.  Αλλαντοπώλης ἔσθ’ ὁ τοῦτον ἐξολῶν.

Νι.  Αλλαντοπώλης; ὦ Πόσειδον, τῆς τέχνης;

Φέρε, ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν?

Δη.  Ζητῶμεν αὐτόν.

Νι.    ἀλλ’ ὁδὶ προσέρχεται

Ωσπερ κατὰ θεῖον, ἐις ἀγοράν.

Δη.      ὦ μακάριε

Αλλαντοπῶλα, δεῦρο δεῦρ’ ὦ φίλτατε:

Ανάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.

Αλ.  Τί ἐστι; τί με καλεῖτε;

Δη.     δεῦρ’ ἔλθ’, ἵνα πύθῃ

Ως εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.

Νι.  Ιθι δή, κάθελ’ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ

Τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν, ὡς ἔχει·

Εγὼ δ’ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.

Δη.  Αγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί,

Επειτα τῆν γῆν πρόσκυσον, καὶ τοὺς θεούς.

Αλ.  Ιδού· τί ἐστιν;

Δη.    ὦ μακάρι’, ὦ πλούσιε.

Ω νῦν μὲν οὐδεὶς, ἄυριον δ’ ὑπέρμεγας, 

Ω τῶν Ἀθηναίων ταγὲ τῶν εὐδαιμόνων.

Αλ.  Τὶ μ’, ὦγάθ’ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας,

Πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;

Δη.  Ω μῶρε, ποίας κοιλίας; δευρὶ βλέπε,

Τὰς στίχας ὁρᾷς γε τῶνδε τῶν λαῶν;

Αλ.       ὁρῶ.

Δη.  Τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,

Καὶ τῆς ἀγορᾶς, καὶ τῶν λιμένων, καὶ τῆς πυκνός:

Βουλὴν πατήσεις, καὶ στρατηγοὺς κλαστάσεις,

Δήσεις, φυλάξεις, ἐν Πρυτανείῳ λαικάσεις.

Αλ.  Εγώ;

Δη.   σὺ μέντοι· κοὐδέπωγε πάνθ’ ὁρᾷς.

Αλλ’ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ,

Καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.

Αλ.  Καθορῶ.

Δη.   τί δαί; τἀμπόρια, καὶ τὰς ὁλκάδας;

Αλ.  Εγωγε.

Δη.   πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;

Ετι νῦν τὸν ὀφθαλμὸν παράβαλλ’ εἰς Καρίαν

Τὸν δεξιόν, τὸν δ’ ἕτερον εἰς Καρχηδόνα.

Αλ.  Εὐδαιμονήσω γ’ εἰ διαστραφήσομαι.

Δη.  Οὔκ, ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.

Γίγνει γάρ ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,

Ανὴρ μέγιστος.

Αλ.    εἰπέ μοι, καὶ πῶς ἐγὼ

Αλλαντοπώλης ὢν, ἀνὴρ γενήσομαι;

Δη.  Δι’ αὐτὸ γὰρ τοι τοῦτο καὶ γίγνει μέγας;

Οτιὴ πονηρός, κᾲξ ἀγορᾷς εἶ, καὶ θρασύς.

Αλ.  Οὐκ ἀξιῶ’ γὼ’ μαυτὸν ἰσχύειν μέγα.

Δη.  Οἴμοι, τί ποτ’ ἔσθ’ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;

Ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.

Μῶν ἐκ καλῶν εἶ κᾀγαθῶν;

Αλ.      μὰ τοὺς θεούς

Εἴμ’ ἐκ πονηρῶν γ’.

Δη.     ὦ μακάριε τῆς τύχης,

Οἷον πέπονθας ἀγαθὸν εἰς τὰ πράγματα;

Αλ.  Αλλ’, ὦ’ γάθ’, οὐδὲ μουσικὴν ἐπίσταμαι

Πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.

Δη.  Τουτί σε μόνον ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.

Η δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ

Ετ’ ἐστὶν ἀνδρὸς, οὐδὲ χρηστοῦ τοὺς τρόπους,

Αλλ’ εἰς ἀμαθῆ καὶ βδελυρόν: ἀλλὰ μὴ παρῇς

Α σοι διδόασ’ ἐν τοῖς λογίοισιν οἱ θεοί.

Αλ.  Πῶς δῆτά φήσ’ ὁ χρησμός;

Δη.      εὖ νὴ τοὺς θεούς:

Καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·

Αλλ’ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης

Παμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,

Δὴ τὸτε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,

Κοιλιοπώλῃσι δὲ θεὸς μέγα κῦδος ὀπάζει,

Αἴκεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.

Αλ.  Πῶς οὖν πρὸς ἐμὲ ταῦτ’ ἐστίν; ἀναδίδασκέ με.

Δη.  Βυρσαίετος μὲν ὁ Παφλαγὼν ἔσθ’ οὑτοσὶ.

Αλ.  Τί δ’ ἀγκυλοχήλης ἐστίν;

Δη.      αὐτό που λέγει

Οτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.

Αλ.  Ο δράκων δὲ πρὸς τί;

Δη.     τοῦτο περιφανέστατον.

Ο δράκων γάρ ἐστι μακρὸν, ἀλλᾶς τ’ αὖ μακρὸν.

Εἶθ’ αἱματοπώτης ἔστὶν, ὅ τ’ ἀλλᾶς, χὠ δράκων.

Τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον

Ηδη κρατήσειν, αἴκε μὴ θαλφθῇ λόγοις.

Αλ.  Τὰ μὲν λόγι’ αἰκάλλει με, θαυμάζω δ’ ὅπως

Τὸν δῆμον οἷός τ’ εἴμ’ ἐπιτροπεύειν ἐγώ.

Δη.  Φαυλότατον ἔργον: ταὔθ’ ἅπερ ποιεῖς ποίει.

Τάραττε καὶ χόρδευ’ ὁμοῦ τὰ πράγματα

Απαντα, καὶ τὸν δῆμον αἰεὶ προσποιοῦ,

Υπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.

Τὰ δ’ ἄλλα σοι πρόσεστι δημαγωγικά:

Φωνὴ μιαρὰ, γέγονας κακῶς, ἀγόραιος εἶ.

Εχεις ἅπαντα τὰ πρὸς πολιτείαν ἃ δεῖ,

Χρησμοί τε συμβαίνουσι, καὶ τὸ Πυθικόν.

Αλλὰ στεφανοῦ, καὶ σπένδε τῷ κοαλέμῳ·

Χὤπως ἀμυνεῖ τὸν ἄνδρα;

Αλ.      καὶ τίς ξύμμαχος

Γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι

Δεδίασιν αὐτὸν, ὅ τε πένης βδύλλει λεώς.

Δη.  Αλλ’ εἰσὶν ἱππῇς ἄνδρες ἀγαθοὶ χίλιοι,

Μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι:

Kαὶ τῶν πολιτῶν οἱ καλοί τε κᾀγαθοί:

Καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός:

Κᾀγὼ μετ’ αὐτῶν, χὠ θεὸς ξυλλήψεται.

Καὶ μὴ δέδιθ’, οὐ γάρ ἐστιν ἐξεικασμένος.

Υπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελε

Τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν

Γνωσθήσεται, τὸ γὰρ θέατρον δεξιόν.

Νι.  Oἴμοι κακοδαίμων, ὁ Παφλαγὼν ἐξέρχεται.

Κλ.  Oὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,

Οτιὴ ’πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.

Τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;

Οὐκ ἔσθ’ ὅπως οὐ Χαλκιδέας ἀφίστατον,

Απολεῖσθον, ἀποθανεῖσθον, ὦ μιαρωτάτω.

Δη.  Οὗτος, τί φεύγεις; οὐ μενεῖς ὦ γεννάδα

Αλλαντοπῶλα; μὴ προδῷς τὰ πράγματα.

Ανδρες ἱππῇς παραγίγνεσθε, νῦν ὁ καιρός: ὦ Σίμων,

Ω Παναίτι’, οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;

Ανδρες ἐγγύς: ἀλλ’ ἀμύνου κᾀπαναστρέφου πάλιν.

Ο κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.

Αλλ’ ἀμύνου καὶ δίωκε, καὶ τροπὴν αὐτοῦ ποιοῦ.

Χο.  Παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον

Καὶ τελώνην, καὶ φάραγγα, καὶ χάρυβδιν ἁρπαγῆς,

Καὶ πανοῦργον καὶ πανοῦργον, πολλάκις γὰρ αὔτ’ ἐρῶ·

Καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.

Αλλὰ παῖε καὶ δίωκε, καὶ τάραττε καὶ κύκα,

Καὶ βδελύττου: καὶ γὰρ ἡμεῖς: κᾀπικείμενος βόα.

Εὐλαβοῦ δὲ μὴ’ κφύγῃ σε: καὶ γὰρ οἶδε τὰς ὁδούς,

Ασπερ Εὐκράτης ἔφυγεν εὐθὺ τῶν κυρηβίων.

Κλ.  Ω γέροντες ἠλιασταί φράτερες τριωβόλου,

Οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κᾄδικα,

Παραβοηθεῖθ’, ὡς ὑπ’ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.

Δη.  Εν δίκῃ γ’, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,

Κᾀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν

Οστις αὐτῶν ὠμὸς ἐστιν, ἢ πέπων, ἢ μὴ πέπων.

Κᾔν τιν’ αὐτῶν γνῶς ἀπράγμον’ ὄντα καὶ κεχηνότα,

Καταγαγὼν ἐκ Χεῤῥονήσου, διαβαλών, ἀγκυρίσας,

Εἶτ’ ἀποστρέψας τὸν ὦμον, αὐτὸν ἐνεκολήβασας

Καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,

Πλούσιος, καὶ μὴ πονηρὸς, καὶ τρέμων τὰ πράγματα.

Κλ.  Ξυνεπίκεισθ’ ὑμεῖς, ἐγὼ δ’ ὦ’νδρες δι’ ὑμᾶς τύπτομαι,

Οτε λέγειν γνώμην ἔμελλον: ὡς δίκαιον ἐν πόλει

Εστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.

Χο.  Ως δ’ ἀλαζών; ὡς δὲ μάσθλης; εἶδες οἷ’ ὑπέρχεται;

Ωσπερεὶ γέροντας ἡμᾶς κἀκκοβαλικεύεται.

Αλλ’ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται.

Ην δ’ ὑπεκκλίνῃ γε δευρὶ, πρὸς σκέλος κυρηβάσει.

Κλ.  Ω πόλις καὶ δῆμ’, ὑφ’ οἵων θηρίων γαστρίζομαι.

Δη.  Καὶ κέκραγας, ὥσπερ αἰεὶ τὴν πόλιν καταστρέφεις;

Κλ.  Αλλ’ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτον τρέψομαι.

Χο.  Αλλ’ ἐὰν μὲντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·

Ην δ’ ἀναιδείᾳ παρέλθῃς, ἡμέτερος ὁ πυραμοῦς.

Κλ.  Τουτονὶ τὸν ἄνδρ’ ἐγὼ δείκνυμι, καὶ φήμ’ ἐξάγειν

Ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.

Αλ.  Ναὶ μὰ Δία: κᾄγωγε τοῦτον ὅτι κενῇ τῇ κοιλίᾳ

Εσδραμὼν ἐς τὸ Πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέα.

Δη.  Νὴ Δί’ ’ἐξαγαγών γε τὰ’ πόῤῥηθ’ ἅμ’ ἄρτον, καὶ κρέας,

Καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.

Κλ.  Αποθανεῖσθον αὐτίκα μάλα.

Αλ.  Τριπλάσιον κεκράξομαί σου.

Κλ.  Καταβοήσομαι βοῶν σε.

Αλ.  Κατακεκράξομαί σου κράζων.

Κλ.  Διαβαλῶ σ’ ἐὰν στρατηγῇς.

Αλ.  Κυνοκοπήσω σου τὸ νῶτον.

Κλ.  Περιελῶ σ’ ἀλαζονείας. 

Αλ.  Υποτεμοῦμαι τὰς ὁδούς σου.

Κλ.  Βλέψον ἐις ἔμ’ ἀσκαρδάμυκτον.

Αλ.  Εν ἀγορᾷ κᾀγὼ τέθραμμαι.

Κλ.  Διαφορήσω σ’ εἴ τι γρύζεις.

Αλ.  Κοπροφορήσω σ’ ἐι λαλήσεις.

Κλ.  Ομολογῶ κλέπτειν· σὺ δ’ οὐχί;

Αλ.  νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον.

Κᾀπιορκῶ γε βλεπόντων.

Κλ.  Αλλότρια τοίνυν σοφίζει.

Καί σε φανῶ τοῖς Πρυτάνεσιν.

Αδεκατεύτους τῶν θεῶν ἱε-

ρὰς ἔχοντα κοιλίας.

Χο.  Α μιαρὲ καὶ βδελυρὲ,

Καὶ κεκράκτα. τοῦ σοῦ θράσους

Πᾶσα μὲν γῆ πλέα,

Πᾶσα δ’ ἐκκλησία,

Καὶ τέλη, καὶ γραφαὶ

Καὶ δικαστήρι’· ὦ

Βορβοροτάραξι καὶ

Τὴν πόλιν ἅπασαν ἡ-

Μῶν ἀνατετυρβακώς,

Οστις ἡμῖν τὰς Ἀθήνας ἐκκεκώφηκας βοῶν,

Κᾀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.

Κλ.  Οἶδ’ ἐγὼ τὸ πρᾶγμα τοῦθ’ ὅθεν πάλαι καττύεται.

Αλ.  Εἰ δὲ μὴ σύ γ’ οἶσθα κάττυμ’, οὐδ’ ἐγὼ χορδεύματα.

Οστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς,

Τοῖς ἀγροίκοισιν πανούργως ὥστε φαίνεσθαι παχύ,

Καὶ πρὶν ἡμέραν φορῆσαι, μεῖζον ἦν δυοῖν δοχμαῖν.

Δη.  Καὶ νὴ δία; κἀμὲ τοῦτ’ ἔδρασε ταὐτόν, ὥστε κατάγελων

Πάμπολυν τοῖς δημόταισι καὶ τοῖς φίλοις  παρασχεθεῖν.

Πρὶν γὰρ εἶναι Περγασῆσιν, ἔνεον ἐν ταῖς ἐμβάσιν.

Χο. Αρα δῆτ’ οὐκ ἀπ’ ἀρ-

Xῆς ἐδήλους ἀναί-

Δειαν, ἥπερ μόνη

Προστατεῖ τῶν ῥητόρων.

Η σὺ πιστεύων, ἀμέργεις τῶν ξένων τοὺς καρπίμους,

Πρῶτος ὤν: ὁ δ’ Ἱπποδάμου λείβεται θεώμενος.

Αλλ’ ἐφάνη γὰρ ἀνηρ ἕτερος πολὺ

Σοῦ μιαρώτερος, ὥστε με χαίρειν,

Ος σε παύσει, καὶ πάρεστι: δῆλός ἐστιν αὐτόθεν,

Εν πανουργίᾳ τε καὶ θράσει, καὶ κοβαλικεύμασιν.

Αλλ’, ὦ τραφεὶς ὅθεν πέρ εἰσιν ἄνδρες οἵπερ ἐισι,

Νῦν δεῖξον, ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.

Αλ.  Καὶ μὴν ἀκούσαθ’ οἷός ἐστιν οὑτοσὶ πολίτης.

Κλ.  Οὐκ αὖ μ’ ἐάσεις;

Αλ.     μὰ Δί’, ἐπεὶ κᾀγὼ πονηρός εἰμι.

Αλλ’ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.

Δη.  Εὰν δὲ μὴ ταύτῃ γ’ ὑπείκῃ, λέγ’ ὅτι κᾀκ πονηρῶν.

Κλ.  Οὐκ αὖ μ’ ἐάσεις;

Αλ.     μὰ Δία.

Κλ.      ναὶ μὰ Δία;

Αλ.        μὰ τὸν Ποσειδῶ.

Κλ.  Οἴμοι, διαρραγήσομαι.

Αλ.     καὶ μὴν ἐγὼ σ’ οὐ παρήσω.

Δη.  Πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαῤῥαγῆναι.

Κλ.  Τῷ καὶ πεποιθὼς, ἀξιοῖς ἐμοῦ λέγειν ἐναντία;

Αλ.  Οτιὴ λέγειν οἷός τε κᾀγὼ καὶ καρυκοποιεῖν:

Κλ.  Ιδοὺ λέγειν. καλῶς γ’ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι,

Ωμοσπάρακτον παραλαβὼν, μεταχειρίσαιο χρηστῶς.

Αλλ’ οἶσθ’ ὅ μοι πεπονθέναι δοκεῖς ὅπερ τὸ πλῆθος,

Εἴπου δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,

Τὴν νύκτα θρυλλῶν, καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,

Υδωρ τε πίνων,κᾀπιδεικνὺς, τοὺς φίλους τ’ ἀνιῶν,

Ωου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας.

Αλ.  Τὶ δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας ὥστε νυνὶ

Υπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν.

Κλ.  Εμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τιν’; ὅστις εὐθὺς

 Θύννεια θερμὰ καταφαγών, κᾆτ’ ἐπιπιὼν ἀκράτου

Οἴνου χοᾶ, κασαλβάσω τοὺς ἐν πύλῳ στρατηγούς;

Αλ. Εγὼ δέ γ’ ἤνυστρον βοὸς, καὶ κοιλίαν ὑείαν

Καταβροχθίσας, κᾆτ’ ἐκπιὼν τὸν ζωμὸν ἀναπόνιπτος

Λαρυγγιῶ τοὺς ῥήτορας, καὶ Νικίαν λαπάξω.

Δη. Τὰ μὲν ἄλλα μ’ ἤρεσας λέγων, ἓν δ’ οὐ προσίεταί με,

Τῶν πραγμάτων,ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει.

Αλλ’ οὐ λάβρακας καταφαγὼν, Μιλησίους κλονήσεις.

Αλ.  Αλλὰ σχελίδας ἐδηδοκὼς,ὠνήσομαι μέταλλα.

Κλ. Εγὼ δ’ ἐπεισπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.

Αλ. Εγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.

Κλ. Εγὼ δέ γ’ ἐξέλῶ σε τῇ πυγῇ θύραζε κύβδα.

Δη. Νὴ τὸν Ποσειδῶ, κᾀμέ γὰρ ἤνπερ τοῦτον ἕλκῃς.

Κλ. Οἷόν σε δήσω τῷ ξύλῳ.

Αλ.     διώξομαί σε δειλίας.

Κλ. Η βύρσά σου θρανεύσεται.

Αλ. Δερῶ σε θύλακον κλοπῆς.

Κλ.  Διαπατταλευθήσει χαμαί.

Αλ.  Περικόμματ’ ἔκ σου σκευάσω.

Κλ.  Τὰς βλεφαρίδας σου παρατιλῶ.

Αλ.  Τὸν πρηγορεῶνά σοὐκτεμῶ.

Δη.  Καὶ νὴ Δί’ ἐμβαλόντες αὐ-

Τῷ πάτταλον μαγειρικῶς

Εἰς τὸ στόμ’, εἶτα δ’ ἔνδοθεν

Τὴν γλῶτταν ἐξείραντες αὐ-

Τοῦ σκεψόμεσθ’ εὖ κᾀνδρικῶς

Κεχηνότος

Τὸν πρωκτόν εἰ χαλαζᾷ.

Χο.  Ην ἄρα πυρός γ’ ἕτερα θερμότερα,

Καὶ λόγων ἐν πόλει

Τῶν ἀναιδῶν ἀναιδέστεροι.

Καὶ τὸ πρᾶγμ’ οὖν ἦν φαῦλον ὧδ’.

Αλλ’ ἔπιθι καὶ στρόβει,

Μηδὲν ὀλίγον ποίει:

Νῦν γὰρ ἔχεται μέσος.

Ως ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,

Δειλὸν εὑρήσεις: ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.

Αλ.  Αλλ’ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,

Κᾆτ’ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.

Νῦν δὲ τοὺς στάχυς ἐκείνους οὓς ἐκεῖθεν ἤγαγεν

Εν ξύλῳ δήσας ἀφανεῖ, κἀποδόσθαι βούλεται.

Κλ.  οὐ δέδοιχ’ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον

Καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.

Χο.  Ως δὲ πρὸς πᾶν ἀναιδεύεται

Κοὐ μεθίησι τοῦ χρώμα-

Τος τοῦ παρεστηκότος. 

Θε.  Εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον,

Καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.

Χο.  Ω περὶ πάντ’ ἐπὶ πᾶσί τε πράγμασι

Δωροδόκοισιν ἐπ’ ἄνθεσιν ἵζων:

Εἴθε φαύλως ὥσπερ εὗρες ἐκβάλοις τὴν ἔνθεσιν.

Ασαιμι γὰρ τότ’ ἂν μόνον· πῖνε πῖν’ ἐπὶ συμφοραῖς,

Τὸν Ιουλιόν τ’ ἂν οἶμαι γέροντα πουῤῥοπίπην,

Ησθέντα καὶ Παιῶνα δὴ καὶ βακχέβακχον ᾆσαι.

Κλ.  Οὔτοί μ’ ὑπερβαλεῖσθ’ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,

 Η μὴ ποτ’ ἀγοραίου Διὸς σπλάγχνοισι παραγενοίμην.

Αλ.  Εγωγε νὴ τοὺς κονδύλους, οὓς πολλὰ δὴ ’πὶ πολλοῖς

Ηνεσχόμην ἐκ παιδίων μαχαιρίδων τε πληγάς,

Υπερβαλεῖσθαί σ’ οἴομαι τούτοισιν: ἢ μάτην γ’ ἂν

Απὸ μαγδαλιᾶς σιτούμενος τοσοῦτος ἐκτραφείην.

Κλ.  Απὸ μαγδαλιᾶς ὥσπερ κύων; ὦ παμπόνηρε; πῶς οὖν 

Κυνὸς βορὰν σιτούμενος, μαχεῖ σὺ κυνοκεφάλῳ;

Αλ.  Καὶ νὴ Δί’ ἄλλα γ’ ἐστί μου κόβαλα παιδὸς ὄντος .

Εξηπάτων γὰρ τοὺς μαγείρους ἂν λέγων τοιαυτί:

Σκέψασθε, παῖδες. οὐχ ὁρᾶθ’; ὥρα νέα, χελιδὼν.

Οἱ δ’ ἔβλεπον, κᾀγὼ ’ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.

Δη.  Ω δεξιώτατον κρέας ὡς σοφῶς γε προὐνοήσω·

Ωσπερ ἀκαλήφας ἐσθίων, πρὸ χελιδόνων ἔκλεπτες.

Αλ.  Καὶ ταῦτα δρῶν ἐλάνθανόν γ’, εἰ δ’ οὖν ἴδοι τις αὐτῶν,

Αποκρυπτόμενος εἰς τὰ κοχώνα τοὺς θεοὺς ἀπώμνυον.

Ωστ’ εἶπ’ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα,

Οὐκ ἔσθ’ ὅπως ὁ παῖς ὅδ’ οὐ τὸν δῆμον ἐπιτροπεύσει.

Χο.  Εὖ γε ξυνέβαλεν αὔτ’, ἀτὰρ δῆλόν γ’ ἀφ’ οὗ ξυνέγνω,

Οτιὴ ’πιόρκεις θ’ ἡρπακὼς, καὶ κρέας ὁ πρωκτὸς εἶχεν.

Κλ.  Εγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.

Εξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιεὶς,

Ομοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.

Αλ.  Εγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας, εἶτ’ ἀφήσω

Κατὰ κῦμ’ ἐμαυτὸν ὄριον, κλάειν σε μακρὰ κελεύων.

Δη.  Κἄγωγ’, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.

Κλ.  Οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ 

 Κλέψας Ἀθηναίων.

Χο.     ἄθρει καὶ τοῦ ποδὸς παρίει,

Ως οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.

Κλ.  Σὲ δ’ ἐκ Ποτιδαίας ἔχοντ’ εὖ οἶδα δέκα τάλαντα.

Αλ.  Τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾷν;

Χο.  Ανὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει.

Αλ.  Τὸ πνεῦμ’ ἔλαττον γίγνεται.

Κλ.  Φεύξει γραφὰς ἑκατονταλάντους τέτταρας.

Αλ.  Σὺ δ’ ἀστρατείας γ’ εἴκοσιν,

Κλοπῆς δὲ πλεῖν ἢ χιλίας.

Κλ.  Εκ τῶν ἀλιτηρίων σέ φη-

Μὶ γεγονέναι τῶν τῆς θεοῦ.

Αλ.  Τὸν πάππον εἶναί φημί σου

Τῶν δορυφόρων.

Κλ.     ποίων; φράσον.

Αλ.  Τῶν Βυρσίνης τῆς Ἱππίου.

Κλ.  Κόβαλος εἶ.

Αλ.    πανοῦργος εἶ.

Δη.  Παῖ’ ἀνδρικῶς.

Κλ.    Ιοὺ, ἰού.

Τύπτουσί μ’ οἱ ξυνωμόται.

Δη.  Παῖ’ αὐτὸν ἀνδρειότατα:

Γάστριζε καὶ τοῖς ἐντέροις,

Καὶ τοῖς κόλοις,

Χᾤπως κολᾷ τὸν ἄνδρα.

Ω γεννικώτατον κρέας ψυχήν τ’ ἄριστε πάντων,

Καὶ τῇ πόλει σωτὴρ φανεὶς, ἡμῖν τε τοῖς πολίταις:

Ως εὖ τὸν ἄνδρα ποικίλως τ’ ὑπῆλθες ἐν λόγοισιν.

Πῶς ἄν σ’ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;

Κλ.  Ταυτὶ μὰ τὴν Δήμητρά μ’ οὐκ ἐλάνθανε

Τεκταινόμενα τὰ πράγματ’, ἀλλ’ ἠπιστάμην

Γομφούμενά γε τὰ πάντα καὶ κολλώμενα.

Αλ.  Οὔκουν μ’ ἐν Ἄργει γ’ οἷα πράττεις λανθάνει.

Πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,

Ιδίᾳ δ’ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.

Καὶ ταῦτ’ ἐφ’ οἷσίν ἐστι συμφυσώμενα

Εγᾦδ’. ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.

Χο. Εὖ γ’ εὖ γε, χάλκευ’ ἀντὶ τῶν κολλωμένων.

Αλ.  Καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ’ ἐκεῖθεν αὖ:

Καὶ ταῦτά μ’ οὔτ’ ἀργύριον οὔτε χρυσίον

Διδοὺς ἀναπείσεις, οὐδὲ προσπέμπων φίλους,

Οπως ἐγὼ ταῦτ’ οὐκ Ἀθηναίοις φράσω.

Κλ.  Εγὼ μὲν οὖν αὐτίκα μάλ’ εἰς βουλὴν ἰὼν,

Υμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,

Καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς ἐπὶ τῇ πόλει,

Καὶ πάνθ’ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,

Καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.

Αλ.  Πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;

Κλ. Εγώ σε νὴ τὸν Ἡρακλέα καταστορῶ.

Χο.  Αγε δὴ, σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις

Νυνὶ διδάξεις, εἴπερ ἀπεκρύψω τότε

Ες τὰ κοχώνας τὸ κρέας, ὡς αὐτὸς λέγεις.

Θεύσει γὰρ ἄξας ἐς τὸ βουλευτήριον.

Ως οὗτος εἰσπεσὼν, ἐκεῖσε διαβαλεῖ,

Ημᾶς ἅπαντας καὶ κραγὸν κεκράξεται.

Αλ.  Αλλ’ εἶμι, πρῶτον δ’ ὡς ἔχω τὰς κοιλίας.

Καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.

Χο.  Εχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳὶ,

Ιν’ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.

Αλ.  Αλλ’ εὖ λέγεις; καὶ παιδοτριβικῶς ταυτά γε.

Χο.  Εχε νῦν, ἐπέγκαψον λαβὼν ταδί.

Αλ.       τί δαὶ;

Χο.  Ιν’ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ:

Καὶ σπεῦδε ταχέως.

Αλ.     ταῦτα δρῶ.

Χο.       μέμνησό νυν

Δάκνειν, διαβάλλειν, τοὺς λόφους κατεσθίειν,

Χὤπως τὰ κάλλαι’ ἀποφαγὼν ἥξεις πάλιν.

 

ΚΟΜΜΑΤΙΟΝ.

 

Χο.  Αλλ’ ἴθι χαίρων, καὶ πράξειας

Κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι

Ζεὺς ἀγοραῖος· καὶ νικήσας,

Αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς

Ελθοις στεφάνοις κατάπαστος.

Υμεῖς δ’ ἡμῖν προσέχετε τὸν νοῦν

Τοῖς ἀναπαίστοις, ὦ παντοίας

Ηδη Μούσης πειραθέντες καθ’ ἑαυτούς.

 

ΠΑΡΑΒΑΣΙΣ.

 

Εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς

Ηνάγκαζεν ἔπη λέξοντας γ’ ἐς τὸ θέατρον παραβῆναι,

Οὐκ ἂν φαύλως ἔτυχεν τούτου:νῦν δ’ ἄξιός ἐσθ’ ὁ ποιητής,

Οτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ, τολμᾷ τε λέγειν τὰ δίκαια,

Καὶ γενναίως πρὸς τὸν Τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην:

Α δὲ θαυμάζειν ὑμῶν φησὶ πολλοὺς αὐτῷ προσιόντας,

Καὶ βασανίζειν, ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθ’ ἑαυτόν,

Ημᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ

Οὐχ ὑπ’ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων

Κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων:

Πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι.

Υμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας

Kαὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας.

Tοῦτο μὲν εἰδὼς ἅ’παθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις.

Oς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα.

Πάσας δ’ ὑμῖν φωνὰς ἱεὶς, καὶ ψάλλων, καὶ πτερυγίζων,

Καὶ λυδίζων, καὶ ψηνίζων,καὶ βαπτόμενος βατραχείοις,

Οὐκ ἐξήρκεσεν. ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφ’ ἥβης,

Εξεβλήθη πρεσβύτης ὢν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη.

Εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτ’ ἐπαίνῳ.

Διὰ τῶν ἀφελῶν πεδίων ἔῤῥει: καὶ τῆς στάσεως παρασύρων,

Εφόρει τὰς δρῦς,καὶ τὰς πλατάνους,καὶ τοὺς ἐχθροὺς προθελύμνους.

Ασαι δ’ οὐκ ἦν ἐν ξυμποσίῳ , πλὴν δωροῖ συκοπέδιλε,

Καὶ τέκτονες εὐπαλάμων ὕμνων: οὕτως ἤνθησεν ἐκεῖνος.

Νυνὶ δ’ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ’ οὐκ ἐλεεῖτε,

Εκπιπτουσῶν τῶν ἠλέκτρων, καὶ τοῦ τόνου οὐκέτ’ ἐνόντος,

Τῶν θ’ ἁρμονιῶν διαχασκουσῶν:ἀλλὰ γέρων ὢν, περιέῤῥει

Ωσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὗον, δίψῃ δ’ ἀπολωλὼς.

Ον χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ,

Καὶ μὴ ληρεῖν, ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.

Οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς.

Ος ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν,

Απὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας.

Χ’οὖτος μέντοι μόλις ἀντήρκει, τοτὲ μὲν πίπτων, τοτὲ δ’ οὐχί.

Ταῦτ’ ὀῤῥωδῶν διέτριβεν ἀεί:καὶ πρὸς τούτοισιν ἔφασκεν,

Ερέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν,

Κᾆτ’ ἐντεῦθεν πρῳρατεῦσαι, καὶ τοὺς ἀνέμους διαθρῆσαι,

Κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων,

Οτι σωφρονικῶς οὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει,

Αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ’ ἐφ’ ἕνδεκα κώπαις

Θόρυβον χρηστὸν Ληναΐτην,

Ιν’ ὁ ποιητὴς ἀπίῃ χαίρων,

Κατὰ νοῦν πράξας,

Φαιδρὸς λάμποντι μετώπω.

 

ΣΤΡΟΦΗ.

 

Ιππι’ ἄναξ Πόσειδον, ᾧ

Χαλκοκρότων ἵππων κτύπος

Καὶ χρεμετισμὸς ἁνδάνει,

Καὶ κυανέμβολοι θοαὶ

Μισθοφόροι τριήρεις,

Μειρακίων θ’ ἅμιλλα λαμ-

Πρυνομένων ἐν ἅρμασιν,

Καὶ βαρυδαιμονούντων:

Δεῦρ’ ἔλθ’ εἰς χορόν, ὦ χρυσοτρίαιν’, ὦ

Δελφίνων μεδέων Σουνιάρατε,

Ω Γεραίστιε παῖ Κρόνου,

Φορμίωνί τε φίλτατ’ ἐκ

Τῶν ἄλλων τε θεῶν Ἀθη-

Ναίοις πρὸς τὸ παρεστός.

 

ΕΠΙΡΡΗΜΑ.

 

Εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι

Ανδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου:

Οἵτινες πεζαῖς μάχαισιν, ἔντε ναυφάρκτῳ στρατῷ

Πανταχοῦ νικῶντες ἀεὶ τήνδ’ ἐκόσμησαν πόλιν.

Οὐ γὰρ οὐδεὶς πώποτ’ αὐτῶν τοὺς ἐναντίους ἰδὼν

Ηρίθμησεν, ἀλλ’ ὁ θυμὸς εὐθὺς ἦν ἀμυνίας.

Εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον ἐν μάχῃ τινὶ,

Ταῦτ’ ἀπεψήσαντ’ ἄν, εἶτ’ ἠρνοῦντο μὴ πεπτωκέναι,

Αλλὰ διεπάλαιον αὖθις, καὶ στρατηγὸς οὐδ’ ἄν εἷς

Τῶν πρὸ τοῦ σίτησιν ᾔτησ’ ἐρόμενος Κλεαίνετον.

Νῦν δ’ ἐὰν μὴ προεδρίαν φέρωσι, καὶ τὰ σιτία,

Οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δ’ ἀξιοῦμεν τῇ πόλει

Προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις:

Καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνως,

Ην ποτ’ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,

Μὴ φθονεῖθ’ ἡμῖν κομῶσι μηδ’ ἀνεστλεγγισμένοις.

 

ΑΝΤΩΔΗ ΚΑΙ ΑΝΤΙΣΤΡΟΦΗ.

 

Ω πολιοῦχε Παλλάς, ὦ

Τῆς ἱερωτάτης ἅπα-

Σῶν πολέμῳ τε καὶ ποιη-

Ταῖς δυνάμει θ’ ὑπερφερού-

Σης μεδέουσα χώρας:

Δεῦρ’ ἀφικοῦ λαβοῦσα τὴν

Εν στρατιαῖς τε καὶ μάχαις

Ημετέραν ξυνεργὸν,

Νίκην, ἣ Χαρίτων ἐστὶν ἑταίρα,

Τοῖς τ’ ἐχθροῖσι μεθ’ ἡμῶν στασιάζει.

Νῦν οὖν δεῦρο φάνηθι.δεῖ

Γὰρ τοῖς ἀνδράσι τοῖσδε, πά-

Σῃ τέχνῃ πορίσαι σε νί-

Κην, εἴπερ ποτέ, καὶ νῦν.

 

ΑΝΤΕΠΙΡΡΗΜΑ.

 

Α ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ’ ἐπαινέσαι,

Αξιοι δ’ εἴσ’ εὐλογεῖσθαι. πολλὰ γὰρ δὴ πράγματα

Ξυνδιήνεγκαν μεθ’ ἡμῶν, ἐσβολάς τε καὶ μάχας.

Αλλὰ τἀν τῇ γῇ μὲν αὐτῶν, οὐκ ἄγαν θαυμάζομεν:

Ως, ὅτ’ ἐις τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,

Πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα:

Εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ,

Εμβαλόντες ἂν ἐφρυάξαν ἱππαπαῖ, τίς ἐμβαλεῖ;

Ληπτέον μᾶλλον:τί δρῶμεν; οὐκ ἐλᾷς, ὦ Σαμφόρα;

Εξεπήδων τ’ εἰς Κόρινθον: εἶτα δ’ οἱ νεώτατοι

Ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς,καὶ μετῇσαν βρώματα:

Ησθιον δὲ τοὺς παγούρους ἀντὶ πόας μηδικῆς,

Εἴτις ἐξέρποι θύραζε, κἀκ βυθοῦ θηρώμενοι.

Ως τ’ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον.

Δεινά γ’, ὦ Πόσειδον, εἰ μηδ’ ἐν βυθῷ δυνήσομαι,

Μήτε γῇ, μήτ’ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.

Χο.  Ω φίλτατ’ ἀνδρῶν καὶ νεανικώτατε,

Οσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα;

Kαὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,

Aγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ’ ἠγωνίσω.

Αλ.  Tί δ’ ἄλλο γ’ εἰ μὴ Νικόβουλος ἐγενόμην;

Χο.  Nῦν ἄρ’ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολῦξαι.

Ω καλὰ λέγων, πολὺ δ’ ἀμείνον’ ἔτι τῶν λόγων

Εἰργασμένε, εἴθ’ ἐπέλ-

θοις ἅπαντά μοι σαφῶς.

Ως ἐγώ μοι δοκῶ

 Κἂν μακρὰν ὁδὸν διελθεῖν ὥστ’ ἀκοῦσαι.

Πρὸς τάδ’, ὦ βέλτιστε, θαρρήσας λέγ’, ὡς ἅ-

Παντες ἡδόμεσθά σοι.

Αλ.  Καὶ μὴν ἀκοῦσαί γ’ ἄξιον τῶν πραγμάτων.

Εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ’ ἱέμην.

Οδ’ ἄρ’ ἔνδον ἐλασίβροντ’ ἀναρρηγνὺς ἔπη,

Τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,

Κρημνοὺς ἐρείπων, καὶ ξυνωμότας λέγων.

Πιθανώτατα δ’ ἡ βουλὴ γ’ ἅπασ’ ἀκροωμένη,

Εγένεθ’ ὑπ’ αὐτοῦ ψευδατραφάξυος πλέα,

Κἄβλεψε νᾶπυ, καὶ τὰ μέτωπ’ ἀνέσπασε.

Κἄγωγ’ ὅτε δὴ ’γνων ἐνδεχομένην τοὺς λόγους,

Καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,

Αγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δ’ ἐγὼ,

Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθωνες,

Αγορά τ’ ἐν ᾗ παῖς ὢν, ἐπαιδεύθην ἐγὼ:

Νῦν μοι θράσος καὶ γλῶσσαν εὔπορον δότε,

Φωνήν τ’ ἀναιδῆ. ταῦτα φροντίζοντί μοι,

Εκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνὴρ.

Κᾷγὼ προσέκυσα, κᾆτα τῷ πρωκτῷ θένων

Τὴν κιγκλίδ’ ἐξήραξα, κᾀναχανὼν μέγα,

Ανέκραγον:ὦ βουλὴ: λόγους ἀγαθοὺς φέρων,

Εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι,

Εξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατεῤῥάγη,

Οὐ πώποτ’ ἀφύας εἶδον ἀξιωτέρας.

Τῶν δ’ εὐθέως τὰ πρόσωπα διεγαλήνισαν,

Εἶτ’ ἐστεφάνουν μ’, εὐαγγέλια κᾀγὼ· φρασα

Αὐτοῖς, ἀπόῤῥητον ποιησάμενος ταχὺ,

Ινα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,

Τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.

Οἵδ’ ἀνεκρότησαν καὶ πρὸς ἔμ’ ἐκεχήνεσαν.

Οδ’ ὑπονοήσας, ὁ Παφλαγών, εἰδὼς ἄρα

Οἷς ἥδεθ’ ἡ βουλὴ μάλιστα ῥήμασι,

Γνώμην ἔλεξεν: ἄνδρες, ἤδη μοι δοκεῖ,

Επὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις,

Εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.

Επένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν:

Κᾄγωγ’ ὅτε δὴ ’γνων τοῖς βολίτοις ἡττώμενος,

Διηκοσίησι βουσὶν ὑπερηκόντισα.

Τῇ δ’ ἀγροτέρᾳ κατὰ χιλίων παρήνεσα

Εὐχὴν ποιήσασθαι χιμάρων ἐςαύριον,

Αἱ τριχίδες εἰ γενοίαθ’ ἑκατὸν τοὐβολοῦ.

Εκαραδόκησεν ἐις ἔμ’ ἡ βουλὴ πάλιν.

Ο δὲ ταῦτ’ ἀκούσας, ἐκπλαγεὶς ἐφληνάφα,

Κᾆθ’ εἷλκον αὐτὸν οἱ Πρυτάνεις, χοἰ τοξόται:

Οἵδ’ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες.

Οδ’ ἠντεβόλει γ’ αὐτοὺς ὀλίγον μεῖναι χρόνον,

Ιν’ ἅτθ’ ὁ κήρυξ ὁὐκ Λακεδαίμονος λέγει,

Πύθησθ’: ἀφῖκται γὰρ περὶ σπονδῶν λέγων.

Οἱδ’ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον,

Νυνὶ περὶ σπονδῶν; ἐπειδή γ’, ὦ μέλε

Ησθοντο τὰς ἀφύας παρ’ ἡμῖν ἀξίας,

Οὐ δεόμεθα σπονδῶν: ὁ πόλεμος ἑρπέτω.

Εκεκράγεσάν τε τοὺς πρυτάνεις ἀπιέναι,

Εἶθ’ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχοῦ.

Εγὼ δὲ τὰ κορίανν’ ἐπριάμην ὑποδραμὼν

Απαντα, τά τε γήτει’ ὅσ’ ἦν ἐν τἀγορᾷ.

Επειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα,

Αποροῦσιν αὐτοῖς προῖκα κᾀχαριζόμην.

Οἵδ’ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με

Απαντες οὕτως, ὥστε τὴν βουλὴν ὅλην

Οβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.

 

ΑΝΤΙΣΤΡΟΦΗ.

 

Πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα.

Εὗρε δ’ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις

Μείζοσι κεκασμένον,

Καὶ δόλοισι ποικίλοις,

Ρήμασί θ’ αἱμύλοις.

Αλλ’ ὅπως ἀγωνιεῖ φρόντιζε τἀ’πί-

Λοιπ’ ἄριστα· ξυμμάχους δ’ ἡμᾶς ἔχων εὔ-

Νους ἐπίστασαι πάλαι.

Αλ.  Καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,

Ωθῶν κολόκυμα, καὶ ταράττων καὶ κυκῶν,

Ως δὴ καταπιόμενός με, μορμώ, τοῦ θράσους.

Kλ.  Εἰ μή σ’ ἀπολέσαιμ’ εἴ τι τῶν αὐτῶν ἐμοὶ

Ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.

Αλ.  Ησθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,

Απεπυδάρισα, μόθωνα περιεκόκκασα.

Κλ.  Οὔτοι μὰ τὴν Δήμητρ’ ἐὰν μή σ’ ἐκφάγω

Εκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.

Αλ.  Ην μὴ ’κφάγῃς; ἐγὼ δέ γ’, εἰ μή σ’ ἐκπίω,

Κᾳπεκροφήσας, αὐτὸς ἐπιδιαῤῥαγῶ.

Κλ.  Απολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ πύλου.

Αλ.  Ιδοὺ προεδρίαν, οἷον ὄψομαί σ’ ἐγὼ

Εκ τῆς προεδρίας ἔσχατον θεώμενον;

Κλ.  Εν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανὸν.

Αλ.  Ως ὀξύθυμος, φέρε, τί σοι δῶ καταφαγεῖν;

Επὶ τῷ φάγοις ἥδιστ’ ἄν; ἐπὶ βαλλαντίῳ;

Κλ.  Εξαρπάσομαί σου τοῖς ὄνυξι τἂ’ντερα.

Αλ.  Aπονυχιῶ σου τἀν Πρυτανείῳ σιτία.

Κλ.  Ελξω σε πρὸς τὸν δῆμον,ἵνα δῷς μοι δίκην.

Αλ.  Κᾀγὼ δέ σ’ ἕλξω, καὶ διαβαλῶ πλείονα.

Κλ.  Αλλ’, ὦ πόνηρε, σοὶ μὲν οὐδὲν πείσεται.

Εγὼ δ’ ἐκείνου καταγελῶ γ’ ὅσον θέλω.

Αλ.  Ως σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.

Κλ.  Επίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.

Αλ.  Καθώς περ αἱ τίτθαι γε σιτίζεις κακῶς:

Μασώμενος γὰρ, τῷ μὲν ὀλίγον ἐντιθεῖς,

Αὐτός δ’ ἐκείνου τριπλάσιον κατέσπακας.

Κλ.  Καὶ νὴ Δί’ ὑπό γε δεξιότητος τῆς ἐμῆς,

Δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.

Αλ.  Χὠ πρωκτὸς οὑμὸς, τουτογὶ σοφίζεται.

Κλ.  Οὐκ ὦ γάθ’ ἐν βουλῇ με δόξεις καθυβρίσαι,

Ιωμεν εἰς τὸν δῆμον.

Αλ.     οὐδὲν κωλύει.

Ιδού, βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.

Κλ.  Ω δῆμε, δεῦρ’ ἔξελθε, νὴ Δί’ ὦ πάτερ.

Αλ.  Εξελθε δῆτ’ ὦ δημίδιον φίλτατον.

Δη.  Τίνες οἱ βοῶντες; οὐκ ἄπιτ’ ἀπὸ τῆς θύρας;

Τὴν εἰρεσιώνην μου κατεσπαράξατε.

Κλ.  Εξελθ’ ἵν’ εἰδῇς οἷάπερ γ’ ὑβρίζομαι.

Δη.  Tίς, ὦ Παφλαγών, ἀδικεῖ σε;

Κλ.      διὰ σὲ τύπτομαι

Yπὸ τουτουὶ καὶ τῶν νεανίσκων.

Δη.       τιή;

Κλ.  Oτιὴ φιλῶ σ’ ὦ δῆμ’ ἐραστής τ’ εἰμὶ σός.

Δη.  Σὺ δ’ εἶ τίς ἐτεόν;

Αλ.    ἀντεραστὴς τουτουὶ,

Ερῶν πάλαι σου,βουλόμενός τέ σ’ εὖ ποιεῖν,

Aλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί,

Aλλ’ οὐχ οἷοίτ’ ἐσμὲν διὰ τουτονὶ. σὺ γὰρ

Ομοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις.

Τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,

Σαυτὸν δὲ λυχνοπώλαισι, καὶ νευροῤῥάφοις,

Καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.

Κλ.  Εὖ γὰρ ποιῶ τὸν δῆμον.

Αλ.     εἰπέ μοι, τί δρῶν;

Κλ.  Οτι τοὺς στρατηγοὺς ὑποδραμὼν τοὺς ἐκ Πύλου,

Πλεύσας ἐκεῖσε τοὺς Λάκωνας ἤγαγον.

Αλ.  Εγὼ δὲ περιπατῶν γ’ ἀπ’ ἐργαστηρίου

Εψοντος ἑτέρου τὴν χύτραν ὑφειλόμην.

Κλ.  Καὶ μὴν ποιήσας αὐτίκα μάλ’ ἐκκλησίαν

Ωδῆμ’, ἵν’ εἰδῇς ὁπότερος νῷν ἐστί σοι

Εὐνούστερος: διάκρινον, ἵν’ ἐκεῖνον φιλῇς.

Αλ.  Nαὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ’ν τῇ πνυκὶ.

Δη.  Οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.

Αλλ’ ἐις τὸ πρόσθε χρὴ παρεῖν ἐις τὴν πνύκα.

Αλ.  Οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ’: ὁ γὰρ γέρων

Οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος:

Οταν δ’ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,

Κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.

 

ΣΤΡΟΦΗ.

 

Νῦν δεῖ σε πάντα δὴ κάλων ἐξιέναι σεαυτοῦ,

Καὶ λῆμα θούριον φορεῖν, καὶ λόγους ἀφύκτους

Οτοισι τόνδ’ ὑπερβαλεῖ: ποικίλος γὰρ ἁνὴρ

Κᾀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.

Πρὸς ταῦθ’ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς εἰς τὸν ἄνδρα;

Αλλὰ φυλάττου, καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι,πρότερος σὺ

Τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.

Κλ.  Τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ, τῇ τῆς πόλεως μεδεούσῃ

Εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι

Βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβάκχαν,

Ωσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν τῷ Πρυτανείῳ.

Εἰ δέ σε μισῶ καὶ μὴ περί σου μάχομαι μόνος ἀντιβεβηκώς,

Απολοίμην, καὶ διαπρισθείην, κατατμηθείην τε λέπαδνα.

Αλ.  Κᾄγωγ’ ὦ δῆμ’ εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς

Εψοίμην ἐν περικομματίοις, κ’εἰ μὴ τούτοισι πέποιθας,

Επὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,

Καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς κεραμεικόν.

Κλ.  Καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν, ὦ Δῆμε, γένοιτο πολίτης;

 Ος πρῶτα μὲν ἡνίκ’ ἐβούλευόν σοι,χρήματα πλεῖστ’ ἀπέδειξα

Εν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν, τοὺς δ’ ἄγχων, τοὺς δὲ μεταιτῶν,

Οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.

Αλ.  Τοῦτο μέν ὦ δῆμ’ οὐδὲν σεμνόν, κᾀγὼ γὰρ τοῦτό σε δράσω,

Αρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.

Ως δ’ οὐχὶ φιλεῖ σ’ οὐδ’ ἔστ’ εὔνους, τοῦτ’ αὐτό σε πρῶτα διδάξω,

Αλλ’ ἢ διὰ τοῦτ’ αὔθ’ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.

Σὲ γάρ ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,

Καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας.

Επὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως.

Οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω: ἀλλ’ ἐπαναίρου,

Κᾆτα καθίζου μαλακῶς , ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.

Δη. Ανθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;

Τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.

Κλ.  Ως ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.

Αλ.  Καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.

Κλ.  Καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων

Η μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.

Αλ.  Καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ’ ἐν ταῖς φιδάκναισι,

Καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον,οὐκ ἐλεαίρεις,

Αλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος

Τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τ’ ἀπελαύνεις,

Εκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.

Κλ.  Ινα γ’ Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν,

Ως τοῦτον δεῖ ποτ’ ἐν Ἀρκαδίᾳ πεντωβόλου ἠλιάσασθαι,

Ην ἀναμείνῃ:πάντως δ’ αὐτὸν θρέψω ’γὼ καὶ θεραπεύσω,

Εξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.

Αλ.  Οὐχ ἵνα γ’ ἄρξῃ μὰ Δί’ Ἀρκαδίας προνοούμενος, ἀλλ’ ἵνα μᾶλλον

Σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος

Υπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου:

Αλλ’ ὑπ’ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ,

Εἰ δέ ποτ’ ἐις Αγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ,

καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ εἰς λόγον ἔλθῃ,

Γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου.

Εἶθ’ ἥξει σοι δριμὺς ἄγροικος, κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων

Α σὺ γιγνώσκων τόνδ’ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σεαυτοῦ.

Κλ.  Οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ’ ἔστ’ ἐμὲ καὶ διαβάλλειν

Πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ,

Νὴ τὴν Δήμητρα, Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;

Αλ.  ὦ πόλις Ἄργους, κλύεθ’ οἷα λέγει; σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις,

Ος ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,

Καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,

Αφελών τ’ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκε;

Σὺ δ’ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι,

Διατειχίζων καὶ χρησμῳδῶν ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.

Κᾀκεῖνος μὲν φεύγει τὴν γῆν, σὺ δ’ Ἀχιλλείων ἀπομάττει.

Κλ.  Οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ δῆμ’ ἐστίν μ’ ὑπὸ τούτου,

Οτιή σε φιλῶ;

Δη.    παῦ παῦ’, οὗτος, καὶ μὴ σκέρβολλε πονηρὰ:

Πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθεις ἐγκρυφιάζων.

Αλ.  Μιαρώτατος, ὦ δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακὼς.

Οπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς

Τῶν εὐθυνῶν ἐκκαυλίζων,

Καταβροχθίζει, κᾀμφοῖν χειροῖν

Μυστιλᾶται τῶν δημοσίων.

Κλ.  Οὐ χαιρήσεις, ἀλλά σε κλέπτον-

Θ’ αἱρήσω ’γὼ τρεῖς μυριάδας.

Αλ.  Τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,

Μιαρώτατος ὢν περὶ τὸν δῆμον

Τὸν Ἀθηναίων; καί σ’ ἐπιδείξω

Νὴ τὴν Δήμητρ’, ἢ μὴ ζῴην,

Δωροδοκήσαντ’ ἐκ Μυτιλήνης πλεῖν ἢ μνᾶς τετταράκοντα.

 

ΑΝΤΙΣΤΡΟΦΗ.

 

Χο.  Ω πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,

Ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδ’ ἐποίσεις,

Μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις

Τἀν τῇ πόλει, τῶν ξυμμάχων τ’ ἄρξεις ἔχων τρίαιναν,

Η πολλὰ χρήματ’ ἐργάσει, σείων τε καὶ ταράττων.

Καὶ μὴ μεθῇς τὸν ἄνδρ’, ἐπειδή σοι λαβὴν δέδωκεν,

Κατεργάσει γὰρ ῥᾳδίως, πλευρὰς ἔχων τοιαύτας.

Κλ.  Οὐκ ὦ’ γαθοὶ ταῦτ’ ἐστί πω ταύτη, μὰ τὸν Ποσειδῶ:

Εμοὶ γάρ ἐστ’ εἰργασμένον τοιοῦτον ἔργον, ὥς τε

Απαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,

Εως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπὸν.

Αλ.  Επίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.

Οὐ γάρ σ’ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας

Ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.

Αλλ’ ἐστὶ τοῦτ’ ὦ δῆμε μηχάνημ’, ἵν’ ἢν σὺ βούλῃ

Τὸν ἄνδρα κολάσαι τουτονὶ, σοι τοῦτο μὴ ’κγένηται.

Ορᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν

Νεανιῶν: τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι

Καὶ τυροπῶλαι: τοῦτο δ’ ἐις ἕν ἐστι συγκεκυφός,

ὥστ’ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα,

Νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας, θέοντες

Τὰς ἐισβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.

Δη.  Οἴμοι τάλας, ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε,

Οσον με παρεκόπτου χρόνον, τοιαῦτα κρουσιδημῶν;

Κλ.  Ω δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδ’ οἰηθῇς

Εμοῦ ποθ’ εὑρήσειν φίλον βελτίον’, ὅστις εἷς ὤν,

Επαυσα τοὺς συνωμότας: καί μ’ οὐ λέληθεν οὐδὲν

Εν τῇ πόλει συνιστάμενον, ἀλλ’ εὐθέως κέκραγα.

Αλ.  Οπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας:

Οταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδὲν:

Εὰν δ’ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,

Αἱροῦσι: καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.

Εν δ’ εἰπέ μοι τοσουτονί: σκύτη τοσαῦτα πωλῶν,

Εδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ,

Ταῖς ἐμβάσιν, φάσκων φιλεῖν;

Δη.      οὐ δῆτα μὰ τὸν Ἀπόλλω.

Αλ.  Εγνωκας οὖν δῆτ’ αὐτὸν οἷός ἐστιν; ἀλλ’ ἐγώ σοι,

Ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.

Δη.  Κρίνω σ’ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ’ ἄριστον,

Εὐνούστατόν τε τῇ πόλει, καὶ τοῖσι δακτύλοισιν.

Κλ.  Οὐ δεινὸν οὖν δῆτ’ ἐμβάδας τοσουτονὶ δύνασθαι;

Εμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας, ὅστις

Επαυσα τοὺς κινουμένους, τὸν γρῦπον ἐξαλείψας;

Αλ.  Oὔκουν σε ταῦτα δῆτα δεινόν ἐστι πρωκτοτηρεῖν,

Παῦσαί τε τοὺς κινουμένους: κοὐκ ἔσθ’ ὅπως ἐκείνους

Οὐχὶ φθονῶν ἔπαυσας ἵνα μὴ ῥήτορες γένωνται.

Τοῦτον δ’ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικουτονὶ,

 Οὐ πώποτ’ ἀμφιμασχάλου τὸν δῆμον ἠξίωσας,

Χειμῶνος ὄντος· ἀλλ’ ἐγώ σοι τουτονὶ δίδωμι.

Δη.  Τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ’ ἐπενόησεν,

Καὶ τοι σοφὸν κᾀκεῖν’ ὁ Πειραιεύς. ἔμοιγε μέντοι

Οὐ μεῖζον εἶναι φαίνετ’ ἐξεύρημα τοῦ χιτῶνος.

Κλ.  Οἴμοι τάλας, οἵοις πιθηκισμοῖς με περιελαύνεις;

Αλ.  Οὔκ, ἀλλ’ ὅπερ πίνων ἀνὴρ πέπονθ’ ὅταν χεσείῃ,

Τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.

Κλ.  Αλλ’ οὐχ ὑπερβαλεῖ με θωπείαις: ἐγὼ γὰρ αὐτὸν

Προσαμφιῶ τοδί, σὺ δ’ οἴμωζ’, ὦ πονήρ’.

Δη.        ἰαιβοῖ.

Οὐκ ἐς κόρακας ἀποφθερεῖ, βύρσης κάκιστον ὄζον;

Αλ.  Καὶ τοῦτ’ ἐπίτηδές σε περιήμπεσχ’, ἵνα σ’ ἀποπνίξῃ.

Καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθ’ ἐκεῖνον

Τοῦ σιλφίου τὸν ἄξιον γενόμενον;

Δη.       οἶδα μέντοι.

Αλ.  Επίτηδες οὗτος αὐτὸν ἔσπευσ’ ἄξιον γενέσθαι,

Ιν’ ἐσθίοιτ’ ὠνούμενοι, κᾄπειτ’ ἐν Ηλιαίᾳ

Βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταὶ.

Δη.  Νὴ τὸν Ποσειδῶ, καὶ πρὸς ἐμὲ τοῦτ’ εἶπ’ ἀνὴρ κόπριος.

Αλ.  Οὐ γὰρ τόθ’ ὑμεῖς βδεόμενοι δήπου ’γένεσθε πυῤῥοί;

Δη.  Καὶ νὴ Δί’ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.

Κλ.  Οἵοισί μ’ ὦ πόνηρε βωμολοχεύμασι ταράττεις;

Αλ.  H γὰρ θεός μ’ ἐκέλευε νικῆσαί σ’ ἀλαζονείᾳ.

Κλ.  Αλλ’ οὔ με νικήσεις:ἐγὼ γάρ φημί σοι παρέξειν

Ω δῆμε μηδὲν δρῶντι, μισθοῦ τρύβλιον ῥοφῆσαι.

Αλ.  Κᾀγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι,

Τἂν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.

Κλ.  Εγὼ δὲ τὰς πολιὰς γέ σου’ κλέγων, νέον ποιήσω.

Αλ.  Iδοὺ δέχου κέρκον λαγῶ, τὠφθαλμιδίω περιψῆν.

Κλ.  Απομυξάμενος ὦ δῆμ’ ἐμοῦ πρὸς τὴν κεφαλὴν ἀποψῶ.

Αλ. ἐμοῦ μὲν οὖν, ἐμοῦ μὲν οὖν.

Κλ.  ἐγώ σε ποιήσω τριη-

Ραρχεῖν,ἀναλίσκοντα τῶν

Σαυτοῦ, παλαιὰν ναῦν ἔχον-

Τ’,ἐις ἣν ἀναλῶν οὐκ έφέ-

Ξεις οὐδὲ ναυπηγούμενος.

Διαμηχανήσομαί θ’ὅπως

Αν ἱστίον σαπρὸν λάβῃς.

Χο.  Ανὴρ παφλάζει, παῦε παῦ’

Υπερζέων, ὑφελκτέον

Δὲ τῶν δάλιων, ἀπαρυστέον

Τὲ τῶν ἀπειλῶν ταυτηί.

Κλ.  Δώσεις ἐμοὶ καλὴν δίκην,

Ιπούμενος ταῖς εἰσφοραῖς:

  Εγὼ γὰρ ἐις τοὺς πλουσίους

Σπεύσω σ’ ὅπως ἂν ἐγγραφῇς.

Αλ.  Εγὼ δ’ἀπειλήσω μὲν οὐ-

Δέν, εὔχομαι δέ σοι ταδί.

  τὰ μὲν τάγηνον τευθίδων

Eφεστάναι σίζον: σὲ δὲ

  Γνώμην ἐρεῖν μέλλοντα περὶ

Μιλησίων, καὶ κερδανεῖν

  Τάλαντον ἢν κατεργάσῃ

Σπεύδειν,ὅπως τῶν τευθίδων

   Εμπλήμενος,φθαίης ἔτ’ἐις

Εκκλησίαν ἐλθών· ἔπει-

Τα πρὶν φαγεῖν,ἀνὴρ μεθή-

Κοι, καὶ σὺ τὸ τάλαντον λαβεῖν

  Βουλόμενος ἐ-

Σθίων ἀπαποπνιγείῃς.

Χο.  Εὖ νή τὸν Δία,καὶ τὸν Απόλλω

Καὶ τὴν Δήμητρα.

Δη.  Και μοι δοκεῖ, καὶ τἄλλα γ’ εἶναι

καταφανῶς

Aγαθὸς πολίτης, οἷος οὐδείς πω χρόνου

Ανὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.

Σὺ δ’ ὦ Παφλαγὼν φάσκων φιλεῖν μ’ ἐσκορόδισας.

Καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι

Εμοὶ ταμιεύσεις.

Κλ.    ἔχε· τοσοῦτον δ’ ἴσθ’, ὅτι

Εἰ μή μ’ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ

 Εμοῦ πανουργότερός τις ἀναφανήσεται.

Δη.  Οὐκ ἔσθ’ ὅπως ὁ δακτύλιός ἐσθ’ οὑτοσὶ

Οὑμός: τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,

Αλλ’ ἦ οὐ καθορῶ;

Αλ.     φέρ’ ἴδω, τί σοι σημεῖον ἦν.

Δη.  Δημοῦ βοείου θρῖον ἐξωπτημένον.

Αλ.  οὐ τοῦτ’ ἔνεστιν.

Δη.    οὐ τὸ θρῖον; ἀλλὰ τί;

Αλ.  Λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.

Δη.  Αἰβοῖ τάλας.

Αλ.   τί ἐστιν;

Δη.     ἀπόφερ’ ἐκποδὼν,

Οὐ τὸν ἐμὸν εἶχεν, ἀλλὰ τὸν Κλεωνύμου.

Παῤ’ ἐμὸν δὲ τουτονὶ λαβὼν, ταμίευέ μοι.

Kλ.  Μὴ δῆτά πώ γ’, ὦ δέσποτ’, ἀντιβολῶ σ’ ἐγὼ,

Πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.

Αλ.  Καὶ τῶν ἐμῶν νυν.

Κλ.     ἀλλ’ ἐὰν τούτῳ πίθῃ, 

Μολγὸν γενέσθαι δεῖ σε.

Αλ.      κἄν γε τουτωί,

Ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυῤῥίνου.

Κλ.  Αλλ’ οἵ γ’ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ

Χώρας ἁπάσης, ἐστεφανωμένον ῥόδοις.

Αλ.  Οἱ’ μοὶ δέ γ’ αὖ λέγουσιν, ὡς ἁλουργίδα

Εχων κατάπαστον καὶ στεφάνην ἐφ’ ἅρματος

Χρυσοῦ διώξεις Σμικύθην, καὶ Κύριον.

Δη.  Καὶ μὴν ἔνεγκ’ αὐτοὺς ἰών, ἵν’ οὑτοσὶ

Αὐτῶν ἀκούσῃ.

Αλ.    πάνυ γε.

Δη.     καὶ σύ νυν φέρε.

Κλ.   Iδού.

Αλ.   ἰδοὺ.

Δη.    νὴ τὸν Δί’ οὐδὲν κωλύει.

 

ΣΤΡΟΦΗ.

 

Χο. Ηδιστον φάος ἡμέρας

Εσται τοῖσι παροῦσι καὶ

  Τοῖσιν εἰσαφικνουμένοις

Ην Κλέων ἀπόληται.

  Καίτοι πρεσβυτέρων τινῶν

Οἵων ἀργαλεωτάτων,

  Εν τῷ δείγματι τῶν δικῶν

Ηκουσ’ ἀντιλεγόντων:

  Ως εἰ μὴ ’γένεθ’ οὗτος ἐν

Τῇ πόλει μέγας, οὐκ ἂν ἤ-

  Στην σκεύει δύο χρησίμω,

Δοῖδυξ, οὐδὲ τορύνη.

  Aλλὰ καὶ τόδ’ ἔγωγε θαυ-

Μάζω τῆς ὑομουσίας

  Αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ

Παῖδες οἳ ξυνεφοίτων,

  Τὴν Δωριστὶ μόνην ἂν ἁρ-

Μόττεσθαι θαμὰ τὴν λύραν,

  Aλλην δ’ οὐκ ἐθέλειν μαθεῖν.

Κᾆτα τὸν κιθαριστὴν

  Oργισθέντ’ ἀπάγειν κελεύ-

Ειν, ὡς ἁρμονίαν ὁ παῖς

  Οὗτος οὐ δύναται μαθεῖν,

Ην μὴ δυροδοκιστὶ.

Κλ. Ιδού, θέασαι· κοὐχ ἅπαντας ἐκ φέρω.

Αλ.  Οἴμ’ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.

Δη.  Ταυτὶ τί ἐστι;

Kλ.    λόγια.

Δη.     πάντ’;

Κλ.      ἐθαύμασας; 

Καὶ νὴ Δί’ ἔτι γέ μοὔστι κιβωτὸς πλέα.

Αλ.  Εμοὶ δ’ ὑπερῷον καὶ ξυνοικία δύο.

Δη.  Φέρ’ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;

Κλ.  Οὑμοὶ μέν εἰσι Βάκιδος.

Δη.     Οἱ δὲ σοὶ τίνος;

Αλ.  Γλάνιδος ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.

Δη.  Εἰσὶν δὲ περὶ τοῦ;

Κλ.     περὶ Ἀθηνῶν, περὶ Πύλου,

Περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.

Δη.  Οἱ σοὶ δὲ περὶ τοῦ;

Αλ.     περὶ Ἀθηνῶν, περὶ φακῆς,

Περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,

Περὶ τῶν μετρούντων τἄλφιτ’ ἐν ἀγορᾷ κακῶς,

Περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων,

Τὸ πέος οὑτοσὶ δάκοι.

Δη.  Αγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,

Καὶ τὸν περὶ ἐμοῦ ’κεῖνον, ᾧπερ ἥδομαι,

Ως ἐν νεφέλῃσιν αἰετὸς γενήσομαι.

Κλ.  Ακουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοὶ.

Φράζευ Ἐρεχθείδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων

Ιαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.

Σῴζεσθαί σ’ ἐκέλευ’ ἱερὸν κύνα καρχαρόδοντα:

Ος πρὸ σέθεν χάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγώς,

Σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτ’, ἀπολεῖται.

Πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοὶ.

Δη.  Ταυτὶ μὰ τὴν Δήμητρ’ ἐγὼ οὐκ οἶδ’ ὅ,τι λέγει,

Τί γάρ ἐστ’ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί.

Κλ.  Εγὼ μέν εἰμ’ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω,

Σοί δ’ εἶπε σῴζεσθαί μ’ ὁ Φοῖβος τὸν κύνα.

Αλ.  Οὐ τοῦτό φησ’ ὁ χρησμός, ἀλλ’ ὁ κύων ὁδὶ,

Ωσπερ θύρας σου τῶν λογίων παρεσθίει.

Εμοὶ γάρ ἐστ’ ὀρθῶς περὶ τούτου τοῦ κυνὸς.

Δη.  Λέγε δή, ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,

Ινα μή μ’ ὁ χρησμὸς ὁ περὶ τοῦ κυνὸς δάκῃ.

Αλ.  Φράζευ Ἐρεχθείδη κύνα Κέρβερον ἀνδραποδιστήν

Ος κέρκῳ σαίνων σ’, ὁπόταν δειπνῇς, ἐπιτηρῶν,

Εξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς:

Εἰσφοιτῶν τ’ εἰς τοὐπτάνιον λήσει σε κυνηδὸν,

Νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.

Δη.  Νὴ τὸν Ποσειδῶ, πολύ γ’ ἄμεινον, ὦ Γλάνι.

Κλ.  Ω τᾶν ἄκουσον, εἶτα διάκρινον τότε·

Eστι γυνή, τέξει δὲ λέονθ’ ἱεραῖς ἐν Ἀθήναις,

Ος περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται

Ως τε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φύλαξαι,

Τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.

Δη.  Ταῦτ’ οἶσθ’ ὅ τι λέγει;

Αλ.     μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.

Kλ.  Εφρασεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμὲ,

Εγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.

Δη.  Καὶ πῶς μ’ ἐλελήθεις Ἀντιλέων γεγενημένος;

Αλ.  Εν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκὼν,

Ο μόνον σιδήρου τεῖχός ἐστι καὶ ξύλων,

Εν ᾧ σε σῴζειν τόνδ’ ἐκέλευ’ ὁ Λοξίας.

Δη.  Πῶς δῆτα τοῦτ’ ἔφραζεν ὁ θεός;

Αλ.       τουτονὶ

Δῆσαί σ’ ἐκέλευ’ ἐν πεντεσυρίγγῳ ξύλῳ.

Δη.  Ταυτὶ τελεῖσθαι τὰ λόγι’ ἤδη μοι δοκεῖ.

Κλ.  Μὴ πείθου. φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.

Αλλ’ ἱέρακα φίλει μεμνημένος ἐν φρεσίν, ὅς σοι

Ηγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.

Αλ.  Τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς:

Κεκροπίδη κακόβουλε, τί τοῦθ’ ἡγεῖ μέγα τοὔργον;

Καί κε γυνὴ φέροι ἄχθος, ἐπείκεν ἀνὴρ ἀναθείη.

Αλλ’ οὐκ ἂν μαχέσαιτο, χέσαιτο γάρ, εἰ μαχέσαιτο.

Κλ.  Αλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν,

ἔστι Πύλος πρὸ Πύλοιο.

Δη.     τί τοῦτο λέγει, πρὸ Πύλοιο;

Αλ.  Τὰς πυέλους φησὶ καταλήψεσθ’ ἐν βαλανείῳ.

Δη.  Εγὼ δ’ ἄλουτος τήμερον γενήσομαι.

Αλ.  Αὐτὸς γὰρ ἡμῶν τὰς πυέλους ὑφήρπασεν.

Αλλ’ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ

Ο χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.

Δη.  Προσέχω:σύ δ’ ἀναγίγνωσκε, τοῖς ναύταισί μου,

Οπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.

Αλ.  Αἰγείδη, φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,

Λαίθαργον, ταχύπουν, δολίαν κερδὼ, πολύϊδριν.

Οἶσθ’ ὅ τι ἐστὶν τοῦτο;

Δη.     Φιλόστρατος ἡ κυναλώπηξ.

Αλ.  Οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε

Αἰτεῖ ταχείας, ἀργυρολόγους οὑτοσὶ.

Ταύτας ἀπαυδᾷ μὴ διδόναι σ’ ὁ Λοξίας.

Δη.  Πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;

Αλ.       ὅπως;

Οτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχὺ.

Δη.  Πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνὶ;

Αλ.  Αλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,

Οτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.

Δη.  Εἶἑν: τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;

Αλ.  Εγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.

Αλλ’ ἔτι τόνδ’ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι,

Χρησμὸν Λητοίδης, Κυλλήνην, μήσε δολώσῃ.

Δη.  Ποίαν Κυλλήνην;

Αλ.     τὴν τούτου χεῖρ’ ἐποίησεν

Κυλλήνην ὀρθῶς ὁτιή φησ’ ἔμβαλε κυλλῇ.

Kλ.  Οὐκ ὀρθῶς φράζει: τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος

Ες τὴν χεῖρ’ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.

Αλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτὸς,

Αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.

Αλ.  Καὶ γὰρ ἐμοί καὶ γῆς καὶ τῆς Ἐρυθρᾶς γε θαλάσσης,

Χᾥτι γ’ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.

Κλ.  Αλλ’ ἐγὼ εἶδον ὄναρ καὶ μοὐδόκει ἡ θεὸς αὐτὴ,

Τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.

Αλ.  Νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ

Εκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ’πικαθῆσθαι:

Εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ

Αμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.

Δη.  Ιοὺ, ἰοὺ, οὐκ ἦν ἄρ’ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.

Καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ

Γερονταγωγεῖν, κἀναπαιδεύειν πάλιν.

Κλ.  Μή πω γ’ ἱκετεύω σ’ ἀλλ’ ἀνάμεινον, ὡς ἐγὼ

Κριθὰς ποριῶ σοι καὶ βίον καθ’ ἣμέραν.

Δη.  Οὐκ ἀνέχομαι κριθῶν ἀκούων:πολλάκις

Εξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.

Κλ.  Αλλ’ ἄλφιτ’ ἤδη σοι ποριῶ ’σκευασμένα.

Αλ.  Εγὼ δὲ μαζίσκας γε διαμεμαγμένας,

Καὶ τοὔψον ὀπτόν: μηδὲν ἄλλ’ εἰ μὴ ’σθιε.

Δη.  Ανύσατέ νυν ὅ τι περ ποιήσεθ’, ὡς ἐγώ,

Οπότερος ἂν σφῷν εὖ με μᾶλλον ἂν ποιῇ,

Τούτῳ παραδώσω τῆς πνυκὸς τὰς ἡνίας.

Αλ.  Τρέχοιμ’ ἂν εἴσω πρότερος.

Κλ.      οὐ δῆτ’, ἀλλ’ ἐγώ.

 

ΣΤΡΟΦΗ.

 

Χο.  ὦ δῆμε, καλήν γ’ ἔχεις    

Αρχὴν, ὅτε πάντες ἄν-

 Θρωποι δεδίασί σ’ ὥσ-

Περ ἄνδρα τύραννον.

Αλλ’ εὐπαράγωγος εἶ

Θωπευόμενός τε χαί-

Ρεις κᾀξαπατώμενος :

Πρὸς τόν τε λέγοντ’ ἀεὶ

Κέχηνας, ὁ νοῦς δέ σου

Παρὼν ἀποδημεῖ.

 

ΣΥΣΤΗΜΑ ΚΑΤΑ ΠΕΡΙΚΟΠΗΝ.

 

Δη.  Νοῦς οὐκ ἔνι ταῖς κόμαις   

Υμῶν, ὅτεμ’ οὐ φρονεῖν

Νομίζετ’, ἐγὼ δ’ ἑκὼν

Ταῦτ’ ἠλιθιάζω.

Αὐτός τε γὰρ ἥδομαι ,

Βρύλλων τὸ καθ’ ἡμέραν.

Κλέπτοντά τε βούλομαι

Τρέφειν ἕνα προστάτην,

Τοῦτον δ’, ὅταν ᾖ πλέως,

 Αρας ἐπάταξα.

 

ΑΝΤΙΣΤΡΟΦΗ.

 

Χο. Οὕτω μὲν ἄρ’ εὖ ποιῇς ,

Εἲ σοι πυκνότης ἔνε-

Στ’ ἐν τῷ τρόπῳ ὡς λέγεις

Τούτῳ πάνυ πολλὴ.

Εἰ τούσδ’ ἐπίτηδες ὥσ-

Περ δημοσίους τρέφεις

Εν τῇ Πυκνί, κᾆθ’ ὅταν

Μή σοι τύχῃ ὄψον ὂν,

Τούτων ὃς ἂν ᾖ παχὺς,

Θύσας ἐπιδειπνεῖς.

 

ΣΥΣΤΗΜΑ ΕΤΕΡΟΝ.

 

Δη.  Σκέψασθε δέ μ’ εἰ σοφῶς

Αὐτοὺς περιέρχομαι,

Τοὺς οἰομένους φρονεῖν

Και μ’ ἐξαπατύλλειν.

Τηρῶ γὰρ ἑκάστοτ’ αὐ-

Τοὺς, οὐδὲ δοκῶν ὁρᾶν

Κλέπτοντας, ἔπειτ’ ἀναγ-

Κάζω πάλιν ἐξεμεῖν,

 Αττ’ ἂν κεκλόφωσί μου

Κημὸν καταμηλῶν.

Κλ.  Απαγ’ ἐς μακαρίαν ἐκποδών.

Αλ.      σύ γ’, ὦ φθόρε.

Κλ.  Ω δῆμ’ ἐγὼ μέντοι παρεσκευασμένος

Τρίπαλαι κάθημαι βουλόμενός σ’ εὐεργετεῖν.

Αλ.  Εγὼ δὲ, δεκάπαλαίγε, καὶ δωδεκάπαλαι,

Καὶ χιλιόπαλαι, καὶ πρόπαλαι, πάλαι, πάλαι.

Δη.  Εγὼ δὲ προσδοκῶν γε, τρισμυριόπαλαι,

Βδελύττομαί σφω καὶ πρόπαλαι, πάλαι, πάλαι.

Αλ.  Οἶσθ’ οὖν ὃ δρᾶσον;

Δη.     εἰ δὲ μή, φράσεις γε σύ.

Αλ.  Αφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονὶ,

Ινα σ’ εὖ ποιῶμεν ἐξ ἴσου.

Δη.     δρᾶν ταῦτα χρὴ.

Απιτον.

Αλ.   ἰδοὺ.

Δη.    θέοιτ’ ἄν.

Κλ.     ὑποθεῖν οὐκ ἐῶ.

Δη.  Αλλ’ ἦ μεγάλως εὐδαιμονήσω τήμερον,

Υπὸ τῶν ἐραστῶν, νὴ Δί’ ἦ ’γὼ θρύψομαι.

Κλ.  Ορᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον,

Αλλ’ οὐ τράπεζαν.

Αλ.     ἀλλ’ ἐγὼ προτεραίτερος.

Κλ.  Ιδού, φέρω σοι τήνδε μαζίσκην ἐγὼ,

Εκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.

Αλ.  Εγὼ δὲ μυστίλας μεμυστιλημένας

Υπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.

Δη.  Ως μέγαν ἄρ’ εἶχες, ὦ πότνια, τὸν δάκτυλον.

Κλ.  Εγὼ δ’ ἔτνος γε, πίσινον, εὔχρων καὶ καλὸν.

Ετόρυνε δ’ αὔθ’ ἡ Παλλὰς ἡ Πυλαιμάχος.

Αλ.  Ω δῆμ’ ἐναργῶς ἡ θεός σ’ ἐπισκοπεῖ,

Καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.

Δη.  Οἴει γὰρ οἰκεῖσθ’ ἂν ἔτι τήνδε τὴν πόλιν,

Εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;

Κλ.  Τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.

Αλ.  Η δ’ Ὀβριμοπάτρα γ’ ἑφθὸν ἐκ ζωμοῦ κρέας,

Καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.

Δη.  Καλῶς γ’ ἐποίησε τοῦ πέπλου μεμνημένη.

Κλ.  Η Γοργολόφασ’ ἐκέλευε τουτουΐ φαγεῖν

Ελατῆρος ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.

Αλ.  Λαβὲ καὶ ταδί νυν.

Δη.     καὶ τί τούτοις χρήσομαι

Τοῖς ἐντέροις;

Αλ.    ἐπίτηδες αὔτ’ ἔπεμψέ σοι

Εἰς τὰς τριήρεις ἐντερόνειαν ἡ θεὸς.

Επισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικὸν.

Εχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.

Δη.  Ως ἡδὺς ὦ Ζεῦ, καὶ τὰ τρία φέρων καλῶς;

Αλ.  Η Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισε.

Κλ.  Λαβέ νυν πλακοῦντος πίονος παρ’ ἐμοῦ τόμον.

Αλ.  Παρ’ ἐμοῦ δ’ ὅλον γε τὸν πλακοῦντα τουτονὶ.

Κλ.  Αλλ’ οὐ λαγῷ’ ἕξεις ὁπόθεν δῷς, ἀλλ’ ἐγὼ.

Αλ.  Οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;

Ω θυμέ, νυνὶ βωμολόχον ἔξευρέ τι.

Κλ.  Ορᾷς τάδ’, ὦ κακόδαιμον;

Αλ.      ὀλίγον μοι μέλει.

Εκεινοιὶ γὰρ ὡς ἔμ’ ἔρχονταί.

Κλ.      τίνες;

Αλ.  πρέσβεις ἔχοντες ἀργυρίου βαλάντια.

Κλ.  Ποῦ ποῦ;

Αλ.   τί δὲ σοὶ τοῦτ’; οὐκ ἐάσεις τοὺς ξένους;

Ω δημίδιον, ὁρᾷς τὰ λαγῷ’ ἅ σοι φέρω;

Κλ.  Οἴμοι τάλας, ἀδίκως γε τἄ’ μ’ ὑφήρπασας.

Αλ.  Νὴ τὸν Ποσειδῶ, καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.

Δη.  Εἴπ’ ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;

Αλ.  Τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ’ ἐμὸν.

Κλ.  Εγὼ δ’ ἐκινδύνευσ’.

Αλ.     ἐγὼ δ’ ὤπτησά γε.

Δη.  Απιθ’, οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.

Κλ.  Οἴμοι κακοδαίμων ὑπεραναιδευθήσομαι.

Αλ.  Τί οὐ διακρίνεις δῆμ’ ὁπότερός ἐστι νῶϊν,

Ανὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;

Δη.  Τῷ δῆτ’ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ,

Δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;

Αλ.  Εγὼ φράσω σοι, τὴν ἐμὴν κίστην ἰών,

Σύλλαβε σιωπῇ, καὶ βασάνισον ἅττ’ ἔνι,

Καὶ τὴν Παφλαγόνος, κᾀμέλει κρινεῖς καλῶς.

Δη.  Φέρ’ ἴδω, τί οὖν ἐστ’;

Αλ.     ἀλλὰ γ’οὐχ ὁρᾷς κενήν,

Ω παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.

Δη.  Αὕτη μὲν ἡ κίστη τὰ τοῦ δήμου φρονεῖ.

Αλ.  Βάδιζέ γοῦν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.

Ορᾷς νυν;

Δη.    οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα;

Οσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο.

Εμοὶ δ’ ἔδωκεν ἀποτεμὼν, τυννουτονὶ.

Αλ.  Τοιαῦτα μέν τοι καὶ πρότερον ἐιργάζετο.

Σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν:

Αὐτὸς δ’ ἑαυτῷ παρετίθει τὰ μείζονα.

Δη.  Ω μιαρὲ κλέπτων δή με ταῦτ’ ἐξηπάτας,

Εγὼ δέ τυ ἐστεφάνιξα κᾀδωρησάμαν.

Κλ.  Εγὼ δ’ ἔκλεπτον ἐπ’ ἀγαθῶ γε τῇ πόλει;

Δη.  Kατάθου ταχέως τὸν στέφανον, ἵν’ ἐγὼ τουτωΐ

Αὐτὸν περιθῶ.

Αλ.    κατάθου ταχέως μαστιγία.

Κλ.  Oὐ δῆτ’ ἐπεί μοι χρησμός ἐστι πυθικός,

Φράζων ὑφ’ οὗ δεῖ μ’ ἀνδρὸς ἡττᾶσθαι μόνου.

Αλ.  Τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.

Κλ.  Καὶ μήν σ’ ἐλέγξαι βούλομαι τεκμηρίῳ,

Εἴτι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.

Καί σου τοσοῦτο πρῶτον ἐκπειράσομαι:

Παῖς ὢν, ἐφοίτας εἰς τίνος διδασκάλου;

Αλ.  Εν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.

Κλ.  Πῶς εἶπας; ὥς μοὐ χρησμὸς ἅπτεται φρενῶν.

Εἶἑν, ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;

Αλ.  Κλέπτων, ἐπιορκεῖν, καὶ βλέπειν ἐναντίον.

Κλ.  Ω Φοῖβ’ Απολλον Λύκιε, τί ποτέ μ’ ἐργάσει;

Τέχνην δὲ τίνα ποτ’ εἶχες ἐξανδρούμενος;

Αλ.  Ηλλαντοπώλουν.

Κλ.    καὶ τί;

Αλ.     καὶ βινεσκόμην.

Κλ.  Οἴμοι κακοδαίμων, οὐκέτ’ οὐδέν εἰμ’ ἐγὼ.

Λεπτή τις ἐλπίς ἐστ’ ἐφ’ ἧς ὀχούμεθα:

Καί μοι τοσοῦτον εἰπὲ, πότερον ἐν ἀγορᾷ

Ηλλαντοπώλεις ἐτεὸν, ἤ ’πὶ ταῖς πύλαις;

Αλ.  Επὶ ταῖς πύλαισιν οὗ τὸ τάριχος ὤνιον.

Κλ.  Οἴμοι, πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.

Κυλίνδετ’ εἴσω τόνδε τὸν δυσδαίμονα.

Ω στέφανε,χαίρων ἄπιθι, καὶ σ’ ἄκων ἐγὼ

Λείπω: σὲ δ’ ἄλλός τις λαβὼν κεκτήσεται,

Κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.

Αλ.  Ελλάνιε Ζεῦ σὸν τὸ νικητήριον.

Χο.  Ω χαῖρε, καλλίνικε, καὶ μέμνησ’ ὅτι

Ανὴρ γεγένησαι δι’ ἐμέ· καί σ’ αἰτῶ βραχὺ,

Οπως ἔσομαί σοι Φᾶνος, ὑπογραφεὺς δικῶν.

Δη.  Eμοὶ δέ γ’ ὅ, τι σοι τοὔνομ’ εἴπ’.

Αλ.      Ἀγοράκριτος:

Εν τῇ ἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.

Δη.  Αγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,

Καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονὶ.

Αλ.  Καὶ μὴν ἐγώ σ’ ὦ δῆμε θεραπεύσω καλῶς:

Ως θ’ ὁμολογεῖν σε, μηδέν’ ἀνθρώπων ἐμοῦ

Ιδεῖν ἀμείνω τῇ κεχηναίων πόλει.

 

ΩΔΗ ΚΑΙ ΣΤΡΟΦΗ.

 

Tί κάλλιον ἀρχομένοισιν, ἢ καταπαυομένοισιν,

H θοᾶν ἵππων ἐλατῆρας ἀείδειν:

Μηδὲν εἰς Λυσίστρατον

Μὴ δὲ Θούμαντιν τὸν ἀνέστιον αὖ,

Λυπεῖν ἑκούσῃ καρδίᾳ:

Kαὶ γὰρ οὗτοσὶ ὦ φίλ’ Απολλον

Πεινῇ, θαλεροῖς δακρύοις

Σᾶς ἁπτόμενος φαρέτρας

Πυθῶνι ἐν, διὰ τὸ κακῶς πένεσθαι.

Λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστ’ ἐπίφθονον:

Αλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται.

Εἰ μὲν οὖν ἅνθρωπος ὃν δεῖ πόλλ’ ἀκοῦσαι καὶ κακά,

Αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.

Νῦν δ’ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,

Οστις ἢ τὸ λευκὸν οἶδεν, ἢ τὸν ὄρθιον νόμον.

Εστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενὴς

Αριφράδης πονηρὸς, ἀλλὰ τοῦτο μὲν καὶ βούλεται.

Εστι δ’ οὐ μόνον πονηρὸς,ἀλλὰ καὶ προσεξηύρηκέ τι:

Tὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,

Eν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον, 

 Kαὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας,

Kαὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ:

Οστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται.

Οὔτέποτ’ ἐκ ταὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου.

 

ΣΤΡΟΦΗ.

 

Χο.  Η πολλάκις ἐννυχίαισι φροντίσι συγγεγένημαι,

Καὶ διεζήτηχ’ ὁπόθεν ποτὲ φαύλως --- Εσθίει Κλεώνυμος.

Φασὶ γὰρ αὐτὸν ἐρεπτόμενον ----- Τὰ τῶν ἐχόντων ἀνέρων,

Οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης: Tοὺς δ’ ἀντιβολεῖν ἂνομοίως·

Ιθ’ ὦ ἄνα πρὸς γονάτων

Εξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.

Φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐις λόγον,

Καὶ μίαν λέξαι τιν’ αὐτῶν ἥτις ἦν γεραιτέρα,

Οὐ δὲ πυνθάνεσθε ταῦτ’ ὦ παρθένοι τὰ’ ν τῇ πόλει;

Φασὶν αἰτεῖσθαί τιν’ ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα,

Ανδρα μοχθηρὸν πολίτην, ὀξίνην ὑπέρβολον:

Ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετὸν.

Καί τιν’ εἰπεῖν, ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει

Αποτρόπαι’, οὐ δῆτ’ ἐμοῦ γ’ ἄρξει ποτ’, ἀλλ’ ἐάν με χρὴ

Υπὸ τερηδόνων σαπεῖσ’ ἐνταῦθα καταγηράσομαι:

Οὐδὲ Ναυφάντης γε τῆς ναύσωνος, οὐ δῆτ’ ὦ θεοὶ,

Εἴπερ ἐκ πεύκης γε κᾀγὼ καὶ ξύλων ἐπηγνύμην.  

Εὶ δ’ ἀρέσκοι ταῦτ’ Ἀθηναίοις,καθῆσθαί μοι δοκῶ,

Εἰς τὸ Θησεῖον πλεούσας,ἢ ’πὶ τῶν Σεμνῶν θεῶν.

Οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει,

Αλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται.

Tὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.

Αλ.  Eὐφημεῖν χρὴ,καὶ στόμα κλῄειν,καὶ μαρτυριῶν ἀπέχεσθαι,

Kαὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν:

Επὶ καιναῖσιν δ’ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.

Χο.  Ω ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,

Τίν’ ἔχων φήμην ἀγαθὴν ἥκεις; ἐφ’ ὅτῳ κνισῶμεν ἀγυιάς;

Αλ.  Tὸν δῆμον ἀφεψήσας ὑμῖν, καλὸν ἐξ αἰσχροῦ πεποίηκα.

Χο.  Καὶ ποῦ ’στιν νῦν, ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;

Αλ.  Εν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.

Χο.  Πῶς ἂν ἴδοιμεν ποίαν ἔχει σκευήν καὶ ποῖος γεγένηται;

Αλ.  Οἷός περ Ἀριστείδῃ πρότερον,καὶ Μιλτιάδῃ ξυνεσίτει. 

Οψεσθε δὲ, καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων.

Αλλ’ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις,

Καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵν’ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.

Χο.  Ω ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,

Δείξατε τὸν τῆς Ἑλλάδος ἡμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.

Αλ.  Οδ’ ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,

Οὐ χοιρινῶν ὄζων, ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.

Χο.  Χαῖῤ’ ὦ βασιλεῦ τῶν Ἑλλήνων, καί σοι ξυγχαίρομεν ἡμεῖς:

Τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ’ν Μαραθῶνι τροπαίου.

Δη.  Ω φίλτατ’ ἀνδρῶν ἐλθὲ δεῦρ’, Ἀγοράκριτε:

Οσα με δέδρακας ἀγάθ’ ἀφεψήσας.

Αλ.       ἐγὼ;

Αλλ’ ὦ μέλ’, οὐκ οἶσθ’ οἷος ἦσθ’ αὐτὸς πάρος, 

Οὐδ’ οἷ’ ἔδρας: ἐμὲ γὰρ νομίζοις ἂν θεὸν

Δη.  Τί δ’ ἔδρων; Κάτειπέ μοι πρὸ τοῦ ποῖός τις ἦ;

Αλ.  Πρῶτον μὲν ὁπότ’ εἴποι τις ἐν τῇ’ κκλησίᾳ,

Ω δῆμ’, ἐραστής εἰμι σὸς φιλῶ τέ σε,

Καὶ κήδομαί σου,καὶ προβουλεύω μόνος:

Tούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,

Aνωρτάλιζες κᾀκερουτίας.

Δη.      ἐγὼ;

Αλ.  Εἶτ’ ἐξαπατήσας σ’ ἀντὶ τούτων ᾤχετο.

Δη.  τί φῄς; τοιαῦτα μ’ ἔδρων, ἐγὼ δ’ οὐκ ᾐσθόμην;

Αλ.  Τὰ δ’ ὦτά γ’ ἄν σου νὴ Δί’ ἐξεπετάννυτο

Ωσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.

Δη.  Οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;

Αλ.  Καὶ νὴ Δία γ’ ἐι δύο λεγοίτην ῥήτορε,

Ο μὲν ποιεῖσθαι ναῦς μακράς, ὁ δ’ ἕτερος αὖ

Καταμισθοφορῆσαι: τοῦτον ὁ τὸν μισθὸν λέγων,

Τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.

Οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;

Δη.  Αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.

Αλ.  Αλλ’ οὐ σὺ τούτων αἴτιος,μὴ φροντίσῃς,

Αλλ’ οἵ σε ταῦτ’ ἐξηπάτων:νῦν δὲ φράσον,

Εάν τις εἴπῃ βωμολόχος ξυνήγορος,

Οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,

Εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην,

Τοῦτον τί δράσεις, εἰπὲ τὸν ξυνήγορον.

Δη.  Αρας μετέωρον, ἐις τὸ βάραθρον ἐμβαλῶ,

Εκ τοῦ λάρυγγος ἐκκρεμάσας ὑπέρβολον.

Αλ.  Τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις:

Tὰ δ’ ἄλλα φέρ’ ἴδω, πῶς πολιτεύσει, φράσον.  

Δη.  Pρῶτον μὲν , ὁπόσοι ναῦς ἐλαύνουσιν μακρὰς,

Καταγομένοις τὸν μισθὸν ἀποδώσω ’ντελῆ.

Αλ.  Πολλοῖς γ’ ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.

Δη.  Επειθ’ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ,

Οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,

Aλλ’ οὗπερ ἦν τὸ πρῶτον, ἐγγεγράψεται.

Αλ.  Tοῦτ’ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.

Δη.  Oὐδ’ ἀγοράσει γ’ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.

Αλ.  Ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων,

Τὰ μειράκια ταυτὶ λέγω τὰ ’ν τῷ μύρῳ,

Α στωμύλλεται τοιαδὶ, καθήμενα.

Σοφός γ’ ὁ Φαίαξ, δεξιῶς τ’ οὐκ ἀπέθανε:

Συνερτικὸς γάρ ἐστι καὶ περαντικὸς,

Καὶ γνωμοτυπικὸς, καὶ σαφὴς καὶ κρουστικὸς,

Καταληπτικός τ’ ἄριστα τοῦ θορυβητικοῦ.

Αλ.  Οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;

Δη.  Μὰ Δί’, ἀλλ’ ἀναγκάσω κυνηγετεῖν ἐγὼ

Τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.

Αλ.  Εχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,

Καὶ παῖδ’ ἐνόρχην, ὃς περιοίσει τόνδε σοι:

Κᾄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.

Δη.  Μακάριος ἐς τἂ ’ρχαῖα δὴ καθίσταμαι.

Αλ.  Φήσεις γ’, ἐπειδὰν τὰς τριακοντούτιδας

Σπονδὰς παραδῶ σοι: δεῦρ’ ἴθ’ αἱ σπονδαὶ ταχὺ.

Δη.  Ω Ζεῦ πολυτίμηθ’ ὡς καλαί; πρὸς τῶν θεῶν

Eξεστιν αὐτῶν κατατριακοντουτίσαι;

Πῶς ἔλαβες αὐτὰς ἐτεὸν;

Αλ.      οὐ γὰρ ὁ Παφλαγών

Απέκρυπτε ταύτας ἔνδον ἵνα σὺ μὴ λάβῃς ;

Νῦν οὖν ἐγώ σοι παραδίδωμ’ ἐις τοὺς ἀγροὺς

Αὐτὰς ἰέναι λαβόντα.

Δη.     τὸν δὲ Παφλαγόνα,

Ος ταῦτ’ ἔδρασεν εἴφ’ ὅ,τι ποιήσεις κακὸν.

Αλ.  Οὐδὲν μέγ’ ἀλλ’ ἢ τὴν ἐμὴν ἕξει τέχνην,

Επὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,

Tὰ κύνεια μιγνὺς τοῖς ὀνείοις τρώγμασιν,

Μεθύων τε ταῖς πόρναισι λοιδορήσεται,

Κᾀκ τῶν βαλανείων αὐτὸ λοῦτρον πίεται.

Δη.  Εὖγ’ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος

Πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,

Καὶ σ’ ἀντὶ τούτων εἰς τὸ Πρυτανεῖον καλῶ,

Ες τὴν ἕδραν θ’ἵν’ ἐκεῖνος ἧσθ’ ὁ φαρμακὸς.

Επου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα.

Κᾀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,

Ιν’ ἴδωσιν αὐτὸν ὅυς ἐλωβᾶθ’, οἱ ξένοι.

 

ΤΕΛΟΣ.

ἈριστοφάνουςἹππεῖς.Aristophanis Equites.


Oxoniae

excudebat Iosephus Barnesius.


1593.



Ὑπόθεσις

ἹππέωνἈριστοφάνους.

ΠαράγειτινὰΚλέωνα,τὸνκαλούμενονΠαφλαγόνα,καὶἔτιβυρσοπώληνπικρότατακατεσθίοντάπωςτὰκοινὰχρήματαἐνπαραλογισμοῖςδιαφοροῦντ’ἐῤῥωμένωςἀλλαντοπώλην,εὐθέωςσκατοφάγονπεισθένταἐπιθέαθαισὺνἱππεῦσιτισὶἐνχορῷπαροῦσιτῇτῶνπραγμάτωνἀρχῇ.Κλέωνόςτ’ἐνμέσῳκατηγορεῖ.ἐγένετοτοῦτ’·ἐξέπεσενὁΚλέωνπαγκάκως.ὁσκατοφάγοςἔτυχεπροεδρίαςκαλῆς.ἘδιδάχθητὸδρᾶμαἐπὶΣτρατοκλέουςἄρχοντοςδημοσίᾳἐις λήναιαδι’αὐτοῦἈριστοφάνους.πρῶτοςἐνίκα.δεύτεροςΚρατῖνος,σατύροις.τρίτοςἈριστομένης,ὀλοφύροις.Ἰστέον,ὅτιἐιςΔ.μέρηδιῄρητοὁδῆμοςτῶνἈθηναίων,εἰςπεντακοσιομεδίμνους,ἐιςἱππέας,ἐιςζευγίτας, καὶεἰςθῆτας.

Τέλοςτῆς ὑποθέσεως.



Τὰ τοῦδράματος πρόσωπα

Δημοσθένης.

Νικίας.

Ἀγοράκριτοςὁ καὶ ἀλλαντοπώλης.

Χορὸςἱππέων.

Κλέων.

Δῆμος.




ΆριστοφάνουςἹππεῖς.


Δημοσθήνηςπρολογίζει.


Δη. Ιατταταιὰξτῶν κακῶν, ἰατταταί:

ΚακῶςΠαφλαγόνα τὸν νεώνητον κακὸν

Αὐταῖσιβουλαῖς ἀπολέσειαν οἱ θεοί.

Εξ οὗγὰρ εἰσήρρησεν ἐις τὴν οἰκίαν

Πληγὰςἀεὶ προστρίβεται τοῖς οἰκέταις.

Νι. Κάκισταδῆθ’, οὗτός γε πρῶτος Παφλαγόνων

Αὐταῖσιδιαβολαῖς.

Δη.     ὦκακόδαιμον, πῶς ἔχεις;

Νι. Κακῶς,καθάπερ σύ.

Δη.    δεῦρό νυν πρόσελθ’, ἵνα

Ξυναυλίανκλαύσωμεν ὀυλύμπου νόμον.

Μὺ μῦ,μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ·

Τίκινυρόμεθ’ ἄλλως ; οὐκ ἐχρῆν ζητεῖντινὰ

Σωτηρίαννῷν, ἀλλὰ μὴ κλάειν ἔτι;

Νι. Τίςοὖν γένοιτ’ ἄν; λέγε σύ.

Δη.     σὺ μὲν οὖν μοι λέγε,

Ινα μὴμάχωμαι.

Νι.    μὰτὸν Ἀπόλλω ’γὼ μὲν οὔ·

Αλλ’εἰπὲ θαῤῥρῶν, εἶτα κἀγώ σοι φράσω.

Δη.  Πῶςἂν σύ μοι λέξειας ἃ’ με χρὴ λέγειν;

Νι. Αλλ’οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε

Εἴποιμ’ἂν αὐτὸ δῆτα κομψευριπιδικῶς;

Δη.  Μήμοιγεμή μοί,μὴ διασκανδικίσῃς:

Αλλ’ἑυρέτιν’ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.

Νι.  Λέγεδη μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.

Δη.  Καὶδὴ λέγω μόλωμεν.

Νι.    ἐξόπισθέ νυν 

Αὐτοφάθι τ˜ μόλωμεν.

Δη.    ἄυτὸ.

Νι.     πάνυ καλῶς

Ωσπερδεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε,

Τὸμόλωμεν,εἶτα δ’ ἀυτὸ κατεπάγων πυκνόν.

Δη.  Μόλωμεν ἀυτὸ μόλωμεν αὐτομολῶμεν.

Νι.      ἤν

Οὐχ ἡδύ;

Δη.   νὴδία· πλήν γε περὶ τῷ δέρματι

Δέδοικατουτονὶ τὸν οἰωνόν.

Νι.     τί δαί;

Δη.  Οτιὴτὸ δέρμα τοῦ δεφομένων ἀπέρχεται.

Νι. Κράτιστα τοίνυν τῶν παρόντων ἐστὶνῷν,

Θεῶνἰόντε προσπεσεῖν του πρὸς βρέτας.

Δη.  Ποῖον βρετέττας; ἐτεὸν ἡγεῖ γὰρθεούς;

Νι. Εγωγε.

Δη.   ποὶῳχρώμενος τεκμηρίῳ.

Νι.  Οτιὴθεοῖσιν ἐχθρός εἰμ’ οὐκ εἰκότως.

Δη.  Εὖπροσβιβάζεις μ’.

Νι.    ἀλλ’ ἑτέρᾳ ποι σκεπτέον.

Δη.  Βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσινφράσω;

Νι.  Οὐχεῖρον· ἓνδ’ αὐτοὺς παραιτησώμεθα,

Επίδηλονἡμῖν τοῖς προσώποισιν ποιεῖν,

Ην τοῖςἔπεσι χαίρωσι καὶ τοῖς πράγμασι.

Δη.  Λέγοιμ’ ἂν ἤδη.νῷν γάρ ἐστι δεσπότης

Αγροῖκοςὀργήν, κυαμοτρώξ, ἀκράχολος,

Δῆμοςπυκνίτης, δύσκολον γερόντιον

Ιπόκωφον.οὗτος τῇ προτέρᾳ νουμηνίᾳ

Επρίατοδοῦλον, βυρσοδέψην Παφλαγόνα,

Πανουργότατον,καὶ διαβολώτατόν τινα,

Οὑτοςκαταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,

Οβυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην

Ηκαλλ’,ἐθώπευ’, ἐκολάκευ’, ἐξηπάτα,

Κοσκυλματίοιςἄκροισι τοιαυτὶ λέγων.

Ωδῆμε,λοῦσαι πρῶτον ἐκδικάσας μίαν

Ενθου,ῥόφησον, ἔντραγ’, ἔχε τριώβολον,

Βούλειπαραθῶ σοι δόρπον; εἶτ’ ἀναρπάσας

Οτι ἄντιςἡμῶν σκευάσῃ, τῷ δεσπότῃ,

Παφλαγώνκεχάρισται τοῦτο.καὶ πρῴην γ’ ἐμοῦ

Μᾶζανμεμαχότος ἐν Πύλῳ Λακωνικὴν,

Πανουργότατάπως περιδραμὼν, ὑφαρπάσας

Αὐτὸςπαρέθηκε τὴν ὑπ’ ἐμοῦ μεμαγμένην,

Ημᾶς δ’ἀπελαύνει κ’ οὐκ ἐᾷ τὸν δεσπότην

Αλλονθεραπεύειν:ἀλλὰ βυρσίνην ἔχων

Δειπνοῦντοςἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας:

Αδει δὲχρησμούς, ειθ’ ὁ γέρων Σιβυλλιᾷ.

Οδ’αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,

Τέχνηνπεπόηται· τοὺς γὰρ ἔνδον ἄντικρυς

Ψευδῆδιαβάλλει, κᾆτα μαστιγούμεθα

Ημεῖς·Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας,

Αἰτεῖ,ταράττει, δωροδοκεῖ, λέγων τάδε:

Ορᾷτετὸν Υλαν δι’ ἐμὲ μαστιγούμενον;

Εἰ μήμ’ ἀναπείσετ’, ἀποθανεῖσθε τήμερον,

Ημεῖςδὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι

Υπὸ τοῦγέροντος, ὀκταπλάσιον χέζομεν:

Nῦνοὖν ἁνύσαντες φροντίσωμεν ὦγαθέ,

Ποίανὁδὸν νῷ τρεπτέον, καὶ πρὸς τίνα.

Νι. Κράτιστ’ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.

Δη. Αλλ’οὐχ οἷόντε τὸν Παφλαγόν’ οὐδὲνλαθεῖν,

 Εφορᾷγὰρ αὐτὸς πάντ’. ἔχει γὰρ τὸ σκέλος,

Τὸ μὲνἐν Πὺλῷ, τὸδ’ ἕτερον ἐν τῇ ’κκλησίᾳ·

Τοσόνδεδ’ αὐτοῦ βῆμα διαβεβηκότος,

Ο πρωκτόςἐστιν αὐτόχρημ’ ἐν χάοσιν:

Τὼ χεῖῤἐν αἰτωλοῖς: ὁ νοῦς δ’ ἐν κλωπιδῶν.

Νι. Κράτιστον οὖν νῷν ἀποθανεῖν, ἀλλὰσκόπει,

Οπως ἂνἀποθάνωμεν ἀνδρικώτατα.

Δη. Πῶςδῆτα; πῶς γένοιτ’ ἂν ἀνδρικώτατα;

Νι. Βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν, 

ΟΘεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.

Δη. Μἂδί’, ἀλλ’ ἄκρατον οἶνον ἀγαθοῦδαίμονος.

Ισως γὰρἂν χρηστόν τι βουλευσαίμεθα.

Νι.  Ιδούγ’ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;

Πῶς δ’ἂν μεθύων χρηστόν τι βουλεύσαιτ’ ἀνήρ;

Δη. Aληθεςοὗτος; κρουνοχυτροληραῖον εἶ.

Oἶνονσύ τολμᾷς ἐις ἐπίνοιαν λοιδορεῖν;

Οἴνουγὰρ εὕροις ἄντι πρακτικώτερον;

Ορᾷς;ὅταν πίνωσιν ἅνθρωποι, τότε

Πλουτοῦσι,διαπράττουσι, νικῶσι δίκας,

Εὐδαιμονοῦσιν,ὠφελοῦσιν τοὺς φίλους.

Αλλ’ἐξενέγκε μοι ταχέως οἴνου χοᾶ,

Τὸν νοῦνἵν’ ἄρδω, καὶ λέγω τι δεξιόν.

Νι. Οἴμοι, τί ποθ’ ἡμᾶς ἐργάσει τῷ σῷπότῳ;

Δη. Αγάθ’ἀλλ’ ἔνεγκ’, ἐγὼ δὲ κατακλινήσομαι.

Ην γὰρμεθυσθῶ πάντα ταυτὶ καταπάσω,

Βουλευματίων,καὶ γνωμιδίων, καὶ νοϊδίων.

Νι.  Ωςεὐτυχῶς, ὅτ’ οὐκ ἐλήφθην ἔνδοθεν

Κλέπτωντὸν οἶνον.

Δη.   εἰπέ μοι, Παφλαγὼν τί δρᾷ;

Νι.  Επίπασταλείξας δημιόπραθ’ ὁ βάσκανος

Ρέγκειμεθύων ἐν ταῖσι βύρσαις, ὕπτιος.

Δη.  Ιθινυν ἄκρατον ἐγκάναξόν μοι πολὺν

Νι.  Σπονδήνλαβὲ δὴ, καὶ σπεῖσον ἀγαθοῦ δαίμονος,

Ελχ’ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.

Δη.  Ωδαῖμον ἀγαθὲ,σὸν τὸ βούλευμ’, οὐκἐμόν.

Νι.  Εἴπ’,ἀντιβολῶ, τί ἐστι;

Δη.    τοὺς χρησμοὺς ταχὺ

Κλέψαςἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,

Εωςκαθεύδει.

Νι.   ταῦτ’ἀτὰρ τοῦ δαίμονος,

Δέδοιχ’ὅπως μὴ τεύξομαι κακοδαίμονος.

Δη.  Φέρενυν ἐγῶ’ μαυτῷ προσαγάγω τὸν χοᾶ,

Τὸν νοῦνἵν’ ἄρδω,καὶ λέγω τι δεξιὸν.

Νι.  Ωςμεγάλ’ ὁ Παφλαγὼν πέρδεται καὶῥέγκεται:

Ωστ’ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸνλαβὼν,

Ονπερμάλιστ’ ἐφύλαττεν.

Δη.      ὦσοφώτατε

Φέρ’αὐτόν ἵν’ ἀναγνῶ· σὺ δ’ ἔγχεονπιεῖν,

Ανύσαςτι: φέρ’ ἴδω, τί ἄρ’ ἔνεστιν αὐτόθι.

Ω λόγια.δός μοι, δὸς τὸ ποτήριον ταχὺ.

Νι. Ιδού,τί φησ’ ὁ χρησμός;

Δη.    ἑτέραν ἔγχεον.

Νι. Εντοῖς λογίοις ἔνεστιν, ἑτέραν ἔγχεον;

Δη. ΩΒάκι.

Νι.   τίἐστι;

Δη.    δὸςτὸ ποτήριον ταχὺ.

Νι. Πολλῶγ’ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.

Δη. Ωμιαρὲ Παφλαγών, ταῦτ’ ἄρ’ ἐφυλάττουπάλαι,

Τὸν περὶσεαυτοῦ χρησμὸν ὀρρωδῶν.

Νι.      τιή;

Δη. Ενταῦθ’ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.

Νι. Καὶπῶς;

Δη.  ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει,

Ως πρῶταμὲν στυππειοπώλης γίγνεται,

Ος πρῶτοςἕξει τῆς πόλεως τὰ πράγματα.

Νι.  Εἷςοὑτοσὶ πώλης: τί τοὐντεῦθεν; λέγε.

Δη.  Mετὰτοῦτον αὖθις προβατοπώλης δεύτερος.

Νι.  Δύοτώδε πώλα: καὶ τί τοῦτον χρὴ παθεῖν;

Δη. Κρατεῖν, ἕως ἂν ἕτερος ἀνὴρ βδελυρώτερος

Αὐτοῦγένοιτο, μετὰ δὲ ταῦτ’ ἀπόλλυται.

ἐπιγίγνεταιγὰρ βυρσοπώλης Παφλαγών,

Αρπαξ,κεκράκτης κυκλοβόρου φωνὴν ἔχων.

Νι. Τὸνπροβατοπώλην ἦν ἄρ’ ἀπολέσθαι χρεὼν

Υπὸβυρσοπώλου.

Δη.   νὴΔί’.

Νι.    οἴμοι δείλαιος.

Πόθενοὖν ἂν ἔτι γένοιτο πώλης εἷς μόνος;

Δη.  Ετ’εστὶν εἷς, ὑπερφυᾶ τέχνην ἔχων.

Νι.  Εἴπ’,ἀντιβολῶ, τίς ἐστιν;

Δη.    Εἴπω;

Νι.     νὴ Δία.

Δη. Αλλαντοπώλης ἔσθ’ ὁ τοῦτον ἐξολῶν.

Νι. Αλλαντοπώλης; ὦ Πόσειδον, τῆς τέχνης;

Φέρε,ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν?

Δη. Ζητῶμεν αὐτόν.

Νι.   ἀλλ’ ὁδὶ προσέρχεται

Ωσπερκατὰ θεῖον, ἐις ἀγοράν.

Δη.      ὦμακάριε

Αλλαντοπῶλα,δεῦρο δεῦρ’ ὦ φίλτατε:

Ανάβαινεσωτὴρ τῇ πόλει καὶ νῷν φανείς.

Αλ.  Τίἐστι; τί με καλεῖτε;

Δη.    δεῦρ’ ἔλθ’, ἵνα πύθῃ

Ως εὐτυχὴςεἶ καὶ μεγάλως εὐδαιμονεῖς.

Νι.  Ιθιδή, κάθελ’ αὐτοῦ τοὐλεὸν καὶ τοῦθεοῦ

Τὸνχρησμὸν ἀναδίδαξον αὐτὸν, ὡς ἔχει·

Εγὼ δ’ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.

Δη.  Αγεδὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί,

Επειτατῆν γῆν πρόσκυσον, καὶ τοὺς θεούς.

Αλ.  Ιδού·τί ἐστιν;

Δη.    ὦμακάρι’, ὦ πλούσιε.

Ω νῦνμὲν οὐδεὶς, ἄυριον δ’ ὑπέρμεγας, 

Ω τῶνἈθηναίων ταγὲ τῶν εὐδαιμόνων.

Αλ.  Τὶμ’, ὦγάθ’ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας,

Πωλεῖντε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;

Δη.  Ωμῶρε, ποίας κοιλίας; δευρὶ βλέπε,

Τὰςστίχας ὁρᾷς γε τῶνδε τῶν λαῶν;

Αλ.      ὁρῶ.

Δη. Τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,

Καὶ τῆςἀγορᾶς, καὶ τῶν λιμένων, καὶ τῆςπυκνός:

Βουλὴνπατήσεις, καὶ στρατηγοὺς κλαστάσεις,

Δήσεις,φυλάξεις, ἐν Πρυτανείῳ λαικάσεις.

Αλ.  Εγώ;

Δη.   σὺμέντοι· κοὐδέπωγε πάνθ’ ὁρᾷς.

Αλλ’ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ,

Καὶκάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.

Αλ. Καθορῶ.

Δη.   τίδαί; τἀμπόρια, καὶ τὰς ὁλκάδας;

Αλ. Εγωγε.

Δη.   πῶςοὖν οὐ μεγάλως εὐδαιμονεῖς;

Ετι νῦντὸν ὀφθαλμὸν παράβαλλ’ εἰς Καρίαν

Τὸνδεξιόν, τὸν δ’ ἕτερον εἰς Καρχηδόνα.

Αλ. Εὐδαιμονήσω γ’ εἰ διαστραφήσομαι.

Δη.  Οὔκ,ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.

Γίγνειγάρ ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,

Ανὴρμέγιστος.

Αλ.   εἰπέ μοι, καὶ πῶς ἐγὼ

Αλλαντοπώληςὢν, ἀνὴρ γενήσομαι;

Δη.  Δι’αὐτὸ γὰρ τοι τοῦτο καὶ γίγνει μέγας;

Οτιὴπονηρός, κᾲξ ἀγορᾷς εἶ, καὶ θρασύς.

Αλ.  Οὐκἀξιῶ’ γὼ’ μαυτὸν ἰσχύειν μέγα.

Δη. Οἴμοι, τί ποτ’ ἔσθ’ ὅτι σαυτὸν οὐφῂς ἄξιον;

Ξυνειδέναιτί μοι δοκεῖς σαυτῷ καλόν.

Μῶν ἐκκαλῶν εἶ κᾀγαθῶν;

Αλ.     μὰ τοὺς θεούς

Εἴμ’ἐκ πονηρῶν γ’.

Δη.     ὦμακάριε τῆς τύχης,

Οἷονπέπονθας ἀγαθὸν εἰς τὰ πράγματα;

Αλ.  Αλλ’,ὦ’ γάθ’, οὐδὲ μουσικὴν ἐπίσταμαι

Πλὴνγραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.

Δη.  Τουτίσε μόνον ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.

Η δημαγωγίαγὰρ οὐ πρὸς μουσικοῦ

Ετ’ἐστὶν ἀνδρὸς, οὐδὲ χρηστοῦ τοὺςτρόπους,

Αλλ’εἰς ἀμαθῆ καὶ βδελυρόν: ἀλλὰ μὴ παρῇς

Α σοιδιδόασ’ ἐν τοῖς λογίοισιν οἱ θεοί.

Αλ.  Πῶςδῆτά φήσ’ ὁ χρησμός;

Δη.     εὖ νὴ τοὺς θεούς:

Καὶποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·

Αλλ’ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης

Παμφηλῇσιδράκοντα κοάλεμον αἱματοπώτην,

Δὴ τὸτεΠαφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,

Κοιλιοπώλῃσιδὲ θεὸς μέγα κῦδος ὀπάζει,

Αἴκενμὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.

Αλ.  Πῶςοὖν πρὸς ἐμὲ ταῦτ’ ἐστίν; ἀναδίδασκέμε.

Δη. Βυρσαίετος μὲν ὁ Παφλαγὼν ἔσθ’οὑτοσὶ.

Αλ.  Τίδ’ ἀγκυλοχήλης ἐστίν;

Δη.     αὐτό που λέγει

Οτιἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.

Αλ.  Οδράκων δὲ πρὸς τί;

Δη.    τοῦτο περιφανέστατον.

Ο δράκωνγάρ ἐστι μακρὸν, ἀλλᾶς τ’ αὖ μακρὸν.

Εἶθ’αἱματοπώτης ἔστὶν, ὅ τ’ ἀλλᾶς, χὠδράκων.

Τὸν οὖνδράκοντά φησι τὸν βυρσαίετον

Ηδηκρατήσειν, αἴκε μὴ θαλφθῇ λόγοις.

Αλ.  Τὰμὲν λόγι’ αἰκάλλει με, θαυμάζω δ’ ὅπως

Τὸνδῆμον οἷός τ’ εἴμ’ ἐπιτροπεύειν ἐγώ.

Δη. Φαυλότατον ἔργον: ταὔθ’ ἅπερ ποιεῖςποίει.

Τάραττεκαὶ χόρδευ’ ὁμοῦ τὰ πράγματα

Απαντα,καὶ τὸν δῆμον αἰεὶ προσποιοῦ,

Υπογλυκαίνωνῥηματίοις μαγειρικοῖς.

Τὰ δ’ἄλλα σοι πρόσεστι δημαγωγικά:

Φωνὴμιαρὰ, γέγονας κακῶς, ἀγόραιος εἶ.

Εχειςἅπαντα τὰ πρὸς πολιτείαν ἃ δεῖ,

Χρησμοίτε συμβαίνουσι, καὶ τὸ Πυθικόν.

Αλλὰστεφανοῦ, καὶ σπένδε τῷ κοαλέμῳ·

Χὤπωςἀμυνεῖ τὸν ἄνδρα;

Αλ.     καὶ τίς ξύμμαχος

Γενήσεταίμοι; καὶ γὰρ οἵ τε πλούσιοι

Δεδίασιναὐτὸν, ὅ τε πένης βδύλλει λεώς.

Δη.  Αλλ’εἰσὶν ἱππῇς ἄνδρες ἀγαθοὶ χίλιοι,

Μισοῦντεςαὐτόν, οἳ βοηθήσουσί σοι:

Kαὶ τῶνπολιτῶν οἱ καλοί τε κᾀγαθοί:

Καὶ τῶνθεατῶν ὅστις ἐστὶ δεξιός:

Κᾀγὼμετ’ αὐτῶν, χὠ θεὸς ξυλλήψεται.

Καὶ μὴδέδιθ’, οὐ γάρ ἐστιν ἐξεικασμένος.

Υπὸ τοῦδέους γὰρ αὐτὸν οὐδεὶς ἤθελε

Τῶνσκευοποιῶν εἰκάσαι. πάντως γε μὴν

Γνωσθήσεται,τὸ γὰρ θέατρον δεξιόν.

Νι.  Oἴμοικακοδαίμων, ὁ Παφλαγὼν ἐξέρχεται.

Κλ.  Oὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,

Οτιὴ’πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.

Τουτὶτί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;

Οὐκ ἔσθ’ὅπως οὐ Χαλκιδέας ἀφίστατον,

Απολεῖσθον,ἀποθανεῖσθον, ὦ μιαρωτάτω.

Δη. Οὗτος, τί φεύγεις; οὐ μενεῖς ὦ γεννάδα

Αλλαντοπῶλα;μὴ προδῷς τὰ πράγματα.

Ανδρεςἱππῇς παραγίγνεσθε, νῦν ὁ καιρός: ὦΣίμων,

Ω Παναίτι’,οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;

Ανδρεςἐγγύς: ἀλλ’ ἀμύνου κᾀπαναστρέφουπάλιν.

Ο κονιορτὸςδῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.

Αλλ’ἀμύνου καὶ δίωκε, καὶ τροπὴν αὐτοῦποιοῦ.

Χο.  Παῖεπαῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον

Καὶτελώνην, καὶ φάραγγα, καὶ χάρυβδινἁρπαγῆς,

Καὶπανοῦργον καὶ πανοῦργον, πολλάκις γὰραὔτ’ ἐρῶ·

Καὶ γὰροὗτος ἦν πανοῦργος πολλάκις τῆςἡμέρας.

Αλλὰπαῖε καὶ δίωκε, καὶ τάραττε καὶ κύκα,

Καὶβδελύττου: καὶ γὰρ ἡμεῖς: κᾀπικείμενοςβόα.

Εὐλαβοῦδὲ μὴ’ κφύγῃ σε: καὶ γὰρ οἶδε τὰςὁδούς,

ΑσπερΕὐκράτης ἔφυγεν εὐθὺ τῶν κυρηβίων.

Κλ.  Ωγέροντες ἠλιασταί φράτερες τριωβόλου,

Οὓς ἐγὼβόσκω κεκραγὼς καὶ δίκαια κᾄδικα,

Παραβοηθεῖθ’,ὡς ὑπ’ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.

Χο.  Ενδίκῃ γ’, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖνκατεσθίεις,

Κᾀποσυκάζειςπιέζων τοὺς ὑπευθύνους σκοπῶν

Οστιςαὐτῶν ὠμὸς ἐστιν, ἢ πέπων, ἢ μὴ πέπων.

Κᾔν τιν’αὐτῶν γνῶς ἀπράγμον’ ὄντα καὶκεχηνότα,

Καταγαγὼνἐκ Χεῤῥονήσου, διαβαλών, ἀγκυρίσας,

Εἶτ’ἀποστρέψας τὸν ὦμον, αὐτὸν ἐνεκολήβασας

Καὶσκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶνἀμνοκῶν,

Πλούσιος,καὶ μὴ πονηρὸς, καὶ τρέμων τὰ πράγματα.

Κλ. Ξυνεπίκεισθ’ ὑμεῖς, ἐγὼ δ’ ὦ’νδρεςδι’ ὑμᾶς τύπτομαι,

Οτελέγειν γνώμην ἔμελλον: ὡς δίκαιον ἐνπόλει

Εστάναιμνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.

Χο.  Ωςδ’ ἀλαζών; ὡς δὲ μάσθλης; εἶδες οἷ’ὑπέρχεται;

Ωσπερεὶγέροντας ἡμᾶς κἀκκοβαλικεύεται.

Αλλ’ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται.

Ην δ’ὑπεκκλίνῃ γε δευρὶ, πρὸς σκέλοςκυρηβάσει.

Κλ.  Ωπόλις καὶ δῆμ’, ὑφ’ οἵων θηρίωνγαστρίζομαι.

Δη.  Καὶκέκραγας, ὥσπερ αἰεὶ τὴν πόλινκαταστρέφεις;

Κλ.  Αλλ’ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτον τρέψομαι.

Χο.  Αλλ’ἐὰν μὲντοι γε νικᾷς τῇ βοῇ, τήνελλοςεἶ·

Ην δ’ἀναιδείᾳ παρέλθῃς, ἡμέτερος ὁ πυραμοῦς.

Κλ. Τουτονὶ τὸν ἄνδρ’ ἐγὼ δείκνυμι, καὶφήμ’ ἐξάγειν

ΤαῖσιΠελοποννησίων τριήρεσι ζωμεύματα.

Αλ.  Ναὶμὰ Δία: κᾄγωγε τοῦτον ὅτι κενῇ τῇκοιλίᾳ

Εσδραμὼνἐς τὸ Πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖπλέα.

Δη.  ΝὴΔί’ ’ἐξαγαγών γε τὰ’ πόῤῥηθ’ ἅμ’ἄρτον, καὶ κρέας,

Καὶτέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθηπώποτε.

Κλ. Αποθανεῖσθον αὐτίκα μάλα.

Αλ. Τριπλάσιον κεκράξομαί σου.

Κλ. Καταβοήσομαι βοῶν σε.

Αλ. Κατακεκράξομαί σου κράζων.

Κλ. Διαβαλῶ σ’ ἐὰν στρατηγῇς.

Αλ. Κυνοκοπήσω σου τὸ νῶτον.

Κλ. Περιελῶ σ’ ἀλαζονείας. 

Αλ. Υποτεμοῦμαι τὰς ὁδούς σου.

Κλ. Βλέψον ἐις ἔμ’ ἀσκαρδάμυκτον.

Αλ.  Ενἀγορᾷ κᾀγὼ τέθραμμαι.

Κλ. Διαφορήσω σ’ εἴ τι γρύζεις.

Αλ. Κοπροφορήσω σ’ ἐι λαλήσεις.

Κλ. Ομολογῶ κλέπτειν· σὺ δ’ οὐχί;

Αλ.  νὴτὸν Ἑρμῆν τὸν ἀγοραῖον.

Κᾀπιορκῶγε βλεπόντων.

Κλ. Αλλότρια τοίνυν σοφίζει.

Καί σεφανῶ τοῖς Πρυτάνεσιν.

Αδεκατεύτουςτῶν θεῶν ἱε-

ρὰςἔχοντα κοιλίας.

Χο.  Αμιαρὲ καὶ βδελυρὲ,

Καὶκεκράκτα. τοῦ σοῦ θράσους

Πᾶσαμὲν γῆ πλέα,

Πᾶσα δ’ἐκκλησία,

Καὶτέλη, καὶ γραφαὶ

Καὶδικαστήρι’· ὦ

Βορβοροτάραξικαὶ

Τὴνπόλιν ἅπασαν ἡ-

Μῶνἀνατετυρβακώς,

Οστιςἡμῖν τὰς Ἀθήνας ἐκκεκώφηκας βοῶν,

Κᾀπὸτῶν πετρῶν ἄνωθεν τοὺς φόρουςθυννοσκοπῶν.

Κλ.  Οἶδ’ἐγὼ τὸ πρᾶγμα τοῦθ’ ὅθεν πάλαικαττύεται.

Αλ.  Εἰδὲ μὴ σύ γ’ οἶσθα κάττυμ’, οὐδ’ ἐγὼχορδεύματα.

Οστιςὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦβοὸς,

Τοῖςἀγροίκοισιν πανούργως ὥστε φαίνεσθαιπαχύ,

Καὶ πρὶνἡμέραν φορῆσαι, μεῖζον ἦν δυοῖνδοχμαῖν.

Δη.  Καὶνὴ δία; κἀμὲ τοῦτ’ ἔδρασε ταὐτόν,ὥστε κατάγελων

Πάμπολυντοῖς δημόταισι καὶ τοῖς φίλοις παρασχεθεῖν.

Πρὶνγὰρ εἶναι Περγασῆσιν, ἔνεον ἐν ταῖςἐμβάσιν.

Χο. Αραδῆτ’ οὐκ ἀπ’ ἀρ-

Xῆςἐδήλους ἀναί-

Δειαν,ἥπερ μόνη

Προστατεῖτῶν ῥητόρων.

Η σὺπιστεύων, ἀμέργεις τῶν ξένων τοὺςκαρπίμους,

Πρῶτοςὤν: ὁ δ’ Ἱπποδάμου λείβεται θεώμενος.

Αλλ’ἐφάνη γὰρ ἀνηρ ἕτερος πολὺ

Σοῦμιαρώτερος, ὥστε με χαίρειν,

Ος σεπαύσει, καὶ πάρεστι: δῆλός ἐστιναὐτόθεν,

Ενπανουργίᾳ τε καὶ θράσει, καὶκοβαλικεύμασιν.

Αλλ’, ὦτραφεὶς ὅθεν πέρ εἰσιν ἄνδρες οἵπερἐισι,

Νῦνδεῖξον, ὡς οὐδὲν λέγει τὸ σωφρόνωςτραφῆναι.

Αλ.  Καὶμὴν ἀκούσαθ’ οἷός ἐστιν οὑτοσὶπολίτης.

Κλ.  Οὐκαὖ μ’ ἐάσεις;

Αλ.     μὰΔί’, ἐπεὶ κᾀγὼ πονηρός εἰμι.

Αλλ’αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶταδιαμαχοῦμαι.

Δη.  Εὰνδὲ μὴ ταύτῃ γ’ ὑπείκῃ, λέγ’ ὅτι κᾀκπονηρῶν.

Κλ.  Οὐκαὖ μ’ ἐάσεις;

Αλ.     μὰΔία.

Κλ.     ναὶ μὰ Δία;

Αλ.       μὰ τὸν Ποσειδῶ.

Κλ. Οἴμοι, διαρραγήσομαι.

Αλ.    καὶ μὴν ἐγὼ σ’ οὐ παρήσω.

Δη.  Πάρεςπάρες πρὸς τῶν θεῶν αὐτῷ διαῤῥαγῆναι.

Κλ.  Τῷκαὶ πεποιθὼς, ἀξιοῖς ἐμοῦ λέγεινἐναντία;

Αλ.  Οτιὴλέγειν οἷός τε κᾀγὼ καὶ καρυκοποιεῖν:

Κλ.  Ιδοὺλέγειν. καλῶς γ’ ἂν οὖν σὺ πρᾶγμαπροσπεσόν σοι,

Ωμοσπάρακτονπαραλαβὼν, μεταχειρίσαιο χρηστῶς.

Αλλ’οἶσθ’ ὅ μοι πεπονθέναι δοκεῖς ὅπερτὸ πλῆθος,

Εἴπουδικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,

Τὴννύκτα θρυλλῶν, καὶ λαλῶν ἐν ταῖς ὁδοῖςσεαυτῷ,

Υδωρ τεπίνων,κᾀπιδεικνὺς, τοὺς φίλους τ’ἀνιῶν,

Ωουδυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆςἀνοίας.

Αλ.  Τὶδαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας ὥστενυνὶ

Υπὸ σοῦμονωτάτου κατεγλωττισμένην σιωπᾶν.

Κλ.  Εμοὶγὰρ ἀντέθηκας ἀνθρώπων τιν’; ὅστιςεὐθὺς

 Θύννειαθερμὰ καταφαγών, κᾆτ’ ἐπιπιὼν ἀκράτου

Οἴνουχοᾶ, κασαλβάσω τοὺς ἐν πύλῳ στρατηγούς;

Αλ. Εγὼδέ γ’ ἤνυστρον βοὸς, καὶ κοιλίαν ὑείαν

Καταβροχθίσας,κᾆτ’ ἐκπιὼν τὸν ζωμὸν ἀναπόνιπτος

Λαρυγγιῶτοὺς ῥήτορας, καὶ Νικίαν λαπάξω.

Δη. Τὰμὲν ἄλλα μ’ ἤρεσας λέγων, ἓν δ’ οὐπροσίεταί με,

Τῶνπραγμάτων,ὁτιὴ μόνος τὸν ζωμὸνἐκροφήσει.

Αλλ’ οὐλάβρακας καταφαγὼν, Μιλησίους κλονήσεις.

Αλ.  Αλλὰσχελίδας ἐδηδοκὼς,ὠνήσομαι μέταλλα.

Κλ. Εγὼδ’ ἐπεισπηδῶν γε τὴν βουλὴν βίᾳκυκήσω.

Αλ. Εγὼδὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶφύσκης.

Κλ. Εγὼδέ γ’ ἐξέλῶ σε τῇ πυγῇ θύραζε κύβδα.

Δη. Νὴτὸν Ποσειδῶ, κᾀμέ γὰρ ἤνπερ τοῦτονἕλκῃς.

Κλ. Οἷόνσε δήσω τῷ ξύλῳ.

Αλ.    διώξομαί σε δειλίας.

Κλ. Ηβύρσά σου θρανεύσεται.

Αλ. Δερῶσε θύλακον κλοπῆς.

Κλ. Διαπατταλευθήσει χαμαί.

Αλ. Περικόμματ’ ἔκ σου σκευάσω.

Κλ.  Τὰςβλεφαρίδας σου παρατιλῶ.

Αλ.  Τὸνπρηγορεῶνά σοὐκτεμῶ.

Δη.  Καὶνὴ Δί’ ἐμβαλόντες αὐ-

Τῷπάτταλον μαγειρικῶς

Εἰς τὸστόμ’, εἶτα δ’ ἔνδοθεν

Τὴνγλῶτταν ἐξείραντες αὐ-

Τοῦσκεψόμεσθ’ εὖ κᾀνδρικῶς

Κεχηνότος

Τὸνπρωκτόν εἰ χαλαζᾷ.

Χο.  Ηνἄρα πυρός γ’ ἕτερα θερμότερα,

Καὶλόγων ἐν πόλει

Τῶνἀναιδῶν ἀναιδέστεροι.

Καὶ τὸπρᾶγμ’ οὖν ἦν φαῦλον ὧδ’.

Αλλ’ἔπιθι καὶ στρόβει,

Μηδὲνὀλίγον ποίει:

Νῦν γὰρἔχεται μέσος.

Ως ἐὰννυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,

Δειλὸνεὑρήσεις: ἐγὼ γὰρ τοὺς τρόπουςἐπίσταμαι.

Αλ.  Αλλ’ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸνβίον,

Κᾆτ’ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶνθέρος.

Νῦν δὲτοὺς στάχυς ἐκείνους οὓς ἐκεῖθενἤγαγεν

Εν ξύλῳδήσας ἀφανεῖ, κἀποδόσθαι βούλεται.

Κλ.  οὐδέδοιχ’ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον

Καὶ τὸτοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.

Χο.  Ωςδὲ πρὸς πᾶν ἀναιδεύεται

Κοὐμεθίησι τοῦ χρώμα-

Τος τοῦπαρεστηκότος. 

Θε.  Εἴσε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον,

Καὶδιδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.

Χο.  Ωπερὶ πάντ’ ἐπὶ πᾶσί τε πράγμασι

Δωροδόκοισινἐπ’ ἄνθεσιν ἵζων:

Εἴθεφαύλως ὥσπερ εὗρες ἐκβάλοις τὴνἔνθεσιν.

Ασαιμιγὰρ τότ’ ἂν μόνον· πῖνε πῖν’ ἐπὶσυμφοραῖς,

ΤὸνΙουλιόν τ’ ἂν οἶμαι γέροντα πουῤῥοπίπην,

Ησθέντακαὶ Παιῶνα δὴ καὶ βακχέβακχον ᾆσαι.

Κλ.  Οὔτοίμ’ ὑπερβαλεῖσθ’ ἀναιδείᾳ μὰ τὸνΠοσειδῶ,

 Η μὴποτ’ ἀγοραίου Διὸς σπλάγχνοισιπαραγενοίμην.

Αλ.  Εγωγενὴ τοὺς κονδύλους, οὓς πολλὰ δὴ ’πὶπολλοῖς

Ηνεσχόμηνἐκ παιδίων μαχαιρίδων τε πληγάς,

Υπερβαλεῖσθαίσ’ οἴομαι τούτοισιν: ἢ μάτην γ’ ἂν

Απὸμαγδαλιᾶς σιτούμενος τοσοῦτοςἐκτραφείην.

Κλ.  Απὸμαγδαλιᾶς ὥσπερ κύων; ὦ παμπόνηρε; πῶςοὖν 

Κυνὸςβορὰν σιτούμενος, μαχεῖ σὺ κυνοκεφάλῳ;

Αλ.  Καὶνὴ Δί’ ἄλλα γ’ ἐστί μου κόβαλα παιδὸςὄντος .

Εξηπάτωνγὰρ τοὺς μαγείρους ἂν λέγων τοιαυτί:

Σκέψασθε,παῖδες. οὐχ ὁρᾶθ’; ὥρα νέα, χελιδὼν.

Οἱ δ’ἔβλεπον, κᾀγὼ ’ν τοσούτῳ τῶν κρεῶνἔκλεπτον.

Δη.  Ωδεξιώτατον κρέας ὡς σοφῶς γε προὐνοήσω·

Ωσπερἀκαλήφας ἐσθίων, πρὸ χελιδόνων ἔκλεπτες.

Αλ.  Καὶταῦτα δρῶν ἐλάνθανόν γ’, εἰ δ’ οὖνἴδοι τις αὐτῶν,

Αποκρυπτόμενοςεἰς τὰ κοχώνα τοὺς θεοὺς ἀπώμνυον.

Ωστ’εἶπ’ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτοδρῶντα,

Οὐκ ἔσθ’ὅπως ὁ παῖς ὅδ’ οὐ τὸν δῆμονἐπιτροπεύσει.

Χο.  Εὖγε ξυνέβαλεν αὔτ’, ἀτὰρ δῆλόν γ’ ἀφ’οὗ ξυνέγνω,

Οτιὴ’πιόρκεις θ’ ἡρπακὼς, καὶ κρέας ὁπρωκτὸς εἶχεν.

Κλ.  Εγώσε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλονἄμφω.

Εξειμιγάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιεὶς,

Ομοῦταράττων τήν τε γῆν καὶ τὴν θάλαττανεἰκῇ.

Αλ.  Εγὼδὲ συστείλας γε τοὺς ἀλλᾶντας, εἶτ’ἀφήσω

Κατὰκῦμ’ ἐμαυτὸν ὄριον, κλάειν σε μακρὰκελεύων.

Δη. Κἄγωγ’, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίανφυλάξω.

Κλ.  Οὔτοιμὰ τὴν Δήμητρα καταπροίξει τάλανταπολλὰ 

 ΚλέψαςἈθηναίων.

Χο.    ἄθρει καὶ τοῦ ποδὸς παρίει,

Ως οὗτοςἤδη καικίας καὶ συκοφαντίας πνεῖ.

Κλ.  Σὲδ’ ἐκ Ποτιδαίας ἔχοντ’ εὖ οἶδα δέκατάλαντα.

Αλ.  Τίδῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼνσιωπᾷν;

Χο.  Ανὴρἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει.

Αλ.  Τὸπνεῦμ’ ἔλαττον γίγνεται.

Κλ. Φεύξει γραφὰς ἑκατονταλάντους τέτταρας.

Αλ.  Σὺδ’ ἀστρατείας γ’ εἴκοσιν,

Κλοπῆςδὲ πλεῖν ἢ χιλίας.

Κλ.  Εκτῶν ἀλιτηρίων σέ φη-

Μὶγεγονέναι τῶν τῆς θεοῦ.

Αλ.  Τὸνπάππον εἶναί φημί σου

Τῶνδορυφόρων.

Κλ.    ποίων; φράσον.

Αλ.  ΤῶνΒυρσίνης τῆς Ἱππίου.

Κλ. Κόβαλος εἶ.

Αλ.   πανοῦργος εἶ.

Δη.  Παῖ’ἀνδρικῶς.

Κλ.   Ιοὺ, ἰού.

Τύπτουσίμ’ οἱ ξυνωμόται.

Δη.  Παῖ’αὐτὸν ἀνδρειότατα:

Γάστριζεκαὶ τοῖς ἐντέροις,

Καὶ τοῖςκόλοις,

Χᾤπωςκολᾷ τὸν ἄνδρα.

Ωγεννικώτατον κρέας ψυχήν τ’ ἄριστεπάντων,

Καὶ τῇπόλει σωτὴρ φανεὶς, ἡμῖν τε τοῖςπολίταις:

Ως εὖτὸν ἄνδρα ποικίλως τ’ ὑπῆλθες ἐνλόγοισιν.

Πῶς ἄνσ’ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;

Κλ.  Ταυτὶμὰ τὴν Δήμητρά μ’ οὐκ ἐλάνθανε

Τεκταινόμενατὰ πράγματ’, ἀλλ’ ἠπιστάμην

Γομφούμενάγε τὰ πάντα καὶ κολλώμενα.

Αλ. Οὔκουν μ’ ἐν Ἄργει γ’ οἷα πράττειςλανθάνει.

Πρόφασινμὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,

Ιδίᾳ δ’ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.

Καὶταῦτ’ ἐφ’ οἷσίν ἐστι συμφυσώμενα

Εγᾦδ’.ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.

Χο. Εὖγ’ εὖ γε, χάλκευ’ ἀντὶ τῶν κολλωμένων.

Αλ.  Καὶξυγκροτοῦσιν ἄνδρες αὔτ’ ἐκεῖθεναὖ:

Καὶταῦτά μ’ οὔτ’ ἀργύριον οὔτε χρυσίον

Διδοὺςἀναπείσεις, οὐδὲ προσπέμπων φίλους,

Οπως ἐγὼταῦτ’ οὐκ Ἀθηναίοις φράσω.

Κλ.  Εγὼμὲν οὖν αὐτίκα μάλ’ εἰς βουλὴν ἰὼν,

Υμῶνἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,

Καὶ τὰςξυνόδους τὰς νυκτερινὰς ἐπὶ τῇ πόλει,

Καὶπάνθ’ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,

Καὶ τἀκΒοιωτῶν ταῦτα συντυρούμενα.

Αλ.  Πῶςοὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;

Κλ. Εγώσε νὴ τὸν Ἡρακλέα καταστορῶ.

Χο.  Αγεδὴ, σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις

Νυνὶδιδάξεις, εἴπερ ἀπεκρύψω τότε

Ες τὰκοχώνας τὸ κρέας, ὡς αὐτὸς λέγεις.

Θεύσειγὰρ ἄξας ἐς τὸ βουλευτήριον.

Ως οὗτοςεἰσπεσὼν, ἐκεῖσε διαβαλεῖ,

Ημᾶςἅπαντας καὶ κραγὸν κεκράξεται.

Αλ.  Αλλ’εἶμι, πρῶτον δ’ ὡς ἔχω τὰς κοιλίας.

Καὶ τὰςμαχαίρας ἐνθαδὶ καταθήσομαι.

Χο.  Εχενυν, ἄλειψον τὸν τράχηλον τουτῳὶ,

Ιν’ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.

Αλ.  Αλλ’εὖ λέγεις; καὶ παιδοτριβικῶς ταυτάγε.

Χο.  Εχενῦν, ἐπέγκαψον λαβὼν ταδί.

Αλ.      τί δαὶ;

Χο.  Ιν’ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ:

Καὶσπεῦδε ταχέως.

Αλ.    ταῦτα δρῶ.

Χο.      μέμνησό νυν

Δάκνειν,διαβάλλειν, τοὺς λόφους κατεσθίειν,

Χὤπωςτὰ κάλλαι’ ἀποφαγὼν ἥξεις πάλιν.


ΚΟΜΜΑΤΙΟΝ.


Χο.  Αλλ’ἴθι χαίρων, καὶ πράξειας

Κατὰνοῦν τὸν ἐμόν, καί σε φυλάττοι

Ζεὺςἀγοραῖος· καὶ νικήσας,

Αὖθιςἐκεῖθεν πάλιν ὡς ἡμᾶς

Ελθοιςστεφάνοις κατάπαστος.

Υμεῖςδ’ ἡμῖν προσέχετε τὸν νοῦν

Τοῖςἀναπαίστοις, ὦ παντοίας

ΗδηΜούσης πειραθέντες καθ’ ἑαυτούς.


ΠΑΡΑΒΑΣΙΣ.


Εἰ μέντις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλοςἡμᾶς

Ηνάγκαζενἔπη λέξοντας γ’ ἐς τὸ θέατρον παραβῆναι,

Οὐκ ἂνφαύλως ἔτυχεν τούτου:νῦν δ’ ἄξιόςἐσθ’ ὁ ποιητής,

Οτι τοὺςαὐτοὺς ἡμῖν μισεῖ, τολμᾷ τε λέγειντὰ δίκαια,

Καὶγενναίως πρὸς τὸν Τυφῶ χωρεῖ καὶ τὴνἐριώλην:

Α δὲθαυμάζειν ὑμῶν φησὶ πολλοὺς αὐτῷπροσιόντας,

Καὶβασανίζειν, ὡς οὐχὶ πάλαι χορὸν αἰτοίηκαθ’ ἑαυτόν,

Ημᾶςὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶγὰρ ἁνὴρ

Οὐχ ὑπ’ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν,ἀλλὰ νομίζων

Κωμῳδοδιδασκαλίανεἶναι χαλεπώτατον ἔργον ἁπάντων:

Πολλῶνγὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοιςχαρίσασθαι.

Υμᾶς τεπάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσινὄντας

Kαὶ τοὺςπροτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳπροδιδόντας.

Tοῦτομὲν εἰδὼς ἅ’παθε Μάγνης ἅμα ταῖςπολιαῖς κατιούσαις.

Oς πλεῖσταχορῶν τῶν ἀντιπάλων νίκης ἔστησετροπαῖα.

Πάσαςδ’ ὑμῖν φωνὰς ἱεὶς, καὶ ψάλλων, καὶπτερυγίζων,

Καὶλυδίζων, καὶ ψηνίζων,καὶ βαπτόμενοςβατραχείοις,

Οὐκἐξήρκεσεν. ἀλλὰ τελευτῶν ἐπὶ γήρως,οὐ γὰρ ἐφ’ ἥβης,

Εξεβλήθηπρεσβύτης ὢν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη.

ΕἶταΚρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσαςποτ’ ἐπαίνῳ.

Διὰ τῶνἀφελῶν πεδίων ἔῤῥει: καὶ τῆς στάσεωςπαρασύρων,

Εφόρειτὰς δρῦς,καὶ τὰς πλατάνους,καὶ τοὺςἐχθροὺς προθελύμνους.

Ασαι δ’οὐκ ἦν ἐν ξυμποσίῳ , πλὴν δωροῖσυκοπέδιλε,

Καὶτέκτονες εὐπαλάμων ὕμνων: οὕτως ἤνθησενἐκεῖνος.

Νυνὶ δ’ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ’οὐκ ἐλεεῖτε,

Εκπιπτουσῶντῶν ἠλέκτρων, καὶ τοῦ τόνου οὐκέτ’ἐνόντος,

Τῶν θ’ἁρμονιῶν διαχασκουσῶν:ἀλλὰ γέρωνὢν, περιέῤῥει

ΩσπερΚοννᾶς, στέφανον μὲν ἔχων αὗον, δίψῃδ’ ἀπολωλὼς.

Ον χρῆνδιὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷπρυτανείῳ,

Καὶ μὴληρεῖν, ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰτῷ Διονύσῳ.

Οἵας δὲΚράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶστυφελιγμούς.

Ος ἀπὸσμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζωνἀπέπεμπεν,

Απὸκραμβοτάτου στόματος μάττων ἀστειοτάταςἐπινοίας.

Χ’οὖτοςμέντοι μόλις ἀντήρκει, τοτὲ μὲν πίπτων,τοτὲ δ’ οὐχί.

Ταῦτ’ὀῤῥωδῶν διέτριβεν ἀεί:καὶ πρὸςτούτοισιν ἔφασκεν,

Ερέτηνχρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοιςἐπιχειρεῖν,

Κᾆτ’ἐντεῦθεν πρῳρατεῦσαι, καὶ τοὺςἀνέμους διαθρῆσαι,

Κᾆτακυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖνοὕνεκα πάντων,

Οτισωφρονικῶς οὐκ ἀνοήτως ἐσπηδήσαςἐφλυάρει,

Αἴρεσθ’αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ’ ἐφ’ἕνδεκα κώπαις

Θόρυβονχρηστὸν Ληναΐτην,

Ιν’ ὁποιητὴς ἀπίῃ χαίρων,

Κατὰνοῦν πράξας,

Φαιδρὸςλάμποντι μετώπω.


ΣΤΡΟΦΗ.


Ιππι’ἄναξ Πόσειδον, ᾧ

Χαλκοκρότωνἵππων κτύπος

Καὶχρεμετισμὸς ἁνδάνει,

Καὶκυανέμβολοι θοαὶ

Μισθοφόροιτριήρεις,

Μειρακίωνθ’ ἅμιλλα λαμ-

Πρυνομένωνἐν ἅρμασιν,

Καὶβαρυδαιμονούντων:

Δεῦρ’ἔλθ’ εἰς χορόν, ὦ χρυσοτρίαιν’, ὦ

Δελφίνωνμεδέων Σουνιάρατε,

Ω Γεραίστιεπαῖ Κρόνου,

Φορμίωνίτε φίλτατ’ ἐκ

Τῶνἄλλων τε θεῶν Ἀθη-

Ναίοιςπρὸς τὸ παρεστός.


ΕΠΙΡΡΗΜΑ.


Εὐλογῆσαιβουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι

Ανδρεςἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦπέπλου:

Οἵτινεςπεζαῖς μάχαισιν, ἔντε ναυφάρκτῳ στρατῷ

Πανταχοῦνικῶντες ἀεὶ τήνδ’ ἐκόσμησαν πόλιν.

Οὐ γὰροὐδεὶς πώποτ’ αὐτῶν τοὺς ἐναντίουςἰδὼν

Ηρίθμησεν,ἀλλ’ ὁ θυμὸς εὐθὺς ἦν ἀμυνίας.

Εἰ δέπου πέσοιεν εἰς τὸν ὦμον ἐν μάχῃ τινὶ,

Ταῦτ’ἀπεψήσαντ’ ἄν, εἶτ’ ἠρνοῦντο μὴπεπτωκέναι,

Αλλὰδιεπάλαιον αὖθις, καὶ στρατηγὸς οὐδ’ἄν εἷς

Τῶν πρὸτοῦ σίτησιν ᾔτησ’ ἐρόμενος Κλεαίνετον.

Νῦν δ’ἐὰν μὴ προεδρίαν φέρωσι, καὶ τὰ σιτία,

Οὐμαχεῖσθαί φασιν. ἡμεῖς δ’ ἀξιοῦμεντῇ πόλει

Προῖκαγενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις:

Καὶ πρὸςοὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶμόνως,

Ην ποτ’εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,

Μὴφθονεῖθ’ ἡμῖν κομῶσι μηδ’ἀνεστλεγγισμένοις.


ΑΝΤΩΔΗΚΑΙ ΑΝΤΙΣΤΡΟΦΗ.


Ω πολιοῦχεΠαλλάς, ὦ

Τῆςἱερωτάτης ἅπα-

Σῶνπολέμῳ τε καὶ ποιη-

Ταῖςδυνάμει θ’ ὑπερφερού-

Σηςμεδέουσα χώρας:

Δεῦρ’ἀφικοῦ λαβοῦσα τὴν

Ενστρατιαῖς τε καὶ μάχαις

Ημετέρανξυνεργὸν,

Νίκην,ἣ Χαρίτων ἐστὶν ἑταίρα,

Τοῖς τ’ἐχθροῖσι μεθ’ ἡμῶν στασιάζει.

Νῦν οὖνδεῦρο φάνηθι.δεῖ

Γὰρ τοῖςἀνδράσι τοῖσδε, πά-

Σῃ τέχνῃπορίσαι σε νί-

Κην,εἴπερ ποτέ, καὶ νῦν.


ΑΝΤΕΠΙΡΡΗΜΑ.


Α ξύνισμεντοῖσιν ἵπποις, βουλόμεσθ’ ἐπαινέσαι,

Αξιοιδ’ εἴσ’ εὐλογεῖσθαι. πολλὰ γὰρ δὴπράγματα

Ξυνδιήνεγκανμεθ’ ἡμῶν, ἐσβολάς τε καὶ μάχας.

Αλλὰτἀν τῇ γῇ μὲν αὐτῶν, οὐκ ἄγανθαυμάζομεν:

Ως, ὅτ’ἐις τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,

Πριάμενοικώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα:

Εἶτατὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱβροτοὶ,

Εμβαλόντεςἂν ἐφρυάξαν ἱππαπαῖ, τίς ἐμβαλεῖ;

Ληπτέονμᾶλλον:τί δρῶμεν; οὐκ ἐλᾷς, ὦ Σαμφόρα;

Εξεπήδωντ’ εἰς Κόρινθον: εἶτα δ’ οἱ νεώτατοι

Ταῖςὁπλαῖς ὤρυττον εὐνὰς,καὶ μετῇσανβρώματα:

Ησθιονδὲ τοὺς παγούρους ἀντὶ πόας μηδικῆς,

Εἴτιςἐξέρποι θύραζε, κἀκ βυθοῦ θηρώμενοι.

Ως τ’ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον.

Δεινάγ’, ὦ Πόσειδον, εἰ μηδ’ ἐν βυθῷδυνήσομαι,

Μήτε γῇ,μήτ’ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.

Χο.  Ωφίλτατ’ ἀνδρῶν καὶ νεανικώτατε,

Οσηνἀπὼν παρέσχες ἡμῖν φροντίδα;

Kαὶ νῦνἐπειδὴ σῶς ἐλήλυθας πάλιν,

Aγγειλονἡμῖν πῶς τὸ πρᾶγμ’ ἠγωνίσω.

Αλ.  Tίδ’ ἄλλο γ’ εἰ μὴ Νικόβουλος ἐγενόμην;

Χο.  Nῦνἄρ’ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολῦξαι.

Ω καλὰλέγων, πολὺ δ’ ἀμείνον’ ἔτι τῶν λόγων

Εἰργασμένε,εἴθ’ ἐπέλ-

θοιςἅπαντά μοι σαφῶς.

Ως ἐγώμοι δοκῶ

 Κἂνμακρὰν ὁδὸν διελθεῖν ὥστ’ ἀκοῦσαι.

Πρὸςτάδ’, ὦ βέλτιστε, θαρρήσας λέγ’, ὡς ἅ-

Παντεςἡδόμεσθά σοι.

Αλ.  Καὶμὴν ἀκοῦσαί γ’ ἄξιον τῶν πραγμάτων.

Εὐθὺςγὰρ αὐτοῦ κατόπιν ἐνθένδ’ ἱέμην.

Οδ’ ἄρ’ἔνδον ἐλασίβροντ’ ἀναρρηγνὺς ἔπη,

Τερατευόμενοςἤρειδε κατὰ τῶν ἱππέων,

Κρημνοὺςἐρείπων, καὶ ξυνωμότας λέγων.

Πιθανώταταδ’ ἡ βουλὴ γ’ ἅπασ’ ἀκροωμένη,

Εγένεθ’ὑπ’ αὐτοῦ ψευδατραφάξυος πλέα,

Κἄβλεψενᾶπυ, καὶ τὰ μέτωπ’ ἀνέσπασε.

Κἄγωγ’ὅτε δὴ ’γνων ἐνδεχομένην τοὺς λόγους,

Καὶ τοῖςφενακισμοῖσιν ἐξαπατωμένην,

Αγε δὴΣκίταλοι καὶ Φένακες, ἦν δ’ ἐγὼ,

Βερέσχεθοίτε καὶ Κόβαλοι καὶ Μόθωνες,

Αγοράτ’ ἐν ᾗ παῖς ὢν, ἐπαιδεύθην ἐγὼ:

Νῦν μοιθράσος καὶ γλῶσσαν εὔπορον δότε,

Φωνήντ’ ἀναιδῆ. ταῦτα φροντίζοντί μοι,

Εκ δεξιᾶςἀπέπαρδε καταπύγων ἀνὴρ.

Κᾷγὼπροσέκυσα, κᾆτα τῷ πρωκτῷ θένων

Τὴνκιγκλίδ’ ἐξήραξα, κᾀναχανὼν μέγα,

Ανέκραγον:ὦβουλὴ: λόγους ἀγαθοὺς φέρων,

Εὐαγγελίσασθαιπρῶτον ὑμῖν βούλομαι,

Εξ οὗγὰρ ἡμῖν ὁ πόλεμος κατεῤῥάγη,

Οὐ πώποτ’ἀφύας εἶδον ἀξιωτέρας.

Τῶν δ’εὐθέως τὰ πρόσωπα διεγαλήνισαν,

Εἶτ’ἐστεφάνουν μ’, εὐαγγέλια κᾀγὼ· φρασα

Αὐτοῖς,ἀπόῤῥητον ποιησάμενος ταχὺ,

Ινα τὰςἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,

Τῶνδημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.

Οἵδ’ἀνεκρότησαν καὶ πρὸς ἔμ’ ἐκεχήνεσαν.

Οδ’ὑπονοήσας, ὁ Παφλαγών, εἰδὼς ἄρα

Οἷςἥδεθ’ ἡ βουλὴ μάλιστα ῥήμασι,

Γνώμηνἔλεξεν: ἄνδρες, ἤδη μοι δοκεῖ,

Επὶσυμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις,

Εὐαγγέλιαθύειν ἑκατὸν βοῦς τῇ θεῷ.

Επένευσενεἰς ἐκεῖνον ἡ βουλὴ πάλιν:

Κᾄγωγ’ὅτε δὴ ’γνων τοῖς βολίτοις ἡττώμενος,

Διηκοσίησιβουσὶν ὑπερηκόντισα.

Τῇ δ’ἀγροτέρᾳ κατὰ χιλίων παρήνεσα

Εὐχὴνποιήσασθαι χιμάρων ἐςαύριον,

Αἱτριχίδες εἰ γενοίαθ’ ἑκατὸν τοὐβολοῦ.

Εκαραδόκησενἐις ἔμ’ ἡ βουλὴ πάλιν.

Ο δὲταῦτ’ ἀκούσας, ἐκπλαγεὶς ἐφληνάφα,

Κᾆθ’εἷλκον αὐτὸν οἱ Πρυτάνεις, χοἰ τοξόται:

Οἵδ’ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες.

Οδ’ἠντεβόλει γ’ αὐτοὺς ὀλίγον μεῖναιχρόνον,

Ιν’ ἅτθ’ὁ κήρυξ ὁὐκ Λακεδαίμονος λέγει,

Πύθησθ’:ἀφῖκται γὰρ περὶ σπονδῶν λέγων.

Οἱδ’ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον,

Νυνὶπερὶ σπονδῶν; ἐπειδή γ’, ὦ μέλε

Ησθοντοτὰς ἀφύας παρ’ ἡμῖν ἀξίας,

Οὐδεόμεθα σπονδῶν: ὁ πόλεμος ἑρπέτω.

Εκεκράγεσάντε τοὺς πρυτάνεις ἀπιέναι,

Εἶθ’ὑπερεπήδων τοὺς δρυφάκτους πανταχοῦ.

Εγὼ δὲτὰ κορίανν’ ἐπριάμην ὑποδραμὼν

Απαντα,τά τε γήτει’ ὅσ’ ἦν ἐν τἀγορᾷ.

Επειταταῖς ἀφύαις ἐδίδουν ἡδύσματα,

Αποροῦσιναὐτοῖς προῖκα κᾀχαριζόμην.

Οἵδ’ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με

Απαντεςοὕτως, ὥστε τὴν βουλὴν ὅλην

Οβολοῦκοριάννοις ἀναλαβὼν ἐλήλυθα.


ΑΝΤΙΣΤΡΟΦΗ.


Πάντατοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα.

Εὗρε δ’ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις

Μείζοσικεκασμένον,

Καὶδόλοισι ποικίλοις,

Ρήμασίθ’ αἱμύλοις.

Αλλ’ὅπως ἀγωνιεῖ φρόντιζε τἀ’πί-

Λοιπ’ἄριστα· ξυμμάχους δ’ ἡμᾶς ἔχων εὔ-

Νουςἐπίστασαι πάλαι.

Αλ.  Καὶμὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,

Ωθῶνκολόκυμα, καὶ ταράττων καὶ κυκῶν,

Ως δὴκαταπιόμενός με, μορμώ, τοῦ θράσους.

Kλ.  Εἰμή σ’ ἀπολέσαιμ’ εἴ τι τῶν αὐτῶνἐμοὶ

Ψευδῶνἐνείη, διαπέσοιμι πανταχῇ.

Αλ.  Ησθηνἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,

Απεπυδάρισα,μόθωνα περιεκόκκασα.

Κλ.  Οὔτοιμὰ τὴν Δήμητρ’ ἐὰν μή σ’ ἐκφάγω

Εκ τῆσδετῆς γῆς, οὐδέποτε βιώσομαι.

Αλ.  Ηνμὴ ’κφάγῃς; ἐγὼ δέ γ’, εἰ μή σ’ ἐκπίω,

Κᾳπεκροφήσας,αὐτὸς ἐπιδιαῤῥαγῶ.

Κλ.  Απολῶσε νὴ τὴν προεδρίαν τὴν ἐκ πύλου.

Αλ.  Ιδοὺπροεδρίαν, οἷον ὄψομαί σ’ ἐγὼ

Εκ τῆςπροεδρίας ἔσχατον θεώμενον;

Κλ.  Εντῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανὸν.

Αλ.  Ωςὀξύθυμος, φέρε, τί σοι δῶ καταφαγεῖν;

Επὶ τῷφάγοις ἥδιστ’ ἄν; ἐπὶ βαλλαντίῳ;

Κλ. Εξαρπάσομαί σου τοῖς ὄνυξι τἂ’ντερα.

Αλ. Aπονυχιῶ σου τἀν Πρυτανείῳ σιτία.

Κλ.  Ελξωσε πρὸς τὸν δῆμον,ἵνα δῷς μοι δίκην.

Αλ.  Κᾀγὼδέ σ’ ἕλξω, καὶ διαβαλῶ πλείονα.

Κλ.  Αλλ’,ὦ πόνηρε, σοὶ μὲν οὐδὲν πείσεται.

Εγὼ δ’ἐκείνου καταγελῶ γ’ ὅσον θέλω.

Αλ.  Ωςσφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.

Κλ. Επίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.

Αλ.  Καθώςπερ αἱ τίτθαι γε σιτίζεις κακῶς:

Μασώμενοςγὰρ, τῷ μὲν ὀλίγον ἐντιθεῖς,

Αὐτόςδ’ ἐκείνου τριπλάσιον κατέσπακας.

Κλ.  Καὶνὴ Δί’ ὑπό γε δεξιότητος τῆς ἐμῆς,

Δύναμαιποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.

Αλ.  Χὠπρωκτὸς οὑμὸς, τουτογὶ σοφίζεται.

Κλ.  Οὐκὦ γάθ’ ἐν βουλῇ με δόξεις καθυβρίσαι,

Ιωμενεἰς τὸν δῆμον.

Αλ.    οὐδὲν κωλύει.

Ιδού,βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.

Κλ.  Ωδῆμε, δεῦρ’ ἔξελθε, νὴ Δί’ ὦ πάτερ.

Αλ. Εξελθε δῆτ’ ὦ δημίδιον φίλτατον.

Δη.  Τίνεςοἱ βοῶντες; οὐκ ἄπιτ’ ἀπὸ τῆς θύρας;

Τὴνεἰρεσιώνην μου κατεσπαράξατε.

Κλ. Εξελθ’ ἵν’ εἰδῇς οἷάπερ γ’ ὑβρίζομαι.

Δη.  Tίς,ὦ Παφλαγών, ἀδικεῖ σε;

Κλ.     διὰ σὲ τύπτομαι

Yπὸτουτουὶ καὶ τῶν νεανίσκων.

Δη.      τιή;

Κλ.  Oτιὴφιλῶ σ’ ὦ δῆμ’ ἐραστής τ’ εἰμὶ σός.

Δη.  Σὺδ’ εἶ τίς ἐτεόν;

Αλ.   ἀντεραστὴς τουτουὶ,

Ερῶνπάλαι σου,βουλόμενός τέ σ’ εὖ ποιεῖν,

Aλλοι τεπολλοὶ καὶ καλοί τε κἀγαθοί,

Aλλ’ οὐχοἷοίτ’ ἐσμὲν διὰ τουτονὶ. σὺ γὰρ

Ομοιοςεἶ τοῖς παισὶ τοῖς ἐρωμένοις.

Τοὺςμὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,

Σαυτὸνδὲ λυχνοπώλαισι, καὶ νευροῤῥάφοις,

Καὶσκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.

Κλ.  Εὖγὰρ ποιῶ τὸν δῆμον.

Αλ.    εἰπέ μοι, τί δρῶν;

Κλ.  Οτιτοὺς στρατηγοὺς ὑποδραμὼν τοὺς ἐκΠύλου,

Πλεύσαςἐκεῖσε τοὺς Λάκωνας ἤγαγον.

Αλ.  Εγὼδὲ περιπατῶν γ’ ἀπ’ ἐργαστηρίου

Εψοντοςἑτέρου τὴν χύτραν ὑφειλόμην.

Κλ.  Καὶμὴν ποιήσας αὐτίκα μάλ’ ἐκκλησίαν

Ωδῆμ’,ἵν’ εἰδῇς ὁπότερος νῷν ἐστί σοι

Εὐνούστερος:διάκρινον, ἵν’ ἐκεῖνον φιλῇς.

Αλ.  Nαὶναὶ διάκρινον δῆτα, πλὴν μὴ ’ν τῇπνυκὶ.

Δη.  Οὐκἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.

Αλλ’ἐις τὸ πρόσθε χρὴ παρεῖν ἐις τὴνπνύκα.

Αλ.  Οἴμοικακοδαίμων, ὡς ἀπόλωλ’: ὁ γὰρ γέρων

Οἴκοιμὲν ἀνδρῶν ἐστι δεξιώτατος:

Οταν δ’ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,

Κέχηνενὥσπερ ἐμποδίζων ἰσχάδας.


ΣΤΡΟΦΗ.


Νῦν δεῖσε πάντα δὴ κάλων ἐξιέναι σεαυτοῦ,

Καὶ λῆμαθούριον φορεῖν, καὶ λόγους ἀφύκτους

Οτοισιτόνδ’ ὑπερβαλεῖ: ποικίλος γὰρ ἁνὴρ

Κᾀκ τῶνἀμηχάνων πόρους εὐμήχανος πορίζειν.

Πρὸςταῦθ’ ὅπως ἔξει πολὺς καὶ λαμπρὸςεἰς τὸν ἄνδρα;

Αλλὰφυλάττου, καὶ πρὶν ἐκεῖνον προσκεῖσθαίσοι,πρότερος σὺ

Τοὺςδελφῖνας μετεωρίζου καὶ τὴν ἄκατονπαραβάλλου.

Κλ.  Τῇμὲν δεσποίνῃ Ἀθηναίᾳ, τῇ τῆς πόλεωςμεδεούσῃ

Εὔχομαι,εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίωνγεγένημαι

Βέλτιστοςἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶΣαλαβάκχαν,

Ωσπερνυνὶ μηδὲν δράσας δειπνεῖν ἐν τῷΠρυτανείῳ.

Εἰ δέσε μισῶ καὶ μὴ περί σου μάχομαι μόνοςἀντιβεβηκώς,

Απολοίμην,καὶ διαπρισθείην, κατατμηθείην τελέπαδνα.

Αλ. Κᾄγωγ’ ὦ δῆμ’ εἰ μή σε φιλῶ καὶ μὴστέργω, κατατμηθεὶς

Εψοίμηνἐν περικομματίοις, κ’εἰ μὴ τούτοισιπέποιθας,

Επὶταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰτυροῦ,

Καὶ τῇκρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐςκεραμεικόν.

Κλ.  Καὶπῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν, ὦ Δῆμε,γένοιτο πολίτης;

 Ος πρῶταμὲν ἡνίκ’ ἐβούλευόν σοι,χρήματαπλεῖστ’ ἀπέδειξα

Εν τῷκοινῷ, τοὺς μὲν στρεβλῶν, τοὺς δ’ἄγχων, τοὺς δὲ μεταιτῶν,

Οὐφροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰσοὶ χαριοίμην.

Αλ.  Τοῦτομέν ὦ δῆμ’ οὐδὲν σεμνόν, κᾀγὼ γὰρτοῦτό σε δράσω,

Αρπάζωνγὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίουςπαραθήσω.

Ως δ’οὐχὶ φιλεῖ σ’ οὐδ’ ἔστ’ εὔνους,τοῦτ’ αὐτό σε πρῶτα διδάξω,

Αλλ’ ἢδιὰ τοῦτ’ αὔθ’ ὁτιή σου τῆς ἀνθρακιᾶςἀπολαύει.

Σὲ γάρὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώραςΜαραθῶνι,

Καὶνικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖνπαρέδωκας.

Επὶταῖσι πέτραις οὐ φροντίζει σκληρῶςσε καθήμενον οὕτως.

Οὐχὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω:ἀλλ’ ἐπαναίρου,

Κᾆτακαθίζου μαλακῶς , ἵνα μὴ τρίβῃς τὴνἐν Σαλαμῖνι.

Δη. Ανθρωπετίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίουτις ἐκείνων;

Τοῦτόγέ τοί σου τοὔργον ἀληθῶς γενναῖονκαὶ φιλόδημον.

Κλ.  Ωςἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίωνγεγένησαι.

Αλ.  Καὶσὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτωνδελεάσμασιν εἷλες.

Κλ.  Καὶμὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳμᾶλλον ἀμύνων

Η μᾶλλονἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆςπεριδόσθαι.

Αλ.  Καὶπῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ’ἐν ταῖς φιδάκναισι,

Καὶγυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον,οὐκἐλεαίρεις,

Αλλὰκαθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμουδὲ φέροντος

Τὴνεἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείαςτ’ ἀπελαύνεις,

Εκ τῆςπόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰςπροκαλοῦνται.

Κλ.  Ιναγ’ Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐντοῖς λογίοισιν,

Ως τοῦτονδεῖ ποτ’ ἐν Ἀρκαδίᾳ πεντωβόλουἠλιάσασθαι,

Ηνἀναμείνῃ:πάντως δ’ αὐτὸν θρέψω ’γὼκαὶ θεραπεύσω,

Εξευρίσκωνεὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολονἕξει.

Αλ.  Οὐχἵνα γ’ ἄρξῃ μὰ Δί’ Ἀρκαδίαςπρονοούμενος, ἀλλ’ ἵνα μᾶλλον

Σὺ μὲνἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶνπόλεων, ὁ δὲ δῆμος

Υπὸ τοῦπολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖςμὴ καθορᾷ σου:

Αλλ’ὑπ’ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦπρός σε κεχήνῃ,

Εἰ δέποτ’ ἐις Αγρὸν οὗτος ἀπελθὼν εἰρηναῖοςδιατρίψῃ,

καὶχῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳεἰς λόγον ἔλθῃ,

Γνώσεταιοἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷπαρεκόπτου.

Εἶθ’ἥξει σοι δριμὺς ἄγροικος, κατὰ σοῦτὴν ψῆφον ἰχνεύων

Α σὺγιγνώσκων τόνδ’ ἐξαπατᾷς καὶὀνειροπολεῖς περὶ σεαυτοῦ.

Κλ. Οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ’ἔστ’ ἐμὲ καὶ διαβάλλειν

ΠρὸςἈθηναίους καὶ τὸν δῆμον, πεποιηκόταπλείονα χρηστὰ,

Νὴ τὴνΔήμητρα, Θεμιστοκλέους πολλῷ περὶ τὴνπόλιν ἤδη;

Αλ.  ὦπόλις Ἄργους, κλύεθ’ οἷα λέγει; σὺΘεμιστοκλεῖ ἀντιφερίζεις,

Οςἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼνἐπιχειλῆ,

Καὶ πρὸςτούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,

Αφελώντ’ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺςπαρέθηκε;

Σὺ δ’Ἀθηναίους ἐζήτησας μικροπολίταςἀποφῆναι,

Διατειχίζωνκαὶ χρησμῳδῶν ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.

Κᾀκεῖνοςμὲν φεύγει τὴν γῆν, σὺ δ’ Ἀχιλλείωνἀπομάττει.

Κλ. Οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ δῆμ’ἐστίν μ’ ὑπὸ τούτου,

Οτιή σεφιλῶ;

Δη.    παῦπαῦ’, οὗτος, καὶ μὴ σκέρβολλε πονηρὰ:

Πολλοῦδὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθειςἐγκρυφιάζων.

Αλ. Μιαρώτατος, ὦ δημακίδιον, καὶ πλεῖσταπανοῦργα δεδρακὼς.

Οπότανχασμᾷ, καὶ τοὺς καυλοὺς

Τῶνεὐθυνῶν ἐκκαυλίζων,

Καταβροχθίζει,κᾀμφοῖν χειροῖν

Μυστιλᾶταιτῶν δημοσίων.

Κλ.  Οὐχαιρήσεις, ἀλλά σε κλέπτον-

Θ’ αἱρήσω’γὼ τρεῖς μυριάδας.

Αλ.  Τίθαλαττοκοπεῖς καὶ πλατυγίζεις,

Μιαρώτατοςὢν περὶ τὸν δῆμον

ΤὸνἈθηναίων; καί σ’ ἐπιδείξω

Νὴ τὴνΔήμητρ’, ἢ μὴ ζῴην,

Δωροδοκήσαντ’ἐκ Μυτιλήνης πλεῖν ἢ μνᾶς τετταράκοντα.


ΑΝΤΙΣΤΡΟΦΗ.


Χο.  Ωπᾶσιν ἀνθρώποις φανεὶς μέγιστονὠφέλημα,

Ζηλῶ σετῆς εὐγλωττίας. εἰ γὰρ ὧδ’ ἐποίσεις,

ΜέγιστοςἙλλήνων ἔσει, καὶ μόνος καθέξεις

Τἀν τῇπόλει, τῶν ξυμμάχων τ’ ἄρξεις ἔχωντρίαιναν,

Η πολλὰχρήματ’ ἐργάσει, σείων τε καὶ ταράττων.

Καὶ μὴμεθῇς τὸν ἄνδρ’, ἐπειδή σοι λαβὴνδέδωκεν,

Κατεργάσειγὰρ ῥᾳδίως, πλευρὰς ἔχων τοιαύτας.

Κλ.  Οὐκὦ’ γαθοὶ ταῦτ’ ἐστί πω ταύτη, μὰ τὸνΠοσειδῶ:

Εμοὶγάρ ἐστ’ εἰργασμένον τοιοῦτον ἔργον,ὥς τε

Απαξάπανταςτοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,

Εως ἂνᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπὸν.

Αλ. Επίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρἐνδέδωκας.

Οὐ γάρσ’ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκπρονοίας

Ταύταςἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.

Αλλ’ἐστὶ τοῦτ’ ὦ δῆμε μηχάνημ’, ἵν’ ἢνσὺ βούλῃ

Τὸνἄνδρα κολάσαι τουτονὶ, σοι τοῦτο μὴ’κγένηται.

Ορᾷςγὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν

Νεανιῶν:τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι

Καὶτυροπῶλαι: τοῦτο δ’ ἐις ἕν ἐστισυγκεκυφός,

ὥστ’εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα,

Νύκτωρκαθαρπάσαντες ἂν τὰς ἀσπίδας, θέοντες

Τὰςἐισβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιενἡμῶν.

Δη.  Οἴμοιτάλας, ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε,

Οσον μεπαρεκόπτου χρόνον, τοιαῦτα κρουσιδημῶν;

Κλ.  Ωδαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδ’οἰηθῇς

Εμοῦποθ’ εὑρήσειν φίλον βελτίον’, ὅστιςεἷς ὤν,

Επαυσατοὺς συνωμότας: καί μ’ οὐ λέληθεν οὐδὲν

Εν τῇπόλει συνιστάμενον, ἀλλ’ εὐθέωςκέκραγα.

Αλ.  Οπεργὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας:

Οταν μὲνἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδὲν:

Εὰν δ’ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,

Αἱροῦσι:καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.

Εν δ’εἰπέ μοι τοσουτονί: σκύτη τοσαῦταπωλῶν,

Εδωκαςἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ,

Ταῖςἐμβάσιν, φάσκων φιλεῖν;

Δη.     οὐ δῆτα μὰ τὸν Ἀπόλλω.

Αλ. Εγνωκας οὖν δῆτ’ αὐτὸν οἷός ἐστιν;ἀλλ’ ἐγώ σοι,

Ζεῦγοςπριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.

Δη.  Κρίνωσ’ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ’ἄριστον,

Εὐνούστατόντε τῇ πόλει, καὶ τοῖσι δακτύλοισιν.

Κλ.  Οὐδεινὸν οὖν δῆτ’ ἐμβάδας τοσουτονὶδύνασθαι;

Εμοῦ δὲμὴ μνείαν ἔχειν ὅσων πέπονθας, ὅστις

Επαυσατοὺς κινουμένους, τὸν γρῦπον ἐξαλείψας;

Αλ. Oὔκουν σε ταῦτα δῆτα δεινόν ἐστιπρωκτοτηρεῖν,

Παῦσαίτε τοὺς κινουμένους: κοὐκ ἔσθ’ ὅπωςἐκείνους

Οὐχὶφθονῶν ἔπαυσας ἵνα μὴ ῥήτορες γένωνται.

Τοῦτονδ’ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικουτονὶ,

 Οὐπώποτ’ ἀμφιμασχάλου τὸν δῆμον ἠξίωσας,

Χειμῶνοςὄντος· ἀλλ’ ἐγώ σοι τουτονὶ δίδωμι.

Δη. Τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ’ἐπενόησεν,

Καὶ τοισοφὸν κᾀκεῖν’ ὁ Πειραιεύς. ἔμοιγεμέντοι

Οὐ μεῖζονεἶναι φαίνετ’ ἐξεύρημα τοῦ χιτῶνος.

Κλ.  Οἴμοιτάλας, οἵοις πιθηκισμοῖς με περιελαύνεις;

Αλ.  Οὔκ,ἀλλ’ ὅπερ πίνων ἀνὴρ πέπονθ’ ὅτανχεσείῃ,

Τοῖσιντρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισιχρῶμαι.

Κλ.  Αλλ’οὐχ ὑπερβαλεῖ με θωπείαις: ἐγὼ γὰραὐτὸν

Προσαμφιῶτοδί, σὺ δ’ οἴμωζ’, ὦ πονήρ’.

Δη.       ἰαιβοῖ.

Οὐκ ἐςκόρακας ἀποφθερεῖ, βύρσης κάκιστονὄζον;

Αλ.  Καὶτοῦτ’ ἐπίτηδές σε περιήμπεσχ’, ἵνασ’ ἀποπνίξῃ.

Καὶπρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸνοἶσθ’ ἐκεῖνον

Τοῦσιλφίου τὸν ἄξιον γενόμενον;

Δη.      οἶδα μέντοι.

Αλ. Επίτηδες οὗτος αὐτὸν ἔσπευσ’ ἄξιονγενέσθαι,

Ιν’ἐσθίοιτ’ ὠνούμενοι, κᾄπειτ’ ἐν Ηλιαίᾳ

Βδέοντεςἀλλήλους ἀποκτείνειαν οἱ δικασταὶ.

Δη.  Νὴτὸν Ποσειδῶ, καὶ πρὸς ἐμὲ τοῦτ’ εἶπ’ἀνὴρ κόπριος.

Αλ.  Οὐγὰρ τόθ’ ὑμεῖς βδεόμενοι δήπου ’γένεσθεπυῤῥοί;

Δη.  Καὶνὴ Δί’ ἦν γε τοῦτο Πυρράνδρου τὸμηχάνημα.

Κλ. Οἵοισί μ’ ὦ πόνηρε βωμολοχεύμασιταράττεις;

Αλ.  H γὰρθεός μ’ ἐκέλευε νικῆσαί σ’ ἀλαζονείᾳ.

Κλ.  Αλλ’οὔ με νικήσεις:ἐγὼ γάρ φημί σοι παρέξειν

Ω δῆμεμηδὲν δρῶντι, μισθοῦ τρύβλιον ῥοφῆσαι.

Αλ.  Κᾀγὼδὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι,

Τἂντοῖσιν ἀντικνημίοις ἑλκύδριαπεριαλείφειν.

Κλ.  Εγὼδὲ τὰς πολιὰς γέ σου’ κλέγων, νέονποιήσω.

Αλ.  Iδοὺδέχου κέρκον λαγῶ, τὠφθαλμιδίω περιψῆν.

Κλ. Απομυξάμενος ὦ δῆμ’ ἐμοῦ πρὸς τὴνκεφαλὴν ἀποψῶ.

Αλ. ἐμοῦμὲν οὖν, ἐμοῦ μὲν οὖν.

Κλ.  ἐγώσε ποιήσω τριη-

Ραρχεῖν,ἀναλίσκοντατῶν

Σαυτοῦ,παλαιὰν ναῦν ἔχον-

Τ’,ἐιςἣν ἀναλῶν οὐκ έφέ-

Ξειςοὐδὲ ναυπηγούμενος.

Διαμηχανήσομαίθ’ὅπως

Αν ἱστίονσαπρὸν λάβῃς.

Χο.  Ανὴρπαφλάζει, παῦε παῦ’

Υπερζέων,ὑφελκτέον

Δὲ τῶνδάλιων, ἀπαρυστέον

Τὲ τῶνἀπειλῶν ταυτηί.

Κλ. Δώσεις ἐμοὶ καλὴν δίκην,

Ιπούμενοςταῖς εἰσφοραῖς:

  Εγὼγὰρ ἐις τοὺς πλουσίους

Σπεύσωσ’ ὅπως ἂν ἐγγραφῇς.

Αλ.  Εγὼδ’ἀπειλήσω μὲν οὐ-

Δέν,εὔχομαι δέ σοι ταδί.

  τὰμὲν τάγηνον τευθίδων

Eφεστάναισίζον: σὲ δὲ

  Γνώμηνἐρεῖν μέλλοντα περὶ

Μιλησίων,καὶ κερδανεῖν

  Τάλαντονἢν κατεργάσῃ

Σπεύδειν,ὅπωςτῶν τευθίδων

   Εμπλήμενος,φθαίηςἔτ’ἐις

Εκκλησίανἐλθών· ἔπει-

Τα πρὶνφαγεῖν,ἀνὴρ μεθή-

Κοι, καὶσὺ τὸ τάλαντον λαβεῖν

  Βουλόμενοςἐ-

Σθίωνἀπαποπνιγείῃς.

Χο.  Εὖνή τὸν Δία,καὶ τὸν Απόλλω

Καὶ τὴνΔήμητρα.

Δη.  Καιμοι δοκεῖ, καὶ τἄλλα γ’ εἶναι

καταφανῶς

Aγαθὸςπολίτης, οἷος οὐδείς πω χρόνου

Ανὴργεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.

Σὺ δ’ὦ Παφλαγὼν φάσκων φιλεῖν μ’ ἐσκορόδισας.

Καὶ νῦνἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι

Εμοὶταμιεύσεις.

Κλ.   ἔχε· τοσοῦτον δ’ ἴσθ’, ὅτι

Εἰ μήμ’ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ

 Εμοῦπανουργότερός τις ἀναφανήσεται.

Δη.  Οὐκἔσθ’ ὅπως ὁ δακτύλιός ἐσθ’ οὑτοσὶ

Οὑμός:τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,

Αλλ’ ἦοὐ καθορῶ;

Αλ.    φέρ’ ἴδω, τί σοι σημεῖον ἦν.

Δη.  Δημοῦβοείου θρῖον ἐξωπτημένον.

Αλ.  οὐτοῦτ’ ἔνεστιν.

Δη.    οὐτὸ θρῖον; ἀλλὰ τί;

Αλ.  Λάροςκεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.

Δη.  Αἰβοῖτάλας.

Αλ.   τίἐστιν;

Δη.    ἀπόφερ’ ἐκποδὼν,

Οὐ τὸνἐμὸν εἶχεν, ἀλλὰ τὸν Κλεωνύμου.

Παῤ’ἐμὸν δὲ τουτονὶ λαβὼν, ταμίευέ μοι.

Kλ.  Μὴδῆτά πώ γ’, ὦ δέσποτ’, ἀντιβολῶ σ’ἐγὼ,

Πρὶν ἄνγε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.

Αλ.  Καὶτῶν ἐμῶν νυν.

Κλ.    ἀλλ’ ἐὰν τούτῳ πίθῃ, 

Μολγὸνγενέσθαι δεῖ σε.

Αλ.     κἄν γε τουτωί,

Ψωλὸνγενέσθαι δεῖ σε μέχρι τοῦ μυῤῥίνου.

Κλ.  Αλλ’οἵ γ’ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ

Χώραςἁπάσης, ἐστεφανωμένον ῥόδοις.

Αλ.  Οἱ’μοὶ δέ γ’ αὖ λέγουσιν, ὡς ἁλουργίδα

Εχωνκατάπαστον καὶ στεφάνην ἐφ’ ἅρματος

Χρυσοῦδιώξεις Σμικύθην, καὶ Κύριον.

Δη.  Καὶμὴν ἔνεγκ’ αὐτοὺς ἰών, ἵν’ οὑτοσὶ

Αὐτῶνἀκούσῃ.

Αλ.   πάνυ γε.

Δη.    καὶ σύ νυν φέρε.

Κλ.  Iδού.

Αλ.  ἰδοὺ.

Δη.    νὴτὸν Δί’ οὐδὲν κωλύει.


ΣΤΡΟΦΗ.


Χο. Ηδιστονφάος ἡμέρας

Εσταιτοῖσι παροῦσι καὶ

  Τοῖσινεἰσαφικνουμένοις

Ην Κλέωνἀπόληται.

  Καίτοιπρεσβυτέρων τινῶν

Οἵωνἀργαλεωτάτων,

  Εν τῷδείγματι τῶν δικῶν

Ηκουσ’ἀντιλεγόντων:

  Ως εἰμὴ ’γένεθ’ οὗτος ἐν

Τῇ πόλειμέγας, οὐκ ἂν ἤ-

  Στηνσκεύει δύο χρησίμω,

Δοῖδυξ,οὐδὲ τορύνη.

  Aλλὰκαὶ τόδ’ ἔγωγε θαυ-

Μάζω τῆςὑομουσίας

  Αὐτοῦ·φασὶ γὰρ αὐτὸν οἱ

Παῖδεςοἳ ξυνεφοίτων,

  ΤὴνΔωριστὶ μόνην ἂν ἁρ-

Μόττεσθαιθαμὰ τὴν λύραν,

  Aλληνδ’ οὐκ ἐθέλειν μαθεῖν.

Κᾆτατὸν κιθαριστὴν

  Oργισθέντ’ἀπάγειν κελεύ-

Ειν, ὡςἁρμονίαν ὁ παῖς

  Οὗτοςοὐ δύναται μαθεῖν,

Ην μὴδυροδοκιστὶ.

Κλ. Ιδού,θέασαι· κοὐχ ἅπαντας ἐκ φέρω.

Αλ.  Οἴμ’ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.

Δη.  Ταυτὶτί ἐστι;

Kλ.   λόγια.

Δη.    πάντ’;

Κλ.     ἐθαύμασας; 

Καὶ νὴΔί’ ἔτι γέ μοὔστι κιβωτὸς πλέα.

Αλ.  Εμοὶδ’ ὑπερῷον καὶ ξυνοικία δύο.

Δη.  Φέρ’ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;

Κλ.  Οὑμοὶμέν εἰσι Βάκιδος.

Δη.     Οἱδὲ σοὶ τίνος;

Αλ. Γλάνιδος ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.

Δη.  Εἰσὶνδὲ περὶ τοῦ;

Κλ.    περὶ Ἀθηνῶν, περὶ Πύλου,

Περὶσοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.

Δη.  Οἱσοὶ δὲ περὶ τοῦ;

Αλ.    περὶ Ἀθηνῶν, περὶ φακῆς,

ΠερὶΛακεδαιμονίων, περὶ σκόμβρων νέων,

Περὶτῶν μετρούντων τἄλφιτ’ ἐν ἀγορᾷκακῶς,

Περὶσοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων,

Τὸ πέοςοὑτοσὶ δάκοι.

Δη.  Αγενυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,

Καὶ τὸνπερὶ ἐμοῦ ’κεῖνον, ᾧπερ ἥδομαι,

Ως ἐννεφέλῃσιν αἰετὸς γενήσομαι.

Κλ.  Ακουεδή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοὶ.

ΦράζευἘρεχθείδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων

Ιαχενἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.

Σῴζεσθαίσ’ ἐκέλευ’ ἱερὸν κύνα καρχαρόδοντα:

Ος πρὸσέθεν χάσκων καὶ ὑπὲρ σοῦ δεινὰκεκραγώς,

Σοὶμισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτ’,ἀπολεῖται.

Πολλοὶγὰρ μίσει σφε κατακρώζουσι κολοιοὶ.

Δη.  Ταυτὶμὰ τὴν Δήμητρ’ ἐγὼ οὐκ οἶδ’ ὅ,τιλέγει,

Τί γάρἐστ’ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί.

Κλ.  Εγὼμέν εἰμ’ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω,

Σοί δ’εἶπε σῴζεσθαί μ’ ὁ Φοῖβος τὸν κύνα.

Αλ.  Οὐτοῦτό φησ’ ὁ χρησμός, ἀλλ’ ὁ κύωνὁδὶ,

Ωσπερθύρας σου τῶν λογίων παρεσθίει.

Εμοὶγάρ ἐστ’ ὀρθῶς περὶ τούτου τοῦ κυνὸς.

Δη.  Λέγεδή, ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,

Ινα μήμ’ ὁ χρησμὸς ὁ περὶ τοῦ κυνὸς δάκῃ.

Αλ. Φράζευ Ἐρεχθείδη κύνα Κέρβερονἀνδραποδιστήν

Ος κέρκῳσαίνων σ’, ὁπόταν δειπνῇς, ἐπιτηρῶν,

Εξέδεταίσου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς:

Εἰσφοιτῶντ’ εἰς τοὐπτάνιον λήσει σε κυνηδὸν,

Νύκτωρτὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.

Δη.  Νὴτὸν Ποσειδῶ, πολύ γ’ ἄμεινον, ὦ Γλάνι.

Κλ.  Ωτᾶν ἄκουσον, εἶτα διάκρινον τότε·

Eστιγυνή, τέξει δὲ λέονθ’ ἱεραῖς ἐνἈθήναις,

Ος περὶτοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται

Ως τεπερὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φύλαξαι,

Τεῖχοςποιήσας ξύλινον πύργους τε σιδηροῦς.

Δη.  Ταῦτ’οἶσθ’ ὅ τι λέγει;

Αλ.     μὰτὸν Ἀπόλλω ’γὼ μὲν οὔ.

Kλ. Εφρασεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμὲ,

Εγὼ γὰρἀντὶ τοῦ λέοντός εἰμί σοι.

Δη.  Καὶπῶς μ’ ἐλελήθεις Ἀντιλέων γεγενημένος;

Αλ.  Ενοὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκὼν,

Ο μόνονσιδήρου τεῖχός ἐστι καὶ ξύλων,

Εν ᾧ σεσῴζειν τόνδ’ ἐκέλευ’ ὁ Λοξίας.

Δη.  Πῶςδῆτα τοῦτ’ ἔφραζεν ὁ θεός;

Αλ.      τουτονὶ

Δῆσαίσ’ ἐκέλευ’ ἐν πεντεσυρίγγῳ ξύλῳ.

Δη.  Ταυτὶτελεῖσθαι τὰ λόγι’ ἤδη μοι δοκεῖ.

Κλ.  Μὴπείθου. φθονεραὶ γὰρ ἐπικρώζουσικορῶναι.

Αλλ’ἱέρακα φίλει μεμνημένος ἐν φρεσίν, ὅςσοι

Ηγαγεσυνδήσας Λακεδαιμονίων κορακίνους.

Αλ.  Τοῦτόγέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς:

Κεκροπίδηκακόβουλε, τί τοῦθ’ ἡγεῖ μέγα τοὔργον;

Καί κεγυνὴ φέροι ἄχθος, ἐπείκεν ἀνὴρ ἀναθείη.

Αλλ’οὐκ ἂν μαχέσαιτο, χέσαιτο γάρ, εἰμαχέσαιτο.

Κλ.  Αλλὰτόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοιἔφραζεν,

ἔστιΠύλος πρὸ Πύλοιο.

Δη.     τίτοῦτο λέγει, πρὸ Πύλοιο;

Αλ.  Τὰςπυέλους φησὶ καταλήψεσθ’ ἐν βαλανείῳ.

Δη.  Εγὼδ’ ἄλουτος τήμερον γενήσομαι.

Αλ.  Αὐτὸςγὰρ ἡμῶν τὰς πυέλους ὑφήρπασεν.

Αλλ’οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ

Ο χρησμός,ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.

Δη. Προσέχω:σύ δ’ ἀναγίγνωσκε, τοῖςναύταισί μου,

Οπως ὁμισθὸς πρῶτον ἀποδοθήσεται.

Αλ. Αἰγείδη, φράσσαι κυναλώπεκα, μή σεδολώσῃ,

Λαίθαργον,ταχύπουν, δολίαν κερδὼ, πολύϊδριν.

Οἶσθ’ὅ τι ἐστὶν τοῦτο;

Δη.    Φιλόστρατος ἡ κυναλώπηξ.

Αλ.  Οὐτοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε

Αἰτεῖταχείας, ἀργυρολόγους οὑτοσὶ.

Ταύταςἀπαυδᾷ μὴ διδόναι σ’ ὁ Λοξίας.

Δη.  Πῶςδὴ τριήρης ἐστὶ κυναλώπηξ;

Αλ.      ὅπως;

Οτι ἡτριήρης ἐστὶ χὠ κύων ταχὺ.

Δη.  Πῶςοὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνὶ;

Αλ. Αλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,

Οτιὴβότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.

Δη.  Εἶἑν:τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισιποῦ;

Αλ.  Εγὼποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.

Αλλ’ἔτι τόνδ’ ἐπάκουσον, ὃν εἶπέ σοιἐξαλέασθαι,

ΧρησμὸνΛητοίδης, Κυλλήνην, μήσε δολώσῃ.

Δη.  ΠοίανΚυλλήνην;

Αλ.    τὴν τούτου χεῖρ’ ἐποίησεν

Κυλλήνηνὀρθῶς ὁτιή φησ’ ἔμβαλε κυλλῇ.

Kλ.  Οὐκὀρθῶς φράζει: τὴν Κυλλήνην γὰρ ὁΦοῖβος

Ες τὴνχεῖρ’ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.

Αλλὰγάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦπτερυγωτὸς,

Αἰετὸςὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.

Αλ.  Καὶγὰρ ἐμοί καὶ γῆς καὶ τῆς Ἐρυθρᾶς γεθαλάσσης,

Χᾥτι γ’ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.

Κλ.  Αλλ’ἐγὼ εἶδον ὄναρ καὶ μοὐδόκει ἡ θεὸςαὐτὴ,

Τοῦδήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.

Αλ.  ΝὴΔία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸςαὐτὴ

Εκ πόλεωςἐλθεῖν καὶ γλαῦξ αὐτῇ ’πικαθῆσθαι:

Εἶτακατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ

Αμβροσίανκατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.

Δη.  Ιοὺ,ἰοὺ, οὐκ ἦν ἄρ’ οὐδεὶς τοῦ Γλάνιδοςσοφώτερος.

Καὶ νῦνἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ

Γερονταγωγεῖν,κἀναπαιδεύειν πάλιν.

Κλ.  Μήπω γ’ ἱκετεύω σ’ ἀλλ’ ἀνάμεινον, ὡςἐγὼ

Κριθὰςποριῶ σοι καὶ βίον καθ’ ἣμέραν.

Δη.  Οὐκἀνέχομαι κριθῶν ἀκούων:πολλάκις

Εξηπατήθηνὑπό τε σοῦ καὶ Θουφάνους.

Κλ.  Αλλ’ἄλφιτ’ ἤδη σοι ποριῶ ’σκευασμένα.

Αλ.  Εγὼδὲ μαζίσκας γε διαμεμαγμένας,

Καὶτοὔψον ὀπτόν: μηδὲν ἄλλ’ εἰ μὴ ’σθιε.

Δη. Ανύσατέ νυν ὅ τι περ ποιήσεθ’, ὡς ἐγώ,

Οπότεροςἂν σφῷν εὖ με μᾶλλον ἂν ποιῇ,

Τούτῳπαραδώσω τῆς πνυκὸς τὰς ἡνίας.

Αλ. Τρέχοιμ’ ἂν εἴσω πρότερος.

Κλ.     οὐ δῆτ’, ἀλλ’ ἐγώ.


ΣΤΡΟΦΗ.


Χο.  ὦδῆμε, καλήν γ’ ἔχεις    

Αρχὴν,ὅτε πάντες ἄν-

 Θρωποιδεδίασί σ’ ὥσ-

Περ ἄνδρατύραννον.

Αλλ’εὐπαράγωγος εἶ

Θωπευόμενόςτε χαί-

Ρειςκᾀξαπατώμενος :

Πρὸςτόν τε λέγοντ’ ἀεὶ

Κέχηνας,ὁ νοῦς δέ σου

Παρὼνἀποδημεῖ.


ΣΥΣΤΗΜΑΚΑΤΑ ΠΕΡΙΚΟΠΗΝ.


Δη.  Νοῦςοὐκ ἔνι ταῖς κόμαις   

Υμῶν,ὅτεμ’ οὐ φρονεῖν

Νομίζετ’,ἐγὼ δ’ ἑκὼν

Ταῦτ’ἠλιθιάζω.

Αὐτόςτε γὰρ ἥδομαι ,

Βρύλλωντὸ καθ’ ἡμέραν.

Κλέπτοντάτε βούλομαι

Τρέφεινἕνα προστάτην,

Τοῦτονδ’, ὅταν ᾖ πλέως,

 Αραςἐπάταξα.


ΑΝΤΙΣΤΡΟΦΗ.


Χο. Οὕτωμὲν ἄρ’ εὖ ποιῇς ,

Εἲ σοιπυκνότης ἔνε-

Στ’ ἐντῷ τρόπῳ ὡς λέγεις

Τούτῳπάνυ πολλὴ.

Εἰ τούσδ’ἐπίτηδες ὥσ-

Περδημοσίους τρέφεις

Εν τῇΠυκνί, κᾆθ’ ὅταν

Μή σοιτύχῃ ὄψον ὂν,

Τούτωνὃς ἂν ᾖ παχὺς,

Θύσαςἐπιδειπνεῖς.


ΣΥΣΤΗΜΑΕΤΕΡΟΝ.


Δη. Σκέψασθε δέ μ’ εἰ σοφῶς

Αὐτοὺςπεριέρχομαι,

Τοὺςοἰομένους φρονεῖν

Και μ’ἐξαπατύλλειν.

Τηρῶγὰρ ἑκάστοτ’ αὐ-

Τοὺς,οὐδὲ δοκῶν ὁρᾶν

Κλέπτοντας,ἔπειτ’ ἀναγ-

Κάζωπάλιν ἐξεμεῖν,

 Αττ’ἂν κεκλόφωσί μου

Κημὸνκαταμηλῶν.

Κλ.  Απαγ’ἐς μακαρίαν ἐκποδών.

Αλ.     σύ γ’, ὦ φθόρε.

Κλ.  Ωδῆμ’ ἐγὼ μέντοι παρεσκευασμένος

Τρίπαλαικάθημαι βουλόμενός σ’ εὐεργετεῖν.

Αλ.  Εγὼδὲ, δεκάπαλαίγε, καὶ δωδεκάπαλαι,

Καὶχιλιόπαλαι, καὶ πρόπαλαι, πάλαι, πάλαι.

Δη.  Εγὼδὲ προσδοκῶν γε, τρισμυριόπαλαι,

Βδελύττομαίσφω καὶ πρόπαλαι, πάλαι, πάλαι.

Αλ.  Οἶσθ’οὖν ὃ δρᾶσον;

Δη.     εἰδὲ μή, φράσεις γε σύ.

Αλ.  Αφεςἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονὶ,

Ινα σ’εὖ ποιῶμεν ἐξ ἴσου.

Δη.    δρᾶν ταῦτα χρὴ.

Απιτον.

Αλ.  ἰδοὺ.

Δη.   θέοιτ’ ἄν.

Κλ.    ὑποθεῖν οὐκ ἐῶ.

Δη.  Αλλ’ἦ μεγάλως εὐδαιμονήσω τήμερον,

Υπὸ τῶνἐραστῶν, νὴ Δί’ ἦ ’γὼ θρύψομαι.

Κλ.  Ορᾷς;ἐγώ σοι πρότερος ἐκφέρω δίφρον,

Αλλ’ οὐτράπεζαν.

Αλ.    ἀλλ’ ἐγὼ προτεραίτερος.

Κλ.  Ιδού,φέρω σοι τήνδε μαζίσκην ἐγὼ,

Εκ τῶνὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.

Αλ.  Εγὼδὲ μυστίλας μεμυστιλημένας

Υπὸ τῆςθεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.

Δη.  Ωςμέγαν ἄρ’ εἶχες, ὦ πότνια, τὸν δάκτυλον.

Κλ.  Εγὼδ’ ἔτνος γε, πίσινον, εὔχρων καὶ καλὸν.

Ετόρυνεδ’ αὔθ’ ἡ Παλλὰς ἡ Πυλαιμάχος.

Αλ.  Ωδῆμ’ ἐναργῶς ἡ θεός σ’ ἐπισκοπεῖ,

Καὶ νῦνὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.

Δη.  Οἴειγὰρ οἰκεῖσθ’ ἂν ἔτι τήνδε τὴν πόλιν,

Εἰ μὴφανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;

Κλ.  Τουτὶτέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.

Αλ.  Η δ’Ὀβριμοπάτρα γ’ ἑφθὸν ἐκ ζωμοῦ κρέας,

Καὶχόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.

Δη.  Καλῶςγ’ ἐποίησε τοῦ πέπλου μεμνημένη.

Κλ.  ΗΓοργολόφασ’ ἐκέλευε τουτουΐ φαγεῖν

Ελατῆροςἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.

Αλ.  Λαβὲκαὶ ταδί νυν.

Δη.     καὶ τί τούτοις χρήσομαι

Τοῖςἐντέροις;

Αλ.   ἐπίτηδες αὔτ’ ἔπεμψέ σοι

Εἰς τὰςτριήρεις ἐντερόνειαν ἡ θεὸς.

Επισκοπεῖγὰρ περιφανῶς τὸ ναυτικὸν.

Εχε καὶπιεῖν κεκραμένον τρία καὶ δύο.

Δη.  Ωςἡδὺς ὦ Ζεῦ, καὶ τὰ τρία φέρων καλῶς;

Αλ.  ΗΤριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισε.

Κλ.  Λαβένυν πλακοῦντος πίονος παρ’ ἐμοῦ τόμον.

Αλ.  Παρ’ἐμοῦ δ’ ὅλον γε τὸν πλακοῦντα τουτονὶ.

Κλ.  Αλλ’οὐ λαγῷ’ ἕξεις ὁπόθεν δῷς, ἀλλ’ ἐγὼ.

Αλ. Οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;

Ω θυμέ,νυνὶ βωμολόχον ἔξευρέ τι.

Κλ.  Ορᾷςτάδ’, ὦ κακόδαιμον;

Αλ.     ὀλίγον μοι μέλει.

Εκεινοιὶγὰρ ὡς ἔμ’ ἔρχονταί.

Κλ.     τίνες;

Αλ. πρέσβεις ἔχοντες ἀργυρίου βαλάντια.

Κλ.  Ποῦποῦ;

Αλ.   τίδὲ σοὶ τοῦτ’; οὐκ ἐάσεις τοὺς ξένους;

Ω δημίδιον,ὁρᾷς τὰ λαγῷ’ ἅ σοι φέρω;

Κλ.  Οἴμοιτάλας, ἀδίκως γε τἄ’ μ’ ὑφήρπασας.

Αλ.  Νὴτὸν Ποσειδῶ, καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.

Δη.  Εἴπ’ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;

Αλ.  Τὸμὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ’ ἐμὸν.

Κλ.  Εγὼδ’ ἐκινδύνευσ’.

Αλ.    ἐγὼ δ’ ὤπτησά γε.

Δη. Απιθ’, οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡχάρις.

Κλ.  Οἴμοικακοδαίμων ὑπεραναιδευθήσομαι.

Αλ.  Τίοὐ διακρίνεις δῆμ’ ὁπότερός ἐστινῶϊν,

Ανὴρἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;

Δη.  Τῷδῆτ’ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ,

Δόξαιμικρίνειν τοῖς θεαταῖσιν σοφῶς;

Αλ.  Εγὼφράσω σοι, τὴν ἐμὴν κίστην ἰών,

Σύλλαβεσιωπῇ, καὶ βασάνισον ἅττ’ ἔνι,

Καὶ τὴνΠαφλαγόνος, κᾀμέλει κρινεῖς καλῶς.

Δη.  Φέρ’ἴδω, τί οὖν ἐστ’;

Αλ.     ἀλλὰ γ’οὐχ ὁρᾷς κενήν,

Ωπαππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.

Δη.  Αὕτημὲν ἡ κίστη τὰ τοῦ δήμου φρονεῖ.

Αλ. Βάδιζέ γοῦν καὶ δεῦρο πρὸς τὴνΠαφλαγόνος.

Ορᾷςνυν;

Δη.   οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα;

Οσον τὸχρῆμα τοῦ πλακοῦντος ἀπέθετο.

Εμοὶ δ’ἔδωκεν ἀποτεμὼν, τυννουτονὶ.

Αλ. Τοιαῦτα μέν τοι καὶ πρότερον ἐιργάζετο.

Σοὶ μὲνπροσεδίδου μικρὸν ὧν ἐλάμβανεν:

Αὐτὸςδ’ ἑαυτῷ παρετίθει τὰ μείζονα.

Δη.  Ωμιαρὲ κλέπτων δή με ταῦτ’ ἐξηπάτας,

Εγὼ δέτυ ἐστεφάνιξα κᾀδωρησάμαν.

Κλ.  Εγὼδ’ ἔκλεπτον ἐπ’ ἀγαθῶ γε τῇ πόλει;

Δη. Kατάθου ταχέως τὸν στέφανον, ἵν’ ἐγὼτουτωΐ

Αὐτὸνπεριθῶ.

Αλ.   κατάθου ταχέως μαστιγία.

Κλ.  Oὐδῆτ’ ἐπεί μοι χρησμός ἐστι πυθικός,

Φράζωνὑφ’ οὗ δεῖ μ’ ἀνδρὸς ἡττᾶσθαι μόνου.

Αλ. Τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.

Κλ.  Καὶμήν σ’ ἐλέγξαι βούλομαι τεκμηρίῳ,

Εἴτιξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.

Καί σουτοσοῦτο πρῶτον ἐκπειράσομαι:

Παῖςὢν, ἐφοίτας εἰς τίνος διδασκάλου;

Αλ.  Ενταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.

Κλ.  Πῶςεἶπας; ὥς μοὐ χρησμὸς ἅπτεται φρενῶν.

Εἶἑν,ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;

Αλ. Κλέπτων, ἐπιορκεῖν, καὶ βλέπεινἐναντίον.

Κλ.  ΩΦοῖβ’ Απολλον Λύκιε, τί ποτέ μ’ ἐργάσει;

Τέχνηνδὲ τίνα ποτ’ εἶχες ἐξανδρούμενος;

Αλ. Ηλλαντοπώλουν.

Κλ.    καὶτί;

Αλ.    καὶ βινεσκόμην.

Κλ.  Οἴμοικακοδαίμων, οὐκέτ’ οὐδέν εἰμ’ ἐγὼ.

Λεπτήτις ἐλπίς ἐστ’ ἐφ’ ἧς ὀχούμεθα:

Καί μοιτοσοῦτον εἰπὲ, πότερον ἐν ἀγορᾷ

Ηλλαντοπώλειςἐτεὸν, ἤ ’πὶ ταῖς πύλαις;

Αλ.  Επὶταῖς πύλαισιν οὗ τὸ τάριχος ὤνιον.

Κλ. Οἴμοι, πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.

Κυλίνδετ’εἴσω τόνδε τὸν δυσδαίμονα.

Ωστέφανε,χαίρων ἄπιθι, καὶ σ’ ἄκων ἐγὼ

Λείπω:σὲ δ’ ἄλλός τις λαβὼν κεκτήσεται,

Κλέπτηςμὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.

Αλ. Ελλάνιε Ζεῦ σὸν τὸ νικητήριον.

Χο.  Ωχαῖρε, καλλίνικε, καὶ μέμνησ’ ὅτι

Ανὴργεγένησαι δι’ ἐμέ· καί σ’ αἰτῶ βραχὺ,

Οπωςἔσομαί σοι Φᾶνος, ὑπογραφεὺς δικῶν.

Δη.  Eμοὶδέ γ’ ὅ, τι σοι τοὔνομ’ εἴπ’.

Αλ.     Ἀγοράκριτος:

Εν τῇἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.

Δη. Αγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,

Καὶ τὸνΠαφλαγόνα παραδίδωμι τουτονὶ.

Αλ.  Καὶμὴν ἐγώ σ’ ὦ δῆμε θεραπεύσω καλῶς:

Ως θ’ὁμολογεῖν σε, μηδέν’ ἀνθρώπων ἐμοῦ

Ιδεῖνἀμείνω τῇ κεχηναίων πόλει.


ΩΔΗ ΚΑΙΣΤΡΟΦΗ.


Tί κάλλιονἀρχομένοισιν, ἢ καταπαυομένοισιν,

H θοᾶνἵππων ἐλατῆρας ἀείδειν:

Μηδὲνεἰς Λυσίστρατον

Μὴ δὲΘούμαντιν τὸν ἀνέστιον αὖ,

Λυπεῖνἑκούσῃ καρδίᾳ:

Kαὶ γὰροὗτοσὶ ὦ φίλ’ Απολλον

Πεινῇ,θαλεροῖς δακρύοις

Σᾶςἁπτόμενος φαρέτρας

Πυθῶνιἐν, διὰ τὸ κακῶς πένεσθαι.

Λοιδορῆσαιτοὺς πονηροὺς οὐδέν ἐστ’ ἐπίφθονον:

Αλλὰτιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται.

Εἰ μὲνοὖν ἅνθρωπος ὃν δεῖ πόλλ’ ἀκοῦσαικαὶ κακά,

Αὐτὸςἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθηνφίλου.

Νῦν δ’Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκἐπίσταται,

Οστις ἢτὸ λευκὸν οἶδεν, ἢ τὸν ὄρθιον νόμον.

Εστινοὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐσυγγενὴς

Αριφράδηςπονηρὸς, ἀλλὰ τοῦτο μὲν καὶ βούλεται.

Εστι δ’οὐ μόνον πονηρὸς,ἀλλὰ καὶ προσεξηύρηκέτι:

Tὴν γὰραὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖςλυμαίνεται,

Eνκασωρείοισι λείχων τὴν ἀπόπτυστονδρόσον, 

 Kαὶμολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰςἐσχάρας,

KαὶΠολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ:

Οστιςοὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται.

Οὔτέποτ’ἐκ ταὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου.


ΣΤΡΟΦΗ.


Χο.  Ηπολλάκις ἐννυχίαισι φροντίσι συγγεγένημαι,

Καὶδιεζήτηχ’ ὁπόθεν ποτὲ φαύλως --- ΕσθίειΚλεώνυμος.

Φασὶγὰρ αὐτὸν ἐρεπτόμενον ----- Τὰ τῶνἐχόντων ἀνέρων,

Οὐκ ἂνἐξελθεῖν ἀπὸ τῆς σιπύης: Tοὺς δ’ἀντιβολεῖν ἂνομοίως·

Ιθ’ ὦἄνα πρὸς γονάτων

Εξελθεκαὶ σύγγνωθι τῇ τραπέζῃ.

Φασὶνἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐιςλόγον,

Καὶ μίανλέξαι τιν’ αὐτῶν ἥτις ἦν γεραιτέρα,

Οὐ δὲπυνθάνεσθε ταῦτ’ ὦ παρθένοι τὰ’ ν τῇπόλει;

Φασὶναἰτεῖσθαί τιν’ ἡμῶν ἑκατὸν ἐςΚαρχηδόνα,

Ανδραμοχθηρὸν πολίτην, ὀξίνην ὑπέρβολον:

Ταῖς δὲδόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετὸν.

Καί τιν’εἰπεῖν, ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει

Αποτρόπαι’,οὐ δῆτ’ ἐμοῦ γ’ ἄρξει ποτ’, ἀλλ’ἐάν με χρὴ

Υπὸτερηδόνων σαπεῖσ’ ἐνταῦθα καταγηράσομαι:

ΟὐδὲΝαυφάντης γε τῆς ναύσωνος, οὐ δῆτ’ ὦθεοὶ,

Εἴπερἐκ πεύκης γε κᾀγὼ καὶ ξύλων ἐπηγνύμην. 

Εὶ δ’ἀρέσκοι ταῦτ’ Ἀθηναίοις,καθῆσθαίμοι δοκῶ,

Εἰς τὸΘησεῖον πλεούσας,ἢ ’πὶ τῶν Σεμνῶνθεῶν.

Οὐ γὰρἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇπόλει,

Αλλὰπλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰβούλεται.

Tὰςσκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους,καθελκύσας.

Αλ. Eὐφημεῖν χρὴ,καὶ στόμα κλῄειν,καὶμαρτυριῶν ἀπέχεσθαι,

Kαὶ τὰδικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδεγέγηθεν:

Επὶκαιναῖσιν δ’ εὐτυχίαισιν παιωνίζειντὸ θέατρον.

Χο.  Ωταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖςνήσοις ἐπίκουρε,

Τίν’ἔχων φήμην ἀγαθὴν ἥκεις; ἐφ’ ὅτῳκνισῶμεν ἀγυιάς;

Αλ.  Tὸνδῆμον ἀφεψήσας ὑμῖν, καλὸν ἐξ αἰσχροῦπεποίηκα.

Χο.  Καὶποῦ ’στιν νῦν, ὦ θαυμαστὰς ἐξευρίσκωνἐπινοίας;

Αλ.  Ενταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖςἀρχαίαισιν Ἀθήναις.

Χο.  Πῶςἂν ἴδοιμεν ποίαν ἔχει σκευήν καὶ ποῖοςγεγένηται;

Αλ.  Οἷόςπερ Ἀριστείδῃ πρότερον,καὶ Μιλτιάδῃξυνεσίτει. 

Οψεσθεδὲ, καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδητῶν προπυλαίων.

Αλλ’ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισινἈθήναις,

Καὶθαυμασταῖς καὶ πολυύμνοις, ἵν’ ὁκλεινὸς Δῆμος ἐνοικεῖ.

Χο.  Ωταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶἀριζήλωτοι Ἀθῆναι,

Δείξατετὸν τῆς Ἑλλάδος ἡμῖν καὶ τῆς γῆςτῆσδε μόναρχον.

Αλ.  Οδ’ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳσχήματι λαμπρός,

Οὐχοιρινῶν ὄζων, ἀλλὰ σπονδῶν, σμύρνῃκατάλειπτος.

Χο.  Χαῖῤ’ὦ βασιλεῦ τῶν Ἑλλήνων, καί σοιξυγχαίρομεν ἡμεῖς:

Τῆς γὰρπόλεως ἄξια πράττεις καὶ τοῦ ’νΜαραθῶνι τροπαίου.

Δη.  Ωφίλτατ’ ἀνδρῶν ἐλθὲ δεῦρ’, Ἀγοράκριτε:

Οσα μεδέδρακας ἀγάθ’ ἀφεψήσας.

Αλ.      ἐγὼ;

Αλλ’ ὦμέλ’, οὐκ οἶσθ’ οἷος ἦσθ’ αὐτὸςπάρος, 

Οὐδ’οἷ’ ἔδρας: ἐμὲ γὰρ νομίζοις ἂν θεὸν

Δη.  Τίδ’ ἔδρων; Κάτειπέ μοι πρὸ τοῦ ποῖόςτις ἦ;

Αλ. Πρῶτον μὲν ὁπότ’ εἴποι τις ἐν τῇ’κκλησίᾳ,

Ω δῆμ’,ἐραστής εἰμι σὸς φιλῶ τέ σε,

Καὶκήδομαί σου,καὶ προβουλεύω μόνος:

Tούτοιςὁπότε χρήσαιτό τις προοιμίοις,

Aνωρτάλιζεςκᾀκερουτίας.

Δη.     ἐγὼ;

Αλ.  Εἶτ’ἐξαπατήσας σ’ ἀντὶ τούτων ᾤχετο.

Δη.  τίφῄς; τοιαῦτα μ’ ἔδρων, ἐγὼ δ’ οὐκᾐσθόμην;

Αλ.  Τὰδ’ ὦτά γ’ ἄν σου νὴ Δί’ ἐξεπετάννυτο

Ωσπερσκιάδειον καὶ πάλιν ξυνήγετο.

Δη.  Οὕτωςἀνόητος ἐγεγενήμην καὶ γέρων;

Αλ.  Καὶνὴ Δία γ’ ἐι δύο λεγοίτην ῥήτορε,

Ο μὲνποιεῖσθαι ναῦς μακράς, ὁ δ’ ἕτεροςαὖ

Καταμισθοφορῆσαι:τοῦτον ὁ τὸν μισθὸν λέγων,

Τὸν τὰςτριήρεις παραδραμὼν ἂν ᾤχετο.

Οὗτοςτί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;

Δη. Αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.

Αλ.  Αλλ’οὐ σὺ τούτων αἴτιος,μὴ φροντίσῃς,

Αλλ’ οἵσε ταῦτ’ ἐξηπάτων:νῦν δὲ φράσον,

Εάν τιςεἴπῃ βωμολόχος ξυνήγορος,

Οὐκἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,

Εἰ μὴκαταγνώσεσθε ταύτην τὴν δίκην,

Τοῦτοντί δράσεις, εἰπὲ τὸν ξυνήγορον.

Δη.  Αραςμετέωρον, ἐις τὸ βάραθρον ἐμβαλῶ,

Εκ τοῦλάρυγγος ἐκκρεμάσας ὑπέρβολον.

Αλ.  Τουτὶμὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις:

Tὰ δ’ἄλλα φέρ’ ἴδω, πῶς πολιτεύσει, φράσον. 

Δη. Pρῶτον μὲν , ὁπόσοι ναῦς ἐλαύνουσινμακρὰς,

Καταγομένοιςτὸν μισθὸν ἀποδώσω ’ντελῆ.

Αλ. Πολλοῖς γ’ ὑπολίσφοις πυγιδίοισινἐχαρίσω.

Δη. Επειθ’ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ,

Οὐδεὶςκατὰ σπουδὰς μετεγγραφήσεται,

Aλλ’οὗπερ ἦν τὸ πρῶτον, ἐγγεγράψεται.

Αλ.  Tοῦτ’ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.

Δη.  Oὐδ’ἀγοράσει γ’ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.

Αλ.  Ποῦδῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων,

Τὰμειράκια ταυτὶ λέγω τὰ ’ν τῷ μύρῳ,

Αστωμύλλεται τοιαδὶ, καθήμενα.

Σοφόςγ’ ὁ Φαίαξ, δεξιῶς τ’ οὐκ ἀπέθανε:

Συνερτικὸςγάρ ἐστι καὶ περαντικὸς,

Καὶγνωμοτυπικὸς, καὶ σαφὴς καὶ κρουστικὸς,

Καταληπτικόςτ’ ἄριστα τοῦ θορυβητικοῦ.

Αλ. Οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;

Δη.  ΜὰΔί’, ἀλλ’ ἀναγκάσω κυνηγετεῖν ἐγὼ

Τούτουςἅπαντας, παυσαμένους ψηφισμάτων.

Αλ.  Εχενυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,

Καὶπαῖδ’ ἐνόρχην, ὃς περιοίσει τόνδεσοι:

Κᾄν πουδοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.

Δη. Μακάριος ἐς τἂ ’ρχαῖα δὴ καθίσταμαι.

Αλ. Φήσεις γ’, ἐπειδὰν τὰς τριακοντούτιδας

Σπονδὰςπαραδῶ σοι: δεῦρ’ ἴθ’ αἱ σπονδαὶταχὺ.

Δη.  ΩΖεῦ πολυτίμηθ’ ὡς καλαί; πρὸς τῶνθεῶν

Eξεστιναὐτῶν κατατριακοντουτίσαι;

Πῶςἔλαβες αὐτὰς ἐτεὸν;

Αλ.     οὐ γὰρ ὁ Παφλαγών

Απέκρυπτεταύτας ἔνδον ἵνα σὺ μὴ λάβῃς ;

Νῦν οὖνἐγώ σοι παραδίδωμ’ ἐις τοὺς ἀγροὺς

Αὐτὰςἰέναι λαβόντα.

Δη.    τὸν δὲ Παφλαγόνα,

Ος ταῦτ’ἔδρασεν εἴφ’ ὅ,τι ποιήσεις κακὸν.

Αλ.  Οὐδὲνμέγ’ ἀλλ’ ἢ τὴν ἐμὴν ἕξει τέχνην,

Επὶ ταῖςπύλαις ἀλλαντοπωλήσει μόνος,

Tὰ κύνειαμιγνὺς τοῖς ὀνείοις τρώγμασιν,

Μεθύωντε ταῖς πόρναισι λοιδορήσεται,

Κᾀκ τῶνβαλανείων αὐτὸ λοῦτρον πίεται.

Δη.  Εὖγ’ἐπενόησας οὗπέρ ἐστιν ἄξιος

Πόρναισικαὶ βαλανεῦσι διακεκραγέναι,

Καὶ σ’ἀντὶ τούτων εἰς τὸ Πρυτανεῖον καλῶ,

Ες τὴνἕδραν θ’ἵν’ ἐκεῖνος ἧσθ’ ὁ φαρμακὸς.

Επου δὲταυτηνὶ λαβὼν τὴν βατραχίδα.

Κᾀκεῖνονἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,

Ιν’ἴδωσιν αὐτὸν ὅυς ἐλωβᾶθ’, οἱ ξένοι.


ΤΕΛΟΣ.

ToC