Document Type | Modernised |
---|---|
Code | Aristoph.0001 |
Editor | John Barnes |
Type | |
Year | 1593 |
Place | Oxford |
Oxoniae excudebat Iosephus Barnesius.
1593.
Παράγει τινὰ Κλέωνα, τὸν καλούμενον Παφλαγόνα, καὶ ἔτι βυρσοπώλην πικρότατα κατεσθίοντά πως τὰ κοινὰ χρήματα ἐν παραλογισμοῖς διαφοροῦντ’ ἐῤῥωμένως ἀλλαντοπώλην, εὐθέως σκατοφάγον πεισθέντα ἐπιθέαθαι σὺν ἱππεῦσι τισὶ ἐν χορῷ παροῦσι τῇ τῶν πραγμάτων ἀρχῇ. Κλέωνός τ’ ἐν μέσῳ κατηγορεῖ.ἐγένετο τοῦτ’· ἐξέπεσεν ὁ Κλέων παγκάκως. ὁ σκατοφάγος ἔτυχε προεδρίας καλῆς. Ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ Στρατοκλέους ἄρχοντος δημοσίᾳ ἐις λήναια δι’ αὐτοῦ Ἀριστοφάνους. πρῶτος ἐνίκα. δεύτερος Κρατῖνος, σατύροις. τρίτος Ἀριστομένης, ὀλοφύροις. Ἰστέον,ὅτι ἐις Δ. μέρη διῄρητο ὁ δῆμος τῶν Ἀθηναίων, εἰς πεντακοσιομεδίμνους, ἐις ἱππέας, ἐις ζευγίτας , καὶ εἰς θῆτας.
Τέλος τῆς ὑποθέσεως.
Δημοσθένης.
Νικίας.
Ἀγοράκριτος ὁ καὶ ἀλλαντοπώλης.
Χορὸς ἱππέων.
Κλέων.
Δῆμος.
Δημοσθήνης προλογίζει.
Δη. Ιατταταιὰξ τῶν κακῶν, ἰατταταί:
Κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
Αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
Εξ οὗ γὰρ εἰσήρρησεν ἐις τὴν οἰκίαν
Πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.
Νι. Κάκιστα δῆθ’, οὗτός γε πρῶτος Παφλαγόνων
Αὐταῖσι διαβολαῖς.
Δη. ὦ κακόδαιμον, πῶς ἔχεις;
Νι. Κακῶς, καθάπερ σύ.
Δη. δεῦρό νυν πρόσελθ’, ἵνα
Ξυναυλίαν κλαύσωμεν ὀυλύμπου νόμον.
Μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ·
Τί κινυρόμεθ’ ἄλλως ; οὐκ ἐχρῆν ζητεῖν τινὰ
Σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;
Νι. Τίς οὖν γένοιτ’ ἄν; λέγε σύ.
Δη. σὺ μὲν οὖν μοι λέγε,
Ινα μὴ μάχωμαι.
Νι. μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ·
Αλλ’ εἰπὲ θαῤῥρῶν, εἶτα κἀγώ σοι φράσω.
Δη. Πῶς ἂν σύ μοι λέξειας ἃ’ με χρὴ λέγειν;
Νι. Αλλ’ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε
Εἴποιμ’ ἂν αὐτὸ δῆτα κομψευριπιδικῶς;
Δη. Μή μοιγεμή μοί,μὴ διασκανδικίσῃς:
Αλλ’ ἑυρέτιν’ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.
Νι. Λέγε δη μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.
Δη. Καὶ δὴ λέγω μόλωμεν.
Νι. ἐξόπισθέ νυν
Αὐτο φάθι τ˜ μόλωμεν.
Δη. ἄυτὸ.
Νι. πάνυ καλῶς
Ωσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε,
Τὸ μόλωμεν,εἶτα δ’ ἀυτὸ κατεπάγων πυκνόν.
Δη. Μόλωμεν ἀυτὸ μόλωμεν αὐτομολῶμεν.
Νι. ἤν
Οὐχ ἡδύ;
Δη. νὴ δία· πλήν γε περὶ τῷ δέρματι
Δέδοικα τουτονὶ τὸν οἰωνόν.
Νι. τί δαί;
Δη. Οτιὴ τὸ δέρμα τοῦ δεφομένων ἀπέρχεται.
Νι. Κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,
Θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.
Δη. Ποῖον βρετέττας; ἐτεὸν ἡγεῖ γὰρ θεούς;
Νι. Εγωγε.
Δη. ποὶῳ χρώμενος τεκμηρίῳ.
Νι. Οτιὴ θεοῖσιν ἐχθρός εἰμ’ οὐκ εἰκότως.
Δη. Εὖ προσβιβάζεις μ’.
Νι. ἀλλ’ ἑτέρᾳ ποι σκεπτέον.
Δη. Βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;
Νι. Οὐ χεῖρον· ἓνδ’ αὐτοὺς παραιτησώμεθα,
Επίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,
Ην τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασι.
Δη. Λέγοιμ’ ἂν ἤδη.νῷν γάρ ἐστι δεσπότης
Αγροῖκος ὀργήν, κυαμοτρώξ, ἀκράχολος,
Δῆμος πυκνίτης, δύσκολον γερόντιον
Ιπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ
Επρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,
Πανουργότατον, καὶ διαβολώτατόν τινα,
Οὑτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,
Ο βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην
Ηκαλλ’, ἐθώπευ’, ἐκολάκευ’, ἐξηπάτα,
Κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων.
Ω δῆμε,λοῦσαι πρῶτον ἐκδικάσας μίαν
Ενθου, ῥόφησον, ἔντραγ’, ἔχε τριώβολον,
Βούλει παραθῶ σοι δόρπον; εἶτ’ ἀναρπάσας
Οτι ἄντις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ,
Παφλαγών κεχάρισται τοῦτο.καὶ πρῴην γ’ ἐμοῦ
Μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικὴν,
Πανουργότατά πως περιδραμὼν, ὑφαρπάσας
Αὐτὸς παρέθηκε τὴν ὑπ’ ἐμοῦ μεμαγμένην,
Ημᾶς δ’ ἀπελαύνει κ’ οὐκ ἐᾷ τὸν δεσπότην
Αλλον θεραπεύειν:ἀλλὰ βυρσίνην ἔχων
Δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας:
Αδει δὲ χρησμούς, ειθ’ ὁ γέρων Σιβυλλιᾷ.
Οδ’ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,
Τέχνην πεπόηται· τοὺς γὰρ ἔνδον ἄντικρυς
Ψευδῆ διαβάλλει, κᾆτα μαστιγούμεθα
Ημεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας,
Αἰτεῖ, ταράττει, δωροδοκεῖ, λέγων τάδε:
Ορᾷτε τὸν Υλαν δι’ ἐμὲ μαστιγούμενον;
Εἰ μή μ’ ἀναπείσετ’, ἀποθανεῖσθε τήμερον,
Ημεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι
Υπὸ τοῦ γέροντος, ὀκταπλάσιον χέζομεν:
Nῦν οὖν ἁνύσαντες φροντίσωμεν ὦγαθέ,
Ποίαν ὁδὸν νῷ τρεπτέον, καὶ πρὸς τίνα.
Νι. Κράτιστ’ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.
Δη. Αλλ’ οὐχ οἷόντε τὸν Παφλαγόν’ οὐδὲν λαθεῖν,
Εφορᾷ γὰρ αὐτὸς πάντ’. ἔχει γὰρ τὸ σκέλος,
Τὸ μὲν ἐν Πὺλῷ, τὸδ’ ἕτερον ἐν τῇ ’κκλησίᾳ·
Τοσόνδε δ’ αὐτοῦ βῆμα διαβεβηκότος,
Ο πρωκτός ἐστιν αὐτόχρημ’ ἐν χάοσιν:
Τὼ χεῖῤ ἐν αἰτωλοῖς: ὁ νοῦς δ’ ἐν κλωπιδῶν.
Νι. Κράτιστον οὖν νῷν ἀποθανεῖν, ἀλλὰ σκόπει,
Οπως ἂν ἀποθάνωμεν ἀνδρικώτατα.
Δη. Πῶς δῆτα; πῶς γένοιτ’ ἂν ἀνδρικώτατα;
Νι. Βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν,
Ο Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.
Δη. Μἂ δί’, ἀλλ’ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.
Ισως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.
Νι. Ιδού γ’ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;
Πῶς δ’ ἂν μεθύων χρηστόν τι βουλεύσαιτ’ ἀνήρ;
Δη. Aληθες οὗτος; κρουνοχυτροληραῖον εἶ.
Oἶνον σύ τολμᾷς ἐις ἐπίνοιαν λοιδορεῖν;
Οἴνου γὰρ εὕροις ἄντι πρακτικώτερον;
Ορᾷς; ὅταν πίνωσιν ἅνθρωποι, τότε
Πλουτοῦσι, διαπράττουσι, νικῶσι δίκας,
Εὐδαιμονοῦσιν, ὠφελοῦσιν τοὺς φίλους.
Αλλ’ ἐξενέγκε μοι ταχέως οἴνου χοᾶ,
Τὸν νοῦν ἵν’ ἄρδω, καὶ λέγω τι δεξιόν.
Νι. Οἴμοι, τί ποθ’ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;
Δη. Αγάθ’ ἀλλ’ ἔνεγκ’, ἐγὼ δὲ κατακλινήσομαι.
Ην γὰρ μεθυσθῶ πάντα ταυτὶ καταπάσω,
Βουλευματίων, καὶ γνωμιδίων, καὶ νοϊδίων.
Νι. Ως εὐτυχῶς, ὅτ’ οὐκ ἐλήφθην ἔνδοθεν
Κλέπτων τὸν οἶνον.
Δη. εἰπέ μοι, Παφλαγὼν τί δρᾷ;
Νι. Επίπαστα λείξας δημιόπραθ’ ὁ βάσκανος
Ρέγκει μεθύων ἐν ταῖσι βύρσαις, ὕπτιος.
Δη. Ιθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν
Νι. Σπονδήν λαβὲ δὴ, καὶ σπεῖσον ἀγαθοῦ δαίμονος,
Ελχ’ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
Δη. Ω δαῖμον ἀγαθὲ,σὸν τὸ βούλευμ’, οὐκ ἐμόν.
Νι. Εἴπ’, ἀντιβολῶ, τί ἐστι;
Δη. τοὺς χρησμοὺς ταχὺ
Κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,
Εως καθεύδει.
Νι. ταῦτ’ ἀτὰρ τοῦ δαίμονος,
Δέδοιχ’ ὅπως μὴ τεύξομαι κακοδαίμονος.
Δη. Φέρε νυν ἐγῶ’ μαυτῷ προσαγάγω τὸν χοᾶ,
Τὸν νοῦν ἵν’ ἄρδω,καὶ λέγω τι δεξιὸν.
Νι. Ως μεγάλ’ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται:
Ωστ’ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβὼν,
Ονπερ μάλιστ’ ἐφύλαττεν.
Δη. ὦ σοφώτατε
Φέρ’ αὐτόν ἵν’ ἀναγνῶ· σὺ δ’ ἔγχεον πιεῖν,
Ανύσας τι: φέρ’ ἴδω, τί ἄρ’ ἔνεστιν αὐτόθι.
Ω λόγια. δός μοι, δὸς τὸ ποτήριον ταχὺ.
Νι. Ιδού, τί φησ’ ὁ χρησμός;
Δη. ἑτέραν ἔγχεον.
Νι. Εν τοῖς λογίοις ἔνεστιν, ἑτέραν ἔγχεον;
Δη. Ω Βάκι.
Νι. τί ἐστι;
Δη. δὸς τὸ ποτήριον ταχὺ.
Νι. Πολλῶ γ’ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.
Δη. Ω μιαρὲ Παφλαγών, ταῦτ’ ἄρ’ ἐφυλάττου πάλαι,
Τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν.
Νι. τιή;
Δη. Ενταῦθ’ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.
Νι. Καὶ πῶς;
Δη. ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει,
Ως πρῶτα μὲν στυππειοπώλης γίγνεται,
Ος πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.
Νι. Εἷς οὑτοσὶ πώλης: τί τοὐντεῦθεν; λέγε.
Δη. Mετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.
Νι. Δύο τώδε πώλα: καὶ τί τοῦτον χρὴ παθεῖν;
Δη. Κρατεῖν, ἕως ἂν ἕτερος ἀνὴρ βδελυρώτερος
Αὐτοῦ γένοιτο, μετὰ δὲ ταῦτ’ ἀπόλλυται.
ἐπιγίγνεται γὰρ βυρσοπώλης Παφλαγών,
Αρπαξ, κεκράκτης κυκλοβόρου φωνὴν ἔχων.
Νι. Τὸν προβατοπώλην ἦν ἄρ’ ἀπολέσθαι χρεὼν
Υπὸ βυρσοπώλου.
Δη. νὴ Δί’.
Νι. οἴμοι δείλαιος.
Πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἷς μόνος;
Δη. Ετ’ εστὶν εἷς, ὑπερφυᾶ τέχνην ἔχων.
Νι. Εἴπ’, ἀντιβολῶ, τίς ἐστιν;
Δη. Εἴπω;
Νι. νὴ Δία.
Δη. Αλλαντοπώλης ἔσθ’ ὁ τοῦτον ἐξολῶν.
Νι. Αλλαντοπώλης; ὦ Πόσειδον, τῆς τέχνης;
Φέρε, ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν?
Δη. Ζητῶμεν αὐτόν.
Νι. ἀλλ’ ὁδὶ προσέρχεται
Ωσπερ κατὰ θεῖον, ἐις ἀγοράν.
Δη. ὦ μακάριε
Αλλαντοπῶλα, δεῦρο δεῦρ’ ὦ φίλτατε:
Ανάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.
Αλ. Τί ἐστι; τί με καλεῖτε;
Δη. δεῦρ’ ἔλθ’, ἵνα πύθῃ
Ως εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
Νι. Ιθι δή, κάθελ’ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
Τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν, ὡς ἔχει·
Εγὼ δ’ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
Δη. Αγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί,
Επειτα τῆν γῆν πρόσκυσον, καὶ τοὺς θεούς.
Αλ. Ιδού· τί ἐστιν;
Δη. ὦ μακάρι’, ὦ πλούσιε.
Ω νῦν μὲν οὐδεὶς, ἄυριον δ’ ὑπέρμεγας,
Ω τῶν Ἀθηναίων ταγὲ τῶν εὐδαιμόνων.
Αλ. Τὶ μ’, ὦγάθ’ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας,
Πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
Δη. Ω μῶρε, ποίας κοιλίας; δευρὶ βλέπε,
Τὰς στίχας ὁρᾷς γε τῶνδε τῶν λαῶν;
Αλ. ὁρῶ.
Δη. Τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
Καὶ τῆς ἀγορᾶς, καὶ τῶν λιμένων, καὶ τῆς πυκνός:
Βουλὴν πατήσεις, καὶ στρατηγοὺς κλαστάσεις,
Δήσεις, φυλάξεις, ἐν Πρυτανείῳ λαικάσεις.
Αλ. Εγώ;
Δη. σὺ μέντοι· κοὐδέπωγε πάνθ’ ὁρᾷς.
Αλλ’ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ,
Καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.
Αλ. Καθορῶ.
Δη. τί δαί; τἀμπόρια, καὶ τὰς ὁλκάδας;
Αλ. Εγωγε.
Δη. πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
Ετι νῦν τὸν ὀφθαλμὸν παράβαλλ’ εἰς Καρίαν
Τὸν δεξιόν, τὸν δ’ ἕτερον εἰς Καρχηδόνα.
Αλ. Εὐδαιμονήσω γ’ εἰ διαστραφήσομαι.
Δη. Οὔκ, ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
Γίγνει γάρ ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
Ανὴρ μέγιστος.
Αλ. εἰπέ μοι, καὶ πῶς ἐγὼ
Αλλαντοπώλης ὢν, ἀνὴρ γενήσομαι;
Δη. Δι’ αὐτὸ γὰρ τοι τοῦτο καὶ γίγνει μέγας;
Οτιὴ πονηρός, κᾲξ ἀγορᾷς εἶ, καὶ θρασύς.
Αλ. Οὐκ ἀξιῶ’ γὼ’ μαυτὸν ἰσχύειν μέγα.
Δη. Οἴμοι, τί ποτ’ ἔσθ’ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
Ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
Μῶν ἐκ καλῶν εἶ κᾀγαθῶν;
Αλ. μὰ τοὺς θεούς
Εἴμ’ ἐκ πονηρῶν γ’.
Δη. ὦ μακάριε τῆς τύχης,
Οἷον πέπονθας ἀγαθὸν εἰς τὰ πράγματα;
Αλ. Αλλ’, ὦ’ γάθ’, οὐδὲ μουσικὴν ἐπίσταμαι
Πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
Δη. Τουτί σε μόνον ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
Η δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
Ετ’ ἐστὶν ἀνδρὸς, οὐδὲ χρηστοῦ τοὺς τρόπους,
Αλλ’ εἰς ἀμαθῆ καὶ βδελυρόν: ἀλλὰ μὴ παρῇς
Α σοι διδόασ’ ἐν τοῖς λογίοισιν οἱ θεοί.
Αλ. Πῶς δῆτά φήσ’ ὁ χρησμός;
Δη. εὖ νὴ τοὺς θεούς:
Καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·
Αλλ’ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
Παμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
Δὴ τὸτε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
Κοιλιοπώλῃσι δὲ θεὸς μέγα κῦδος ὀπάζει,
Αἴκεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
Αλ. Πῶς οὖν πρὸς ἐμὲ ταῦτ’ ἐστίν; ἀναδίδασκέ με.
Δη. Βυρσαίετος μὲν ὁ Παφλαγὼν ἔσθ’ οὑτοσὶ.
Αλ. Τί δ’ ἀγκυλοχήλης ἐστίν;
Δη. αὐτό που λέγει
Οτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.
Αλ. Ο δράκων δὲ πρὸς τί;
Δη. τοῦτο περιφανέστατον.
Ο δράκων γάρ ἐστι μακρὸν, ἀλλᾶς τ’ αὖ μακρὸν.
Εἶθ’ αἱματοπώτης ἔστὶν, ὅ τ’ ἀλλᾶς, χὠ δράκων.
Τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
Ηδη κρατήσειν, αἴκε μὴ θαλφθῇ λόγοις.
Αλ. Τὰ μὲν λόγι’ αἰκάλλει με, θαυμάζω δ’ ὅπως
Τὸν δῆμον οἷός τ’ εἴμ’ ἐπιτροπεύειν ἐγώ.
Δη. Φαυλότατον ἔργον: ταὔθ’ ἅπερ ποιεῖς ποίει.
Τάραττε καὶ χόρδευ’ ὁμοῦ τὰ πράγματα
Απαντα, καὶ τὸν δῆμον αἰεὶ προσποιοῦ,
Υπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.
Τὰ δ’ ἄλλα σοι πρόσεστι δημαγωγικά:
Φωνὴ μιαρὰ, γέγονας κακῶς, ἀγόραιος εἶ.
Εχεις ἅπαντα τὰ πρὸς πολιτείαν ἃ δεῖ,
Χρησμοί τε συμβαίνουσι, καὶ τὸ Πυθικόν.
Αλλὰ στεφανοῦ, καὶ σπένδε τῷ κοαλέμῳ·
Χὤπως ἀμυνεῖ τὸν ἄνδρα;
Αλ. καὶ τίς ξύμμαχος
Γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι
Δεδίασιν αὐτὸν, ὅ τε πένης βδύλλει λεώς.
Δη. Αλλ’ εἰσὶν ἱππῇς ἄνδρες ἀγαθοὶ χίλιοι,
Μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι:
Kαὶ τῶν πολιτῶν οἱ καλοί τε κᾀγαθοί:
Καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός:
Κᾀγὼ μετ’ αὐτῶν, χὠ θεὸς ξυλλήψεται.
Καὶ μὴ δέδιθ’, οὐ γάρ ἐστιν ἐξεικασμένος.
Υπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελε
Τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν
Γνωσθήσεται, τὸ γὰρ θέατρον δεξιόν.
Νι. Oἴμοι κακοδαίμων, ὁ Παφλαγὼν ἐξέρχεται.
Κλ. Oὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,
Οτιὴ ’πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
Τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
Οὐκ ἔσθ’ ὅπως οὐ Χαλκιδέας ἀφίστατον,
Απολεῖσθον, ἀποθανεῖσθον, ὦ μιαρωτάτω.
Δη. Οὗτος, τί φεύγεις; οὐ μενεῖς ὦ γεννάδα
Αλλαντοπῶλα; μὴ προδῷς τὰ πράγματα.
Ανδρες ἱππῇς παραγίγνεσθε, νῦν ὁ καιρός: ὦ Σίμων,
Ω Παναίτι’, οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;
Ανδρες ἐγγύς: ἀλλ’ ἀμύνου κᾀπαναστρέφου πάλιν.
Ο κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.
Αλλ’ ἀμύνου καὶ δίωκε, καὶ τροπὴν αὐτοῦ ποιοῦ.
Χο. Παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
Καὶ τελώνην, καὶ φάραγγα, καὶ χάρυβδιν ἁρπαγῆς,
Καὶ πανοῦργον καὶ πανοῦργον, πολλάκις γὰρ αὔτ’ ἐρῶ·
Καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.
Αλλὰ παῖε καὶ δίωκε, καὶ τάραττε καὶ κύκα,
Καὶ βδελύττου: καὶ γὰρ ἡμεῖς: κᾀπικείμενος βόα.
Εὐλαβοῦ δὲ μὴ’ κφύγῃ σε: καὶ γὰρ οἶδε τὰς ὁδούς,
Ασπερ Εὐκράτης ἔφυγεν εὐθὺ τῶν κυρηβίων.
Κλ. Ω γέροντες ἠλιασταί φράτερες τριωβόλου,
Οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κᾄδικα,
Παραβοηθεῖθ’, ὡς ὑπ’ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.
Χο. Εν δίκῃ γ’, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
Κᾀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν
Οστις αὐτῶν ὠμὸς ἐστιν, ἢ πέπων, ἢ μὴ πέπων.
Κᾔν τιν’ αὐτῶν γνῶς ἀπράγμον’ ὄντα καὶ κεχηνότα,
Καταγαγὼν ἐκ Χεῤῥονήσου, διαβαλών, ἀγκυρίσας,
Εἶτ’ ἀποστρέψας τὸν ὦμον, αὐτὸν ἐνεκολήβασας
Καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
Πλούσιος, καὶ μὴ πονηρὸς, καὶ τρέμων τὰ πράγματα.
Κλ. Ξυνεπίκεισθ’ ὑμεῖς, ἐγὼ δ’ ὦ’νδρες δι’ ὑμᾶς τύπτομαι,
Οτε λέγειν γνώμην ἔμελλον: ὡς δίκαιον ἐν πόλει
Εστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
Χο. Ως δ’ ἀλαζών; ὡς δὲ μάσθλης; εἶδες οἷ’ ὑπέρχεται;
Ωσπερεὶ γέροντας ἡμᾶς κἀκκοβαλικεύεται.
Αλλ’ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται.
Ην δ’ ὑπεκκλίνῃ γε δευρὶ, πρὸς σκέλος κυρηβάσει.
Κλ. Ω πόλις καὶ δῆμ’, ὑφ’ οἵων θηρίων γαστρίζομαι.
Δη. Καὶ κέκραγας, ὥσπερ αἰεὶ τὴν πόλιν καταστρέφεις;
Κλ. Αλλ’ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτον τρέψομαι.
Χο. Αλλ’ ἐὰν μὲντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·
Ην δ’ ἀναιδείᾳ παρέλθῃς, ἡμέτερος ὁ πυραμοῦς.
Κλ. Τουτονὶ τὸν ἄνδρ’ ἐγὼ δείκνυμι, καὶ φήμ’ ἐξάγειν
Ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
Αλ. Ναὶ μὰ Δία: κᾄγωγε τοῦτον ὅτι κενῇ τῇ κοιλίᾳ
Εσδραμὼν ἐς τὸ Πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέα.
Δη. Νὴ Δί’ ’ἐξαγαγών γε τὰ’ πόῤῥηθ’ ἅμ’ ἄρτον, καὶ κρέας,
Καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
Κλ. Αποθανεῖσθον αὐτίκα μάλα.
Αλ. Τριπλάσιον κεκράξομαί σου.
Κλ. Καταβοήσομαι βοῶν σε.
Αλ. Κατακεκράξομαί σου κράζων.
Κλ. Διαβαλῶ σ’ ἐὰν στρατηγῇς.
Αλ. Κυνοκοπήσω σου τὸ νῶτον.
Κλ. Περιελῶ σ’ ἀλαζονείας.
Αλ. Υποτεμοῦμαι τὰς ὁδούς σου.
Κλ. Βλέψον ἐις ἔμ’ ἀσκαρδάμυκτον.
Αλ. Εν ἀγορᾷ κᾀγὼ τέθραμμαι.
Κλ. Διαφορήσω σ’ εἴ τι γρύζεις.
Αλ. Κοπροφορήσω σ’ ἐι λαλήσεις.
Κλ. Ομολογῶ κλέπτειν· σὺ δ’ οὐχί;
Αλ. νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον.
Κᾀπιορκῶ γε βλεπόντων.
Κλ. Αλλότρια τοίνυν σοφίζει.
Καί σε φανῶ τοῖς Πρυτάνεσιν.
Αδεκατεύτους τῶν θεῶν ἱε-
ρὰς ἔχοντα κοιλίας.
Χο. Α μιαρὲ καὶ βδελυρὲ,
Καὶ κεκράκτα. τοῦ σοῦ θράσους
Πᾶσα μὲν γῆ πλέα,
Πᾶσα δ’ ἐκκλησία,
Καὶ τέλη, καὶ γραφαὶ
Καὶ δικαστήρι’· ὦ
Βορβοροτάραξι καὶ
Τὴν πόλιν ἅπασαν ἡ-
Μῶν ἀνατετυρβακώς,
Οστις ἡμῖν τὰς Ἀθήνας ἐκκεκώφηκας βοῶν,
Κᾀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.
Κλ. Οἶδ’ ἐγὼ τὸ πρᾶγμα τοῦθ’ ὅθεν πάλαι καττύεται.
Αλ. Εἰ δὲ μὴ σύ γ’ οἶσθα κάττυμ’, οὐδ’ ἐγὼ χορδεύματα.
Οστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς,
Τοῖς ἀγροίκοισιν πανούργως ὥστε φαίνεσθαι παχύ,
Καὶ πρὶν ἡμέραν φορῆσαι, μεῖζον ἦν δυοῖν δοχμαῖν.
Δη. Καὶ νὴ δία; κἀμὲ τοῦτ’ ἔδρασε ταὐτόν, ὥστε κατάγελων
Πάμπολυν τοῖς δημόταισι καὶ τοῖς φίλοις παρασχεθεῖν.
Πρὶν γὰρ εἶναι Περγασῆσιν, ἔνεον ἐν ταῖς ἐμβάσιν.
Χο. Αρα δῆτ’ οὐκ ἀπ’ ἀρ-
Xῆς ἐδήλους ἀναί-
Δειαν, ἥπερ μόνη
Προστατεῖ τῶν ῥητόρων.
Η σὺ πιστεύων, ἀμέργεις τῶν ξένων τοὺς καρπίμους,
Πρῶτος ὤν: ὁ δ’ Ἱπποδάμου λείβεται θεώμενος.
Αλλ’ ἐφάνη γὰρ ἀνηρ ἕτερος πολὺ
Σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
Ος σε παύσει, καὶ πάρεστι: δῆλός ἐστιν αὐτόθεν,
Εν πανουργίᾳ τε καὶ θράσει, καὶ κοβαλικεύμασιν.
Αλλ’, ὦ τραφεὶς ὅθεν πέρ εἰσιν ἄνδρες οἵπερ ἐισι,
Νῦν δεῖξον, ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.
Αλ. Καὶ μὴν ἀκούσαθ’ οἷός ἐστιν οὑτοσὶ πολίτης.
Κλ. Οὐκ αὖ μ’ ἐάσεις;
Αλ. μὰ Δί’, ἐπεὶ κᾀγὼ πονηρός εἰμι.
Αλλ’ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.
Δη. Εὰν δὲ μὴ ταύτῃ γ’ ὑπείκῃ, λέγ’ ὅτι κᾀκ πονηρῶν.
Κλ. Οὐκ αὖ μ’ ἐάσεις;
Αλ. μὰ Δία.
Κλ. ναὶ μὰ Δία;
Αλ. μὰ τὸν Ποσειδῶ.
Κλ. Οἴμοι, διαρραγήσομαι.
Αλ. καὶ μὴν ἐγὼ σ’ οὐ παρήσω.
Δη. Πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαῤῥαγῆναι.
Κλ. Τῷ καὶ πεποιθὼς, ἀξιοῖς ἐμοῦ λέγειν ἐναντία;
Αλ. Οτιὴ λέγειν οἷός τε κᾀγὼ καὶ καρυκοποιεῖν:
Κλ. Ιδοὺ λέγειν. καλῶς γ’ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι,
Ωμοσπάρακτον παραλαβὼν, μεταχειρίσαιο χρηστῶς.
Αλλ’ οἶσθ’ ὅ μοι πεπονθέναι δοκεῖς ὅπερ τὸ πλῆθος,
Εἴπου δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
Τὴν νύκτα θρυλλῶν, καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,
Υδωρ τε πίνων,κᾀπιδεικνὺς, τοὺς φίλους τ’ ἀνιῶν,
Ωου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας.
Αλ. Τὶ δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας ὥστε νυνὶ
Υπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν.
Κλ. Εμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τιν’; ὅστις εὐθὺς
Θύννεια θερμὰ καταφαγών, κᾆτ’ ἐπιπιὼν ἀκράτου
Οἴνου χοᾶ, κασαλβάσω τοὺς ἐν πύλῳ στρατηγούς;
Αλ. Εγὼ δέ γ’ ἤνυστρον βοὸς, καὶ κοιλίαν ὑείαν
Καταβροχθίσας, κᾆτ’ ἐκπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
Λαρυγγιῶ τοὺς ῥήτορας, καὶ Νικίαν λαπάξω.
Δη. Τὰ μὲν ἄλλα μ’ ἤρεσας λέγων, ἓν δ’ οὐ προσίεταί με,
Τῶν πραγμάτων,ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει.
Αλλ’ οὐ λάβρακας καταφαγὼν, Μιλησίους κλονήσεις.
Αλ. Αλλὰ σχελίδας ἐδηδοκὼς,ὠνήσομαι μέταλλα.
Κλ. Εγὼ δ’ ἐπεισπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.
Αλ. Εγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.
Κλ. Εγὼ δέ γ’ ἐξέλῶ σε τῇ πυγῇ θύραζε κύβδα.
Δη. Νὴ τὸν Ποσειδῶ, κᾀμέ γὰρ ἤνπερ τοῦτον ἕλκῃς.
Κλ. Οἷόν σε δήσω τῷ ξύλῳ.
Αλ. διώξομαί σε δειλίας.
Κλ. Η βύρσά σου θρανεύσεται.
Αλ. Δερῶ σε θύλακον κλοπῆς.
Κλ. Διαπατταλευθήσει χαμαί.
Αλ. Περικόμματ’ ἔκ σου σκευάσω.
Κλ. Τὰς βλεφαρίδας σου παρατιλῶ.
Αλ. Τὸν πρηγορεῶνά σοὐκτεμῶ.
Δη. Καὶ νὴ Δί’ ἐμβαλόντες αὐ-
Τῷ πάτταλον μαγειρικῶς
Εἰς τὸ στόμ’, εἶτα δ’ ἔνδοθεν
Τὴν γλῶτταν ἐξείραντες αὐ-
Τοῦ σκεψόμεσθ’ εὖ κᾀνδρικῶς
Κεχηνότος
Τὸν πρωκτόν εἰ χαλαζᾷ.
Χο. Ην ἄρα πυρός γ’ ἕτερα θερμότερα,
Καὶ λόγων ἐν πόλει
Τῶν ἀναιδῶν ἀναιδέστεροι.
Καὶ τὸ πρᾶγμ’ οὖν ἦν φαῦλον ὧδ’.
Αλλ’ ἔπιθι καὶ στρόβει,
Μηδὲν ὀλίγον ποίει:
Νῦν γὰρ ἔχεται μέσος.
Ως ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
Δειλὸν εὑρήσεις: ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.
Αλ. Αλλ’ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,
Κᾆτ’ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.
Νῦν δὲ τοὺς στάχυς ἐκείνους οὓς ἐκεῖθεν ἤγαγεν
Εν ξύλῳ δήσας ἀφανεῖ, κἀποδόσθαι βούλεται.
Κλ. οὐ δέδοιχ’ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον
Καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.
Χο. Ως δὲ πρὸς πᾶν ἀναιδεύεται
Κοὐ μεθίησι τοῦ χρώμα-
Τος τοῦ παρεστηκότος.
Θε. Εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον,
Καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
Χο. Ω περὶ πάντ’ ἐπὶ πᾶσί τε πράγμασι
Δωροδόκοισιν ἐπ’ ἄνθεσιν ἵζων:
Εἴθε φαύλως ὥσπερ εὗρες ἐκβάλοις τὴν ἔνθεσιν.
Ασαιμι γὰρ τότ’ ἂν μόνον· πῖνε πῖν’ ἐπὶ συμφοραῖς,
Τὸν Ιουλιόν τ’ ἂν οἶμαι γέροντα πουῤῥοπίπην,
Ησθέντα καὶ Παιῶνα δὴ καὶ βακχέβακχον ᾆσαι.
Κλ. Οὔτοί μ’ ὑπερβαλεῖσθ’ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
Η μὴ ποτ’ ἀγοραίου Διὸς σπλάγχνοισι παραγενοίμην.
Αλ. Εγωγε νὴ τοὺς κονδύλους, οὓς πολλὰ δὴ ’πὶ πολλοῖς
Ηνεσχόμην ἐκ παιδίων μαχαιρίδων τε πληγάς,
Υπερβαλεῖσθαί σ’ οἴομαι τούτοισιν: ἢ μάτην γ’ ἂν
Απὸ μαγδαλιᾶς σιτούμενος τοσοῦτος ἐκτραφείην.
Κλ. Απὸ μαγδαλιᾶς ὥσπερ κύων; ὦ παμπόνηρε; πῶς οὖν
Κυνὸς βορὰν σιτούμενος, μαχεῖ σὺ κυνοκεφάλῳ;
Αλ. Καὶ νὴ Δί’ ἄλλα γ’ ἐστί μου κόβαλα παιδὸς ὄντος .
Εξηπάτων γὰρ τοὺς μαγείρους ἂν λέγων τοιαυτί:
Σκέψασθε, παῖδες. οὐχ ὁρᾶθ’; ὥρα νέα, χελιδὼν.
Οἱ δ’ ἔβλεπον, κᾀγὼ ’ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.
Δη. Ω δεξιώτατον κρέας ὡς σοφῶς γε προὐνοήσω·
Ωσπερ ἀκαλήφας ἐσθίων, πρὸ χελιδόνων ἔκλεπτες.
Αλ. Καὶ ταῦτα δρῶν ἐλάνθανόν γ’, εἰ δ’ οὖν ἴδοι τις αὐτῶν,
Αποκρυπτόμενος εἰς τὰ κοχώνα τοὺς θεοὺς ἀπώμνυον.
Ωστ’ εἶπ’ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα,
Οὐκ ἔσθ’ ὅπως ὁ παῖς ὅδ’ οὐ τὸν δῆμον ἐπιτροπεύσει.
Χο. Εὖ γε ξυνέβαλεν αὔτ’, ἀτὰρ δῆλόν γ’ ἀφ’ οὗ ξυνέγνω,
Οτιὴ ’πιόρκεις θ’ ἡρπακὼς, καὶ κρέας ὁ πρωκτὸς εἶχεν.
Κλ. Εγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.
Εξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιεὶς,
Ομοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.
Αλ. Εγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας, εἶτ’ ἀφήσω
Κατὰ κῦμ’ ἐμαυτὸν ὄριον, κλάειν σε μακρὰ κελεύων.
Δη. Κἄγωγ’, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.
Κλ. Οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ
Κλέψας Ἀθηναίων.
Χο. ἄθρει καὶ τοῦ ποδὸς παρίει,
Ως οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.
Κλ. Σὲ δ’ ἐκ Ποτιδαίας ἔχοντ’ εὖ οἶδα δέκα τάλαντα.
Αλ. Τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾷν;
Χο. Ανὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει.
Αλ. Τὸ πνεῦμ’ ἔλαττον γίγνεται.
Κλ. Φεύξει γραφὰς ἑκατονταλάντους τέτταρας.
Αλ. Σὺ δ’ ἀστρατείας γ’ εἴκοσιν,
Κλοπῆς δὲ πλεῖν ἢ χιλίας.
Κλ. Εκ τῶν ἀλιτηρίων σέ φη-
Μὶ γεγονέναι τῶν τῆς θεοῦ.
Αλ. Τὸν πάππον εἶναί φημί σου
Τῶν δορυφόρων.
Κλ. ποίων; φράσον.
Αλ. Τῶν Βυρσίνης τῆς Ἱππίου.
Κλ. Κόβαλος εἶ.
Αλ. πανοῦργος εἶ.
Δη. Παῖ’ ἀνδρικῶς.
Κλ. Ιοὺ, ἰού.
Τύπτουσί μ’ οἱ ξυνωμόται.
Δη. Παῖ’ αὐτὸν ἀνδρειότατα:
Γάστριζε καὶ τοῖς ἐντέροις,
Καὶ τοῖς κόλοις,
Χᾤπως κολᾷ τὸν ἄνδρα.
Ω γεννικώτατον κρέας ψυχήν τ’ ἄριστε πάντων,
Καὶ τῇ πόλει σωτὴρ φανεὶς, ἡμῖν τε τοῖς πολίταις:
Ως εὖ τὸν ἄνδρα ποικίλως τ’ ὑπῆλθες ἐν λόγοισιν.
Πῶς ἄν σ’ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;
Κλ. Ταυτὶ μὰ τὴν Δήμητρά μ’ οὐκ ἐλάνθανε
Τεκταινόμενα τὰ πράγματ’, ἀλλ’ ἠπιστάμην
Γομφούμενά γε τὰ πάντα καὶ κολλώμενα.
Αλ. Οὔκουν μ’ ἐν Ἄργει γ’ οἷα πράττεις λανθάνει.
Πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,
Ιδίᾳ δ’ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
Καὶ ταῦτ’ ἐφ’ οἷσίν ἐστι συμφυσώμενα
Εγᾦδ’. ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.
Χο. Εὖ γ’ εὖ γε, χάλκευ’ ἀντὶ τῶν κολλωμένων.
Αλ. Καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ’ ἐκεῖθεν αὖ:
Καὶ ταῦτά μ’ οὔτ’ ἀργύριον οὔτε χρυσίον
Διδοὺς ἀναπείσεις, οὐδὲ προσπέμπων φίλους,
Οπως ἐγὼ ταῦτ’ οὐκ Ἀθηναίοις φράσω.
Κλ. Εγὼ μὲν οὖν αὐτίκα μάλ’ εἰς βουλὴν ἰὼν,
Υμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,
Καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς ἐπὶ τῇ πόλει,
Καὶ πάνθ’ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,
Καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.
Αλ. Πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;
Κλ. Εγώ σε νὴ τὸν Ἡρακλέα καταστορῶ.
Χο. Αγε δὴ, σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις
Νυνὶ διδάξεις, εἴπερ ἀπεκρύψω τότε
Ες τὰ κοχώνας τὸ κρέας, ὡς αὐτὸς λέγεις.
Θεύσει γὰρ ἄξας ἐς τὸ βουλευτήριον.
Ως οὗτος εἰσπεσὼν, ἐκεῖσε διαβαλεῖ,
Ημᾶς ἅπαντας καὶ κραγὸν κεκράξεται.
Αλ. Αλλ’ εἶμι, πρῶτον δ’ ὡς ἔχω τὰς κοιλίας.
Καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.
Χο. Εχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳὶ,
Ιν’ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.
Αλ. Αλλ’ εὖ λέγεις; καὶ παιδοτριβικῶς ταυτά γε.
Χο. Εχε νῦν, ἐπέγκαψον λαβὼν ταδί.
Αλ. τί δαὶ;
Χο. Ιν’ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ:
Καὶ σπεῦδε ταχέως.
Αλ. ταῦτα δρῶ.
Χο. μέμνησό νυν
Δάκνειν, διαβάλλειν, τοὺς λόφους κατεσθίειν,
Χὤπως τὰ κάλλαι’ ἀποφαγὼν ἥξεις πάλιν.
ΚΟΜΜΑΤΙΟΝ.
Χο. Αλλ’ ἴθι χαίρων, καὶ πράξειας
Κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι
Ζεὺς ἀγοραῖος· καὶ νικήσας,
Αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς
Ελθοις στεφάνοις κατάπαστος.
Υμεῖς δ’ ἡμῖν προσέχετε τὸν νοῦν
Τοῖς ἀναπαίστοις, ὦ παντοίας
Ηδη Μούσης πειραθέντες καθ’ ἑαυτούς.
ΠΑΡΑΒΑΣΙΣ.
Εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς
Ηνάγκαζεν ἔπη λέξοντας γ’ ἐς τὸ θέατρον παραβῆναι,
Οὐκ ἂν φαύλως ἔτυχεν τούτου:νῦν δ’ ἄξιός ἐσθ’ ὁ ποιητής,
Οτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ, τολμᾷ τε λέγειν τὰ δίκαια,
Καὶ γενναίως πρὸς τὸν Τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην:
Α δὲ θαυμάζειν ὑμῶν φησὶ πολλοὺς αὐτῷ προσιόντας,
Καὶ βασανίζειν, ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθ’ ἑαυτόν,
Ημᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ
Οὐχ ὑπ’ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων
Κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων:
Πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι.
Υμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας
Kαὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας.
Tοῦτο μὲν εἰδὼς ἅ’παθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις.
Oς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα.
Πάσας δ’ ὑμῖν φωνὰς ἱεὶς, καὶ ψάλλων, καὶ πτερυγίζων,
Καὶ λυδίζων, καὶ ψηνίζων,καὶ βαπτόμενος βατραχείοις,
Οὐκ ἐξήρκεσεν. ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφ’ ἥβης,
Εξεβλήθη πρεσβύτης ὢν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη.
Εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτ’ ἐπαίνῳ.
Διὰ τῶν ἀφελῶν πεδίων ἔῤῥει: καὶ τῆς στάσεως παρασύρων,
Εφόρει τὰς δρῦς,καὶ τὰς πλατάνους,καὶ τοὺς ἐχθροὺς προθελύμνους.
Ασαι δ’ οὐκ ἦν ἐν ξυμποσίῳ , πλὴν δωροῖ συκοπέδιλε,
Καὶ τέκτονες εὐπαλάμων ὕμνων: οὕτως ἤνθησεν ἐκεῖνος.
Νυνὶ δ’ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ’ οὐκ ἐλεεῖτε,
Εκπιπτουσῶν τῶν ἠλέκτρων, καὶ τοῦ τόνου οὐκέτ’ ἐνόντος,
Τῶν θ’ ἁρμονιῶν διαχασκουσῶν:ἀλλὰ γέρων ὢν, περιέῤῥει
Ωσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὗον, δίψῃ δ’ ἀπολωλὼς.
Ον χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ,
Καὶ μὴ ληρεῖν, ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.
Οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς.
Ος ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν,
Απὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας.
Χ’οὖτος μέντοι μόλις ἀντήρκει, τοτὲ μὲν πίπτων, τοτὲ δ’ οὐχί.
Ταῦτ’ ὀῤῥωδῶν διέτριβεν ἀεί:καὶ πρὸς τούτοισιν ἔφασκεν,
Ερέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν,
Κᾆτ’ ἐντεῦθεν πρῳρατεῦσαι, καὶ τοὺς ἀνέμους διαθρῆσαι,
Κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων,
Οτι σωφρονικῶς οὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει,
Αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ’ ἐφ’ ἕνδεκα κώπαις
Θόρυβον χρηστὸν Ληναΐτην,
Ιν’ ὁ ποιητὴς ἀπίῃ χαίρων,
Κατὰ νοῦν πράξας,
Φαιδρὸς λάμποντι μετώπω.
ΣΤΡΟΦΗ.
Ιππι’ ἄναξ Πόσειδον, ᾧ
Χαλκοκρότων ἵππων κτύπος
Καὶ χρεμετισμὸς ἁνδάνει,
Καὶ κυανέμβολοι θοαὶ
Μισθοφόροι τριήρεις,
Μειρακίων θ’ ἅμιλλα λαμ-
Πρυνομένων ἐν ἅρμασιν,
Καὶ βαρυδαιμονούντων:
Δεῦρ’ ἔλθ’ εἰς χορόν, ὦ χρυσοτρίαιν’, ὦ
Δελφίνων μεδέων Σουνιάρατε,
Ω Γεραίστιε παῖ Κρόνου,
Φορμίωνί τε φίλτατ’ ἐκ
Τῶν ἄλλων τε θεῶν Ἀθη-
Ναίοις πρὸς τὸ παρεστός.
ΕΠΙΡΡΗΜΑ.
Εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι
Ανδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου:
Οἵτινες πεζαῖς μάχαισιν, ἔντε ναυφάρκτῳ στρατῷ
Πανταχοῦ νικῶντες ἀεὶ τήνδ’ ἐκόσμησαν πόλιν.
Οὐ γὰρ οὐδεὶς πώποτ’ αὐτῶν τοὺς ἐναντίους ἰδὼν
Ηρίθμησεν, ἀλλ’ ὁ θυμὸς εὐθὺς ἦν ἀμυνίας.
Εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον ἐν μάχῃ τινὶ,
Ταῦτ’ ἀπεψήσαντ’ ἄν, εἶτ’ ἠρνοῦντο μὴ πεπτωκέναι,
Αλλὰ διεπάλαιον αὖθις, καὶ στρατηγὸς οὐδ’ ἄν εἷς
Τῶν πρὸ τοῦ σίτησιν ᾔτησ’ ἐρόμενος Κλεαίνετον.
Νῦν δ’ ἐὰν μὴ προεδρίαν φέρωσι, καὶ τὰ σιτία,
Οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δ’ ἀξιοῦμεν τῇ πόλει
Προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις:
Καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνως,
Ην ποτ’ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
Μὴ φθονεῖθ’ ἡμῖν κομῶσι μηδ’ ἀνεστλεγγισμένοις.
ΑΝΤΩΔΗ ΚΑΙ ΑΝΤΙΣΤΡΟΦΗ.
Ω πολιοῦχε Παλλάς, ὦ
Τῆς ἱερωτάτης ἅπα-
Σῶν πολέμῳ τε καὶ ποιη-
Ταῖς δυνάμει θ’ ὑπερφερού-
Σης μεδέουσα χώρας:
Δεῦρ’ ἀφικοῦ λαβοῦσα τὴν
Εν στρατιαῖς τε καὶ μάχαις
Ημετέραν ξυνεργὸν,
Νίκην, ἣ Χαρίτων ἐστὶν ἑταίρα,
Τοῖς τ’ ἐχθροῖσι μεθ’ ἡμῶν στασιάζει.
Νῦν οὖν δεῦρο φάνηθι.δεῖ
Γὰρ τοῖς ἀνδράσι τοῖσδε, πά-
Σῃ τέχνῃ πορίσαι σε νί-
Κην, εἴπερ ποτέ, καὶ νῦν.
ΑΝΤΕΠΙΡΡΗΜΑ.
Α ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ’ ἐπαινέσαι,
Αξιοι δ’ εἴσ’ εὐλογεῖσθαι. πολλὰ γὰρ δὴ πράγματα
Ξυνδιήνεγκαν μεθ’ ἡμῶν, ἐσβολάς τε καὶ μάχας.
Αλλὰ τἀν τῇ γῇ μὲν αὐτῶν, οὐκ ἄγαν θαυμάζομεν:
Ως, ὅτ’ ἐις τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
Πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα:
Εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ,
Εμβαλόντες ἂν ἐφρυάξαν ἱππαπαῖ, τίς ἐμβαλεῖ;
Ληπτέον μᾶλλον:τί δρῶμεν; οὐκ ἐλᾷς, ὦ Σαμφόρα;
Εξεπήδων τ’ εἰς Κόρινθον: εἶτα δ’ οἱ νεώτατοι
Ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς,καὶ μετῇσαν βρώματα:
Ησθιον δὲ τοὺς παγούρους ἀντὶ πόας μηδικῆς,
Εἴτις ἐξέρποι θύραζε, κἀκ βυθοῦ θηρώμενοι.
Ως τ’ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον.
Δεινά γ’, ὦ Πόσειδον, εἰ μηδ’ ἐν βυθῷ δυνήσομαι,
Μήτε γῇ, μήτ’ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.
Χο. Ω φίλτατ’ ἀνδρῶν καὶ νεανικώτατε,
Οσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα;
Kαὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
Aγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ’ ἠγωνίσω.
Αλ. Tί δ’ ἄλλο γ’ εἰ μὴ Νικόβουλος ἐγενόμην;
Χο. Nῦν ἄρ’ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολῦξαι.
Ω καλὰ λέγων, πολὺ δ’ ἀμείνον’ ἔτι τῶν λόγων
Εἰργασμένε, εἴθ’ ἐπέλ-
θοις ἅπαντά μοι σαφῶς.
Ως ἐγώ μοι δοκῶ
Κἂν μακρὰν ὁδὸν διελθεῖν ὥστ’ ἀκοῦσαι.
Πρὸς τάδ’, ὦ βέλτιστε, θαρρήσας λέγ’, ὡς ἅ-
Παντες ἡδόμεσθά σοι.
Αλ. Καὶ μὴν ἀκοῦσαί γ’ ἄξιον τῶν πραγμάτων.
Εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ’ ἱέμην.
Οδ’ ἄρ’ ἔνδον ἐλασίβροντ’ ἀναρρηγνὺς ἔπη,
Τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
Κρημνοὺς ἐρείπων, καὶ ξυνωμότας λέγων.
Πιθανώτατα δ’ ἡ βουλὴ γ’ ἅπασ’ ἀκροωμένη,
Εγένεθ’ ὑπ’ αὐτοῦ ψευδατραφάξυος πλέα,
Κἄβλεψε νᾶπυ, καὶ τὰ μέτωπ’ ἀνέσπασε.
Κἄγωγ’ ὅτε δὴ ’γνων ἐνδεχομένην τοὺς λόγους,
Καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
Αγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δ’ ἐγὼ,
Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθωνες,
Αγορά τ’ ἐν ᾗ παῖς ὢν, ἐπαιδεύθην ἐγὼ:
Νῦν μοι θράσος καὶ γλῶσσαν εὔπορον δότε,
Φωνήν τ’ ἀναιδῆ. ταῦτα φροντίζοντί μοι,
Εκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνὴρ.
Κᾷγὼ προσέκυσα, κᾆτα τῷ πρωκτῷ θένων
Τὴν κιγκλίδ’ ἐξήραξα, κᾀναχανὼν μέγα,
Ανέκραγον:ὦ βουλὴ: λόγους ἀγαθοὺς φέρων,
Εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι,
Εξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατεῤῥάγη,
Οὐ πώποτ’ ἀφύας εἶδον ἀξιωτέρας.
Τῶν δ’ εὐθέως τὰ πρόσωπα διεγαλήνισαν,
Εἶτ’ ἐστεφάνουν μ’, εὐαγγέλια κᾀγὼ· φρασα
Αὐτοῖς, ἀπόῤῥητον ποιησάμενος ταχὺ,
Ινα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
Τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
Οἵδ’ ἀνεκρότησαν καὶ πρὸς ἔμ’ ἐκεχήνεσαν.
Οδ’ ὑπονοήσας, ὁ Παφλαγών, εἰδὼς ἄρα
Οἷς ἥδεθ’ ἡ βουλὴ μάλιστα ῥήμασι,
Γνώμην ἔλεξεν: ἄνδρες, ἤδη μοι δοκεῖ,
Επὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις,
Εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.
Επένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν:
Κᾄγωγ’ ὅτε δὴ ’γνων τοῖς βολίτοις ἡττώμενος,
Διηκοσίησι βουσὶν ὑπερηκόντισα.
Τῇ δ’ ἀγροτέρᾳ κατὰ χιλίων παρήνεσα
Εὐχὴν ποιήσασθαι χιμάρων ἐςαύριον,
Αἱ τριχίδες εἰ γενοίαθ’ ἑκατὸν τοὐβολοῦ.
Εκαραδόκησεν ἐις ἔμ’ ἡ βουλὴ πάλιν.
Ο δὲ ταῦτ’ ἀκούσας, ἐκπλαγεὶς ἐφληνάφα,
Κᾆθ’ εἷλκον αὐτὸν οἱ Πρυτάνεις, χοἰ τοξόται:
Οἵδ’ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες.
Οδ’ ἠντεβόλει γ’ αὐτοὺς ὀλίγον μεῖναι χρόνον,
Ιν’ ἅτθ’ ὁ κήρυξ ὁὐκ Λακεδαίμονος λέγει,
Πύθησθ’: ἀφῖκται γὰρ περὶ σπονδῶν λέγων.
Οἱδ’ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον,
Νυνὶ περὶ σπονδῶν; ἐπειδή γ’, ὦ μέλε
Ησθοντο τὰς ἀφύας παρ’ ἡμῖν ἀξίας,
Οὐ δεόμεθα σπονδῶν: ὁ πόλεμος ἑρπέτω.
Εκεκράγεσάν τε τοὺς πρυτάνεις ἀπιέναι,
Εἶθ’ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχοῦ.
Εγὼ δὲ τὰ κορίανν’ ἐπριάμην ὑποδραμὼν
Απαντα, τά τε γήτει’ ὅσ’ ἦν ἐν τἀγορᾷ.
Επειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα,
Αποροῦσιν αὐτοῖς προῖκα κᾀχαριζόμην.
Οἵδ’ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με
Απαντες οὕτως, ὥστε τὴν βουλὴν ὅλην
Οβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
ΑΝΤΙΣΤΡΟΦΗ.
Πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα.
Εὗρε δ’ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
Μείζοσι κεκασμένον,
Καὶ δόλοισι ποικίλοις,
Ρήμασί θ’ αἱμύλοις.
Αλλ’ ὅπως ἀγωνιεῖ φρόντιζε τἀ’πί-
Λοιπ’ ἄριστα· ξυμμάχους δ’ ἡμᾶς ἔχων εὔ-
Νους ἐπίστασαι πάλαι.
Αλ. Καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,
Ωθῶν κολόκυμα, καὶ ταράττων καὶ κυκῶν,
Ως δὴ καταπιόμενός με, μορμώ, τοῦ θράσους.
Kλ. Εἰ μή σ’ ἀπολέσαιμ’ εἴ τι τῶν αὐτῶν ἐμοὶ
Ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.
Αλ. Ησθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
Απεπυδάρισα, μόθωνα περιεκόκκασα.
Κλ. Οὔτοι μὰ τὴν Δήμητρ’ ἐὰν μή σ’ ἐκφάγω
Εκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
Αλ. Ην μὴ ’κφάγῃς; ἐγὼ δέ γ’, εἰ μή σ’ ἐκπίω,
Κᾳπεκροφήσας, αὐτὸς ἐπιδιαῤῥαγῶ.
Κλ. Απολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ πύλου.
Αλ. Ιδοὺ προεδρίαν, οἷον ὄψομαί σ’ ἐγὼ
Εκ τῆς προεδρίας ἔσχατον θεώμενον;
Κλ. Εν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανὸν.
Αλ. Ως ὀξύθυμος, φέρε, τί σοι δῶ καταφαγεῖν;
Επὶ τῷ φάγοις ἥδιστ’ ἄν; ἐπὶ βαλλαντίῳ;
Κλ. Εξαρπάσομαί σου τοῖς ὄνυξι τἂ’ντερα.
Αλ. Aπονυχιῶ σου τἀν Πρυτανείῳ σιτία.
Κλ. Ελξω σε πρὸς τὸν δῆμον,ἵνα δῷς μοι δίκην.
Αλ. Κᾀγὼ δέ σ’ ἕλξω, καὶ διαβαλῶ πλείονα.
Κλ. Αλλ’, ὦ πόνηρε, σοὶ μὲν οὐδὲν πείσεται.
Εγὼ δ’ ἐκείνου καταγελῶ γ’ ὅσον θέλω.
Αλ. Ως σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.
Κλ. Επίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.
Αλ. Καθώς περ αἱ τίτθαι γε σιτίζεις κακῶς:
Μασώμενος γὰρ, τῷ μὲν ὀλίγον ἐντιθεῖς,
Αὐτός δ’ ἐκείνου τριπλάσιον κατέσπακας.
Κλ. Καὶ νὴ Δί’ ὑπό γε δεξιότητος τῆς ἐμῆς,
Δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.
Αλ. Χὠ πρωκτὸς οὑμὸς, τουτογὶ σοφίζεται.
Κλ. Οὐκ ὦ γάθ’ ἐν βουλῇ με δόξεις καθυβρίσαι,
Ιωμεν εἰς τὸν δῆμον.
Αλ. οὐδὲν κωλύει.
Ιδού, βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.
Κλ. Ω δῆμε, δεῦρ’ ἔξελθε, νὴ Δί’ ὦ πάτερ.
Αλ. Εξελθε δῆτ’ ὦ δημίδιον φίλτατον.
Δη. Τίνες οἱ βοῶντες; οὐκ ἄπιτ’ ἀπὸ τῆς θύρας;
Τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
Κλ. Εξελθ’ ἵν’ εἰδῇς οἷάπερ γ’ ὑβρίζομαι.
Δη. Tίς, ὦ Παφλαγών, ἀδικεῖ σε;
Κλ. διὰ σὲ τύπτομαι
Yπὸ τουτουὶ καὶ τῶν νεανίσκων.
Δη. τιή;
Κλ. Oτιὴ φιλῶ σ’ ὦ δῆμ’ ἐραστής τ’ εἰμὶ σός.
Δη. Σὺ δ’ εἶ τίς ἐτεόν;
Αλ. ἀντεραστὴς τουτουὶ,
Ερῶν πάλαι σου,βουλόμενός τέ σ’ εὖ ποιεῖν,
Aλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί,
Aλλ’ οὐχ οἷοίτ’ ἐσμὲν διὰ τουτονὶ. σὺ γὰρ
Ομοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις.
Τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,
Σαυτὸν δὲ λυχνοπώλαισι, καὶ νευροῤῥάφοις,
Καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.
Κλ. Εὖ γὰρ ποιῶ τὸν δῆμον.
Αλ. εἰπέ μοι, τί δρῶν;
Κλ. Οτι τοὺς στρατηγοὺς ὑποδραμὼν τοὺς ἐκ Πύλου,
Πλεύσας ἐκεῖσε τοὺς Λάκωνας ἤγαγον.
Αλ. Εγὼ δὲ περιπατῶν γ’ ἀπ’ ἐργαστηρίου
Εψοντος ἑτέρου τὴν χύτραν ὑφειλόμην.
Κλ. Καὶ μὴν ποιήσας αὐτίκα μάλ’ ἐκκλησίαν
Ωδῆμ’, ἵν’ εἰδῇς ὁπότερος νῷν ἐστί σοι
Εὐνούστερος: διάκρινον, ἵν’ ἐκεῖνον φιλῇς.
Αλ. Nαὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ’ν τῇ πνυκὶ.
Δη. Οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
Αλλ’ ἐις τὸ πρόσθε χρὴ παρεῖν ἐις τὴν πνύκα.
Αλ. Οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ’: ὁ γὰρ γέρων
Οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος:
Οταν δ’ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
Κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.
ΣΤΡΟΦΗ.
Νῦν δεῖ σε πάντα δὴ κάλων ἐξιέναι σεαυτοῦ,
Καὶ λῆμα θούριον φορεῖν, καὶ λόγους ἀφύκτους
Οτοισι τόνδ’ ὑπερβαλεῖ: ποικίλος γὰρ ἁνὴρ
Κᾀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
Πρὸς ταῦθ’ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς εἰς τὸν ἄνδρα;
Αλλὰ φυλάττου, καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι,πρότερος σὺ
Τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.
Κλ. Τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ, τῇ τῆς πόλεως μεδεούσῃ
Εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι
Βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβάκχαν,
Ωσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν τῷ Πρυτανείῳ.
Εἰ δέ σε μισῶ καὶ μὴ περί σου μάχομαι μόνος ἀντιβεβηκώς,
Απολοίμην, καὶ διαπρισθείην, κατατμηθείην τε λέπαδνα.
Αλ. Κᾄγωγ’ ὦ δῆμ’ εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς
Εψοίμην ἐν περικομματίοις, κ’εἰ μὴ τούτοισι πέποιθας,
Επὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,
Καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς κεραμεικόν.
Κλ. Καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν, ὦ Δῆμε, γένοιτο πολίτης;
Ος πρῶτα μὲν ἡνίκ’ ἐβούλευόν σοι,χρήματα πλεῖστ’ ἀπέδειξα
Εν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν, τοὺς δ’ ἄγχων, τοὺς δὲ μεταιτῶν,
Οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.
Αλ. Τοῦτο μέν ὦ δῆμ’ οὐδὲν σεμνόν, κᾀγὼ γὰρ τοῦτό σε δράσω,
Αρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.
Ως δ’ οὐχὶ φιλεῖ σ’ οὐδ’ ἔστ’ εὔνους, τοῦτ’ αὐτό σε πρῶτα διδάξω,
Αλλ’ ἢ διὰ τοῦτ’ αὔθ’ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.
Σὲ γάρ ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,
Καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας.
Επὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως.
Οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω: ἀλλ’ ἐπαναίρου,
Κᾆτα καθίζου μαλακῶς , ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.
Δη. Ανθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
Τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.
Κλ. Ως ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
Αλ. Καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.
Κλ. Καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων
Η μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.
Αλ. Καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ’ ἐν ταῖς φιδάκναισι,
Καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον,οὐκ ἐλεαίρεις,
Αλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
Τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τ’ ἀπελαύνεις,
Εκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.
Κλ. Ινα γ’ Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν,
Ως τοῦτον δεῖ ποτ’ ἐν Ἀρκαδίᾳ πεντωβόλου ἠλιάσασθαι,
Ην ἀναμείνῃ:πάντως δ’ αὐτὸν θρέψω ’γὼ καὶ θεραπεύσω,
Εξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.
Αλ. Οὐχ ἵνα γ’ ἄρξῃ μὰ Δί’ Ἀρκαδίας προνοούμενος, ἀλλ’ ἵνα μᾶλλον
Σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος
Υπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου:
Αλλ’ ὑπ’ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ,
Εἰ δέ ποτ’ ἐις Αγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ,
καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ εἰς λόγον ἔλθῃ,
Γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου.
Εἶθ’ ἥξει σοι δριμὺς ἄγροικος, κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων
Α σὺ γιγνώσκων τόνδ’ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σεαυτοῦ.
Κλ. Οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ’ ἔστ’ ἐμὲ καὶ διαβάλλειν
Πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ,
Νὴ τὴν Δήμητρα, Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;
Αλ. ὦ πόλις Ἄργους, κλύεθ’ οἷα λέγει; σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις,
Ος ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,
Καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,
Αφελών τ’ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκε;
Σὺ δ’ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι,
Διατειχίζων καὶ χρησμῳδῶν ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.
Κᾀκεῖνος μὲν φεύγει τὴν γῆν, σὺ δ’ Ἀχιλλείων ἀπομάττει.
Κλ. Οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ δῆμ’ ἐστίν μ’ ὑπὸ τούτου,
Οτιή σε φιλῶ;
Δη. παῦ παῦ’, οὗτος, καὶ μὴ σκέρβολλε πονηρὰ:
Πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθεις ἐγκρυφιάζων.
Αλ. Μιαρώτατος, ὦ δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακὼς.
Οπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς
Τῶν εὐθυνῶν ἐκκαυλίζων,
Καταβροχθίζει, κᾀμφοῖν χειροῖν
Μυστιλᾶται τῶν δημοσίων.
Κλ. Οὐ χαιρήσεις, ἀλλά σε κλέπτον-
Θ’ αἱρήσω ’γὼ τρεῖς μυριάδας.
Αλ. Τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,
Μιαρώτατος ὢν περὶ τὸν δῆμον
Τὸν Ἀθηναίων; καί σ’ ἐπιδείξω
Νὴ τὴν Δήμητρ’, ἢ μὴ ζῴην,
Δωροδοκήσαντ’ ἐκ Μυτιλήνης πλεῖν ἢ μνᾶς τετταράκοντα.
ΑΝΤΙΣΤΡΟΦΗ.
Χο. Ω πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,
Ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδ’ ἐποίσεις,
Μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις
Τἀν τῇ πόλει, τῶν ξυμμάχων τ’ ἄρξεις ἔχων τρίαιναν,
Η πολλὰ χρήματ’ ἐργάσει, σείων τε καὶ ταράττων.
Καὶ μὴ μεθῇς τὸν ἄνδρ’, ἐπειδή σοι λαβὴν δέδωκεν,
Κατεργάσει γὰρ ῥᾳδίως, πλευρὰς ἔχων τοιαύτας.
Κλ. Οὐκ ὦ’ γαθοὶ ταῦτ’ ἐστί πω ταύτη, μὰ τὸν Ποσειδῶ:
Εμοὶ γάρ ἐστ’ εἰργασμένον τοιοῦτον ἔργον, ὥς τε
Απαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,
Εως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπὸν.
Αλ. Επίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.
Οὐ γάρ σ’ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας
Ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.
Αλλ’ ἐστὶ τοῦτ’ ὦ δῆμε μηχάνημ’, ἵν’ ἢν σὺ βούλῃ
Τὸν ἄνδρα κολάσαι τουτονὶ, σοι τοῦτο μὴ ’κγένηται.
Ορᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν
Νεανιῶν: τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι
Καὶ τυροπῶλαι: τοῦτο δ’ ἐις ἕν ἐστι συγκεκυφός,
ὥστ’ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα,
Νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας, θέοντες
Τὰς ἐισβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.
Δη. Οἴμοι τάλας, ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε,
Οσον με παρεκόπτου χρόνον, τοιαῦτα κρουσιδημῶν;
Κλ. Ω δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδ’ οἰηθῇς
Εμοῦ ποθ’ εὑρήσειν φίλον βελτίον’, ὅστις εἷς ὤν,
Επαυσα τοὺς συνωμότας: καί μ’ οὐ λέληθεν οὐδὲν
Εν τῇ πόλει συνιστάμενον, ἀλλ’ εὐθέως κέκραγα.
Αλ. Οπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας:
Οταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδὲν:
Εὰν δ’ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
Αἱροῦσι: καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
Εν δ’ εἰπέ μοι τοσουτονί: σκύτη τοσαῦτα πωλῶν,
Εδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ,
Ταῖς ἐμβάσιν, φάσκων φιλεῖν;
Δη. οὐ δῆτα μὰ τὸν Ἀπόλλω.
Αλ. Εγνωκας οὖν δῆτ’ αὐτὸν οἷός ἐστιν; ἀλλ’ ἐγώ σοι,
Ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.
Δη. Κρίνω σ’ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ’ ἄριστον,
Εὐνούστατόν τε τῇ πόλει, καὶ τοῖσι δακτύλοισιν.
Κλ. Οὐ δεινὸν οὖν δῆτ’ ἐμβάδας τοσουτονὶ δύνασθαι;
Εμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας, ὅστις
Επαυσα τοὺς κινουμένους, τὸν γρῦπον ἐξαλείψας;
Αλ. Oὔκουν σε ταῦτα δῆτα δεινόν ἐστι πρωκτοτηρεῖν,
Παῦσαί τε τοὺς κινουμένους: κοὐκ ἔσθ’ ὅπως ἐκείνους
Οὐχὶ φθονῶν ἔπαυσας ἵνα μὴ ῥήτορες γένωνται.
Τοῦτον δ’ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικουτονὶ,
Οὐ πώποτ’ ἀμφιμασχάλου τὸν δῆμον ἠξίωσας,
Χειμῶνος ὄντος· ἀλλ’ ἐγώ σοι τουτονὶ δίδωμι.
Δη. Τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ’ ἐπενόησεν,
Καὶ τοι σοφὸν κᾀκεῖν’ ὁ Πειραιεύς. ἔμοιγε μέντοι
Οὐ μεῖζον εἶναι φαίνετ’ ἐξεύρημα τοῦ χιτῶνος.
Κλ. Οἴμοι τάλας, οἵοις πιθηκισμοῖς με περιελαύνεις;
Αλ. Οὔκ, ἀλλ’ ὅπερ πίνων ἀνὴρ πέπονθ’ ὅταν χεσείῃ,
Τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.
Κλ. Αλλ’ οὐχ ὑπερβαλεῖ με θωπείαις: ἐγὼ γὰρ αὐτὸν
Προσαμφιῶ τοδί, σὺ δ’ οἴμωζ’, ὦ πονήρ’.
Δη. ἰαιβοῖ.
Οὐκ ἐς κόρακας ἀποφθερεῖ, βύρσης κάκιστον ὄζον;
Αλ. Καὶ τοῦτ’ ἐπίτηδές σε περιήμπεσχ’, ἵνα σ’ ἀποπνίξῃ.
Καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθ’ ἐκεῖνον
Τοῦ σιλφίου τὸν ἄξιον γενόμενον;
Δη. οἶδα μέντοι.
Αλ. Επίτηδες οὗτος αὐτὸν ἔσπευσ’ ἄξιον γενέσθαι,
Ιν’ ἐσθίοιτ’ ὠνούμενοι, κᾄπειτ’ ἐν Ηλιαίᾳ
Βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταὶ.
Δη. Νὴ τὸν Ποσειδῶ, καὶ πρὸς ἐμὲ τοῦτ’ εἶπ’ ἀνὴρ κόπριος.
Αλ. Οὐ γὰρ τόθ’ ὑμεῖς βδεόμενοι δήπου ’γένεσθε πυῤῥοί;
Δη. Καὶ νὴ Δί’ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.
Κλ. Οἵοισί μ’ ὦ πόνηρε βωμολοχεύμασι ταράττεις;
Αλ. H γὰρ θεός μ’ ἐκέλευε νικῆσαί σ’ ἀλαζονείᾳ.
Κλ. Αλλ’ οὔ με νικήσεις:ἐγὼ γάρ φημί σοι παρέξειν
Ω δῆμε μηδὲν δρῶντι, μισθοῦ τρύβλιον ῥοφῆσαι.
Αλ. Κᾀγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι,
Τἂν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.
Κλ. Εγὼ δὲ τὰς πολιὰς γέ σου’ κλέγων, νέον ποιήσω.
Αλ. Iδοὺ δέχου κέρκον λαγῶ, τὠφθαλμιδίω περιψῆν.
Κλ. Απομυξάμενος ὦ δῆμ’ ἐμοῦ πρὸς τὴν κεφαλὴν ἀποψῶ.
Αλ. ἐμοῦ μὲν οὖν, ἐμοῦ μὲν οὖν.
Κλ. ἐγώ σε ποιήσω τριη-
Ραρχεῖν,ἀναλίσκοντα τῶν
Σαυτοῦ, παλαιὰν ναῦν ἔχον-
Τ’,ἐις ἣν ἀναλῶν οὐκ έφέ-
Ξεις οὐδὲ ναυπηγούμενος.
Διαμηχανήσομαί θ’ὅπως
Αν ἱστίον σαπρὸν λάβῃς.
Χο. Ανὴρ παφλάζει, παῦε παῦ’
Υπερζέων, ὑφελκτέον
Δὲ τῶν δάλιων, ἀπαρυστέον
Τὲ τῶν ἀπειλῶν ταυτηί.
Κλ. Δώσεις ἐμοὶ καλὴν δίκην,
Ιπούμενος ταῖς εἰσφοραῖς:
Εγὼ γὰρ ἐις τοὺς πλουσίους
Σπεύσω σ’ ὅπως ἂν ἐγγραφῇς.
Αλ. Εγὼ δ’ἀπειλήσω μὲν οὐ-
Δέν, εὔχομαι δέ σοι ταδί.
τὰ μὲν τάγηνον τευθίδων
Eφεστάναι σίζον: σὲ δὲ
Γνώμην ἐρεῖν μέλλοντα περὶ
Μιλησίων, καὶ κερδανεῖν
Τάλαντον ἢν κατεργάσῃ
Σπεύδειν,ὅπως τῶν τευθίδων
Εμπλήμενος,φθαίης ἔτ’ἐις
Εκκλησίαν ἐλθών· ἔπει-
Τα πρὶν φαγεῖν,ἀνὴρ μεθή-
Κοι, καὶ σὺ τὸ τάλαντον λαβεῖν
Βουλόμενος ἐ-
Σθίων ἀπαποπνιγείῃς.
Χο. Εὖ νή τὸν Δία,καὶ τὸν Απόλλω
Καὶ τὴν Δήμητρα.
Δη. Και μοι δοκεῖ, καὶ τἄλλα γ’ εἶναι
καταφανῶς
Aγαθὸς πολίτης, οἷος οὐδείς πω χρόνου
Ανὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.
Σὺ δ’ ὦ Παφλαγὼν φάσκων φιλεῖν μ’ ἐσκορόδισας.
Καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι
Εμοὶ ταμιεύσεις.
Κλ. ἔχε· τοσοῦτον δ’ ἴσθ’, ὅτι
Εἰ μή μ’ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ
Εμοῦ πανουργότερός τις ἀναφανήσεται.
Δη. Οὐκ ἔσθ’ ὅπως ὁ δακτύλιός ἐσθ’ οὑτοσὶ
Οὑμός: τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,
Αλλ’ ἦ οὐ καθορῶ;
Αλ. φέρ’ ἴδω, τί σοι σημεῖον ἦν.
Δη. Δημοῦ βοείου θρῖον ἐξωπτημένον.
Αλ. οὐ τοῦτ’ ἔνεστιν.
Δη. οὐ τὸ θρῖον; ἀλλὰ τί;
Αλ. Λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.
Δη. Αἰβοῖ τάλας.
Αλ. τί ἐστιν;
Δη. ἀπόφερ’ ἐκποδὼν,
Οὐ τὸν ἐμὸν εἶχεν, ἀλλὰ τὸν Κλεωνύμου.
Παῤ’ ἐμὸν δὲ τουτονὶ λαβὼν, ταμίευέ μοι.
Kλ. Μὴ δῆτά πώ γ’, ὦ δέσποτ’, ἀντιβολῶ σ’ ἐγὼ,
Πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.
Αλ. Καὶ τῶν ἐμῶν νυν.
Κλ. ἀλλ’ ἐὰν τούτῳ πίθῃ,
Μολγὸν γενέσθαι δεῖ σε.
Αλ. κἄν γε τουτωί,
Ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυῤῥίνου.
Κλ. Αλλ’ οἵ γ’ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ
Χώρας ἁπάσης, ἐστεφανωμένον ῥόδοις.
Αλ. Οἱ’ μοὶ δέ γ’ αὖ λέγουσιν, ὡς ἁλουργίδα
Εχων κατάπαστον καὶ στεφάνην ἐφ’ ἅρματος
Χρυσοῦ διώξεις Σμικύθην, καὶ Κύριον.
Δη. Καὶ μὴν ἔνεγκ’ αὐτοὺς ἰών, ἵν’ οὑτοσὶ
Αὐτῶν ἀκούσῃ.
Αλ. πάνυ γε.
Δη. καὶ σύ νυν φέρε.
Κλ. Iδού.
Αλ. ἰδοὺ.
Δη. νὴ τὸν Δί’ οὐδὲν κωλύει.
ΣΤΡΟΦΗ.
Χο. Ηδιστον φάος ἡμέρας
Εσται τοῖσι παροῦσι καὶ
Τοῖσιν εἰσαφικνουμένοις
Ην Κλέων ἀπόληται.
Καίτοι πρεσβυτέρων τινῶν
Οἵων ἀργαλεωτάτων,
Εν τῷ δείγματι τῶν δικῶν
Ηκουσ’ ἀντιλεγόντων:
Ως εἰ μὴ ’γένεθ’ οὗτος ἐν
Τῇ πόλει μέγας, οὐκ ἂν ἤ-
Στην σκεύει δύο χρησίμω,
Δοῖδυξ, οὐδὲ τορύνη.
Aλλὰ καὶ τόδ’ ἔγωγε θαυ-
Μάζω τῆς ὑομουσίας
Αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ
Παῖδες οἳ ξυνεφοίτων,
Τὴν Δωριστὶ μόνην ἂν ἁρ-
Μόττεσθαι θαμὰ τὴν λύραν,
Aλλην δ’ οὐκ ἐθέλειν μαθεῖν.
Κᾆτα τὸν κιθαριστὴν
Oργισθέντ’ ἀπάγειν κελεύ-
Ειν, ὡς ἁρμονίαν ὁ παῖς
Οὗτος οὐ δύναται μαθεῖν,
Ην μὴ δυροδοκιστὶ.
Κλ. Ιδού, θέασαι· κοὐχ ἅπαντας ἐκ φέρω.
Αλ. Οἴμ’ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.
Δη. Ταυτὶ τί ἐστι;
Kλ. λόγια.
Δη. πάντ’;
Κλ. ἐθαύμασας;
Καὶ νὴ Δί’ ἔτι γέ μοὔστι κιβωτὸς πλέα.
Αλ. Εμοὶ δ’ ὑπερῷον καὶ ξυνοικία δύο.
Δη. Φέρ’ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;
Κλ. Οὑμοὶ μέν εἰσι Βάκιδος.
Δη. Οἱ δὲ σοὶ τίνος;
Αλ. Γλάνιδος ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.
Δη. Εἰσὶν δὲ περὶ τοῦ;
Κλ. περὶ Ἀθηνῶν, περὶ Πύλου,
Περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
Δη. Οἱ σοὶ δὲ περὶ τοῦ;
Αλ. περὶ Ἀθηνῶν, περὶ φακῆς,
Περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,
Περὶ τῶν μετρούντων τἄλφιτ’ ἐν ἀγορᾷ κακῶς,
Περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων,
Τὸ πέος οὑτοσὶ δάκοι.
Δη. Αγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,
Καὶ τὸν περὶ ἐμοῦ ’κεῖνον, ᾧπερ ἥδομαι,
Ως ἐν νεφέλῃσιν αἰετὸς γενήσομαι.
Κλ. Ακουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοὶ.
Φράζευ Ἐρεχθείδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων
Ιαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.
Σῴζεσθαί σ’ ἐκέλευ’ ἱερὸν κύνα καρχαρόδοντα:
Ος πρὸ σέθεν χάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγώς,
Σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτ’, ἀπολεῖται.
Πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοὶ.
Δη. Ταυτὶ μὰ τὴν Δήμητρ’ ἐγὼ οὐκ οἶδ’ ὅ,τι λέγει,
Τί γάρ ἐστ’ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί.
Κλ. Εγὼ μέν εἰμ’ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω,
Σοί δ’ εἶπε σῴζεσθαί μ’ ὁ Φοῖβος τὸν κύνα.
Αλ. Οὐ τοῦτό φησ’ ὁ χρησμός, ἀλλ’ ὁ κύων ὁδὶ,
Ωσπερ θύρας σου τῶν λογίων παρεσθίει.
Εμοὶ γάρ ἐστ’ ὀρθῶς περὶ τούτου τοῦ κυνὸς.
Δη. Λέγε δή, ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,
Ινα μή μ’ ὁ χρησμὸς ὁ περὶ τοῦ κυνὸς δάκῃ.
Αλ. Φράζευ Ἐρεχθείδη κύνα Κέρβερον ἀνδραποδιστήν
Ος κέρκῳ σαίνων σ’, ὁπόταν δειπνῇς, ἐπιτηρῶν,
Εξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς:
Εἰσφοιτῶν τ’ εἰς τοὐπτάνιον λήσει σε κυνηδὸν,
Νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.
Δη. Νὴ τὸν Ποσειδῶ, πολύ γ’ ἄμεινον, ὦ Γλάνι.
Κλ. Ω τᾶν ἄκουσον, εἶτα διάκρινον τότε·
Eστι γυνή, τέξει δὲ λέονθ’ ἱεραῖς ἐν Ἀθήναις,
Ος περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται
Ως τε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φύλαξαι,
Τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.
Δη. Ταῦτ’ οἶσθ’ ὅ τι λέγει;
Αλ. μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.
Kλ. Εφρασεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμὲ,
Εγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.
Δη. Καὶ πῶς μ’ ἐλελήθεις Ἀντιλέων γεγενημένος;
Αλ. Εν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκὼν,
Ο μόνον σιδήρου τεῖχός ἐστι καὶ ξύλων,
Εν ᾧ σε σῴζειν τόνδ’ ἐκέλευ’ ὁ Λοξίας.
Δη. Πῶς δῆτα τοῦτ’ ἔφραζεν ὁ θεός;
Αλ. τουτονὶ
Δῆσαί σ’ ἐκέλευ’ ἐν πεντεσυρίγγῳ ξύλῳ.
Δη. Ταυτὶ τελεῖσθαι τὰ λόγι’ ἤδη μοι δοκεῖ.
Κλ. Μὴ πείθου. φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
Αλλ’ ἱέρακα φίλει μεμνημένος ἐν φρεσίν, ὅς σοι
Ηγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.
Αλ. Τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς:
Κεκροπίδη κακόβουλε, τί τοῦθ’ ἡγεῖ μέγα τοὔργον;
Καί κε γυνὴ φέροι ἄχθος, ἐπείκεν ἀνὴρ ἀναθείη.
Αλλ’ οὐκ ἂν μαχέσαιτο, χέσαιτο γάρ, εἰ μαχέσαιτο.
Κλ. Αλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν,
ἔστι Πύλος πρὸ Πύλοιο.
Δη. τί τοῦτο λέγει, πρὸ Πύλοιο;
Αλ. Τὰς πυέλους φησὶ καταλήψεσθ’ ἐν βαλανείῳ.
Δη. Εγὼ δ’ ἄλουτος τήμερον γενήσομαι.
Αλ. Αὐτὸς γὰρ ἡμῶν τὰς πυέλους ὑφήρπασεν.
Αλλ’ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
Ο χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.
Δη. Προσέχω:σύ δ’ ἀναγίγνωσκε, τοῖς ναύταισί μου,
Οπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
Αλ. Αἰγείδη, φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
Λαίθαργον, ταχύπουν, δολίαν κερδὼ, πολύϊδριν.
Οἶσθ’ ὅ τι ἐστὶν τοῦτο;
Δη. Φιλόστρατος ἡ κυναλώπηξ.
Αλ. Οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε
Αἰτεῖ ταχείας, ἀργυρολόγους οὑτοσὶ.
Ταύτας ἀπαυδᾷ μὴ διδόναι σ’ ὁ Λοξίας.
Δη. Πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;
Αλ. ὅπως;
Οτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχὺ.
Δη. Πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνὶ;
Αλ. Αλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
Οτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.
Δη. Εἶἑν: τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
Αλ. Εγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
Αλλ’ ἔτι τόνδ’ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι,
Χρησμὸν Λητοίδης, Κυλλήνην, μήσε δολώσῃ.
Δη. Ποίαν Κυλλήνην;
Αλ. τὴν τούτου χεῖρ’ ἐποίησεν
Κυλλήνην ὀρθῶς ὁτιή φησ’ ἔμβαλε κυλλῇ.
Kλ. Οὐκ ὀρθῶς φράζει: τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
Ες τὴν χεῖρ’ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.
Αλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτὸς,
Αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
Αλ. Καὶ γὰρ ἐμοί καὶ γῆς καὶ τῆς Ἐρυθρᾶς γε θαλάσσης,
Χᾥτι γ’ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.
Κλ. Αλλ’ ἐγὼ εἶδον ὄναρ καὶ μοὐδόκει ἡ θεὸς αὐτὴ,
Τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
Αλ. Νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ
Εκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ’πικαθῆσθαι:
Εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
Αμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.
Δη. Ιοὺ, ἰοὺ, οὐκ ἦν ἄρ’ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
Καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
Γερονταγωγεῖν, κἀναπαιδεύειν πάλιν.
Κλ. Μή πω γ’ ἱκετεύω σ’ ἀλλ’ ἀνάμεινον, ὡς ἐγὼ
Κριθὰς ποριῶ σοι καὶ βίον καθ’ ἣμέραν.
Δη. Οὐκ ἀνέχομαι κριθῶν ἀκούων:πολλάκις
Εξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.
Κλ. Αλλ’ ἄλφιτ’ ἤδη σοι ποριῶ ’σκευασμένα.
Αλ. Εγὼ δὲ μαζίσκας γε διαμεμαγμένας,
Καὶ τοὔψον ὀπτόν: μηδὲν ἄλλ’ εἰ μὴ ’σθιε.
Δη. Ανύσατέ νυν ὅ τι περ ποιήσεθ’, ὡς ἐγώ,
Οπότερος ἂν σφῷν εὖ με μᾶλλον ἂν ποιῇ,
Τούτῳ παραδώσω τῆς πνυκὸς τὰς ἡνίας.
Αλ. Τρέχοιμ’ ἂν εἴσω πρότερος.
Κλ. οὐ δῆτ’, ἀλλ’ ἐγώ.
ΣΤΡΟΦΗ.
Χο. ὦ δῆμε, καλήν γ’ ἔχεις
Αρχὴν, ὅτε πάντες ἄν-
Θρωποι δεδίασί σ’ ὥσ-
Περ ἄνδρα τύραννον.
Αλλ’ εὐπαράγωγος εἶ
Θωπευόμενός τε χαί-
Ρεις κᾀξαπατώμενος :
Πρὸς τόν τε λέγοντ’ ἀεὶ
Κέχηνας, ὁ νοῦς δέ σου
Παρὼν ἀποδημεῖ.
ΣΥΣΤΗΜΑ ΚΑΤΑ ΠΕΡΙΚΟΠΗΝ.
Δη. Νοῦς οὐκ ἔνι ταῖς κόμαις
Υμῶν, ὅτεμ’ οὐ φρονεῖν
Νομίζετ’, ἐγὼ δ’ ἑκὼν
Ταῦτ’ ἠλιθιάζω.
Αὐτός τε γὰρ ἥδομαι ,
Βρύλλων τὸ καθ’ ἡμέραν.
Κλέπτοντά τε βούλομαι
Τρέφειν ἕνα προστάτην,
Τοῦτον δ’, ὅταν ᾖ πλέως,
Αρας ἐπάταξα.
ΑΝΤΙΣΤΡΟΦΗ.
Χο. Οὕτω μὲν ἄρ’ εὖ ποιῇς ,
Εἲ σοι πυκνότης ἔνε-
Στ’ ἐν τῷ τρόπῳ ὡς λέγεις
Τούτῳ πάνυ πολλὴ.
Εἰ τούσδ’ ἐπίτηδες ὥσ-
Περ δημοσίους τρέφεις
Εν τῇ Πυκνί, κᾆθ’ ὅταν
Μή σοι τύχῃ ὄψον ὂν,
Τούτων ὃς ἂν ᾖ παχὺς,
Θύσας ἐπιδειπνεῖς.
ΣΥΣΤΗΜΑ ΕΤΕΡΟΝ.
Δη. Σκέψασθε δέ μ’ εἰ σοφῶς
Αὐτοὺς περιέρχομαι,
Τοὺς οἰομένους φρονεῖν
Και μ’ ἐξαπατύλλειν.
Τηρῶ γὰρ ἑκάστοτ’ αὐ-
Τοὺς, οὐδὲ δοκῶν ὁρᾶν
Κλέπτοντας, ἔπειτ’ ἀναγ-
Κάζω πάλιν ἐξεμεῖν,
Αττ’ ἂν κεκλόφωσί μου
Κημὸν καταμηλῶν.
Κλ. Απαγ’ ἐς μακαρίαν ἐκποδών.
Αλ. σύ γ’, ὦ φθόρε.
Κλ. Ω δῆμ’ ἐγὼ μέντοι παρεσκευασμένος
Τρίπαλαι κάθημαι βουλόμενός σ’ εὐεργετεῖν.
Αλ. Εγὼ δὲ, δεκάπαλαίγε, καὶ δωδεκάπαλαι,
Καὶ χιλιόπαλαι, καὶ πρόπαλαι, πάλαι, πάλαι.
Δη. Εγὼ δὲ προσδοκῶν γε, τρισμυριόπαλαι,
Βδελύττομαί σφω καὶ πρόπαλαι, πάλαι, πάλαι.
Αλ. Οἶσθ’ οὖν ὃ δρᾶσον;
Δη. εἰ δὲ μή, φράσεις γε σύ.
Αλ. Αφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονὶ,
Ινα σ’ εὖ ποιῶμεν ἐξ ἴσου.
Δη. δρᾶν ταῦτα χρὴ.
Απιτον.
Αλ. ἰδοὺ.
Δη. θέοιτ’ ἄν.
Κλ. ὑποθεῖν οὐκ ἐῶ.
Δη. Αλλ’ ἦ μεγάλως εὐδαιμονήσω τήμερον,
Υπὸ τῶν ἐραστῶν, νὴ Δί’ ἦ ’γὼ θρύψομαι.
Κλ. Ορᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον,
Αλλ’ οὐ τράπεζαν.
Αλ. ἀλλ’ ἐγὼ προτεραίτερος.
Κλ. Ιδού, φέρω σοι τήνδε μαζίσκην ἐγὼ,
Εκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.
Αλ. Εγὼ δὲ μυστίλας μεμυστιλημένας
Υπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.
Δη. Ως μέγαν ἄρ’ εἶχες, ὦ πότνια, τὸν δάκτυλον.
Κλ. Εγὼ δ’ ἔτνος γε, πίσινον, εὔχρων καὶ καλὸν.
Ετόρυνε δ’ αὔθ’ ἡ Παλλὰς ἡ Πυλαιμάχος.
Αλ. Ω δῆμ’ ἐναργῶς ἡ θεός σ’ ἐπισκοπεῖ,
Καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.
Δη. Οἴει γὰρ οἰκεῖσθ’ ἂν ἔτι τήνδε τὴν πόλιν,
Εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;
Κλ. Τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.
Αλ. Η δ’ Ὀβριμοπάτρα γ’ ἑφθὸν ἐκ ζωμοῦ κρέας,
Καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
Δη. Καλῶς γ’ ἐποίησε τοῦ πέπλου μεμνημένη.
Κλ. Η Γοργολόφασ’ ἐκέλευε τουτουΐ φαγεῖν
Ελατῆρος ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.
Αλ. Λαβὲ καὶ ταδί νυν.
Δη. καὶ τί τούτοις χρήσομαι
Τοῖς ἐντέροις;
Αλ. ἐπίτηδες αὔτ’ ἔπεμψέ σοι
Εἰς τὰς τριήρεις ἐντερόνειαν ἡ θεὸς.
Επισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικὸν.
Εχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.
Δη. Ως ἡδὺς ὦ Ζεῦ, καὶ τὰ τρία φέρων καλῶς;
Αλ. Η Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισε.
Κλ. Λαβέ νυν πλακοῦντος πίονος παρ’ ἐμοῦ τόμον.
Αλ. Παρ’ ἐμοῦ δ’ ὅλον γε τὸν πλακοῦντα τουτονὶ.
Κλ. Αλλ’ οὐ λαγῷ’ ἕξεις ὁπόθεν δῷς, ἀλλ’ ἐγὼ.
Αλ. Οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;
Ω θυμέ, νυνὶ βωμολόχον ἔξευρέ τι.
Κλ. Ορᾷς τάδ’, ὦ κακόδαιμον;
Αλ. ὀλίγον μοι μέλει.
Εκεινοιὶ γὰρ ὡς ἔμ’ ἔρχονταί.
Κλ. τίνες;
Αλ. πρέσβεις ἔχοντες ἀργυρίου βαλάντια.
Κλ. Ποῦ ποῦ;
Αλ. τί δὲ σοὶ τοῦτ’; οὐκ ἐάσεις τοὺς ξένους;
Ω δημίδιον, ὁρᾷς τὰ λαγῷ’ ἅ σοι φέρω;
Κλ. Οἴμοι τάλας, ἀδίκως γε τἄ’ μ’ ὑφήρπασας.
Αλ. Νὴ τὸν Ποσειδῶ, καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.
Δη. Εἴπ’ ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;
Αλ. Τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ’ ἐμὸν.
Κλ. Εγὼ δ’ ἐκινδύνευσ’.
Αλ. ἐγὼ δ’ ὤπτησά γε.
Δη. Απιθ’, οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.
Κλ. Οἴμοι κακοδαίμων ὑπεραναιδευθήσομαι.
Αλ. Τί οὐ διακρίνεις δῆμ’ ὁπότερός ἐστι νῶϊν,
Ανὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;
Δη. Τῷ δῆτ’ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ,
Δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;
Αλ. Εγὼ φράσω σοι, τὴν ἐμὴν κίστην ἰών,
Σύλλαβε σιωπῇ, καὶ βασάνισον ἅττ’ ἔνι,
Καὶ τὴν Παφλαγόνος, κᾀμέλει κρινεῖς καλῶς.
Δη. Φέρ’ ἴδω, τί οὖν ἐστ’;
Αλ. ἀλλὰ γ’οὐχ ὁρᾷς κενήν,
Ω παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.
Δη. Αὕτη μὲν ἡ κίστη τὰ τοῦ δήμου φρονεῖ.
Αλ. Βάδιζέ γοῦν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.
Ορᾷς νυν;
Δη. οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα;
Οσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο.
Εμοὶ δ’ ἔδωκεν ἀποτεμὼν, τυννουτονὶ.
Αλ. Τοιαῦτα μέν τοι καὶ πρότερον ἐιργάζετο.
Σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν:
Αὐτὸς δ’ ἑαυτῷ παρετίθει τὰ μείζονα.
Δη. Ω μιαρὲ κλέπτων δή με ταῦτ’ ἐξηπάτας,
Εγὼ δέ τυ ἐστεφάνιξα κᾀδωρησάμαν.
Κλ. Εγὼ δ’ ἔκλεπτον ἐπ’ ἀγαθῶ γε τῇ πόλει;
Δη. Kατάθου ταχέως τὸν στέφανον, ἵν’ ἐγὼ τουτωΐ
Αὐτὸν περιθῶ.
Αλ. κατάθου ταχέως μαστιγία.
Κλ. Oὐ δῆτ’ ἐπεί μοι χρησμός ἐστι πυθικός,
Φράζων ὑφ’ οὗ δεῖ μ’ ἀνδρὸς ἡττᾶσθαι μόνου.
Αλ. Τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.
Κλ. Καὶ μήν σ’ ἐλέγξαι βούλομαι τεκμηρίῳ,
Εἴτι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.
Καί σου τοσοῦτο πρῶτον ἐκπειράσομαι:
Παῖς ὢν, ἐφοίτας εἰς τίνος διδασκάλου;
Αλ. Εν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.
Κλ. Πῶς εἶπας; ὥς μοὐ χρησμὸς ἅπτεται φρενῶν.
Εἶἑν, ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;
Αλ. Κλέπτων, ἐπιορκεῖν, καὶ βλέπειν ἐναντίον.
Κλ. Ω Φοῖβ’ Απολλον Λύκιε, τί ποτέ μ’ ἐργάσει;
Τέχνην δὲ τίνα ποτ’ εἶχες ἐξανδρούμενος;
Αλ. Ηλλαντοπώλουν.
Κλ. καὶ τί;
Αλ. καὶ βινεσκόμην.
Κλ. Οἴμοι κακοδαίμων, οὐκέτ’ οὐδέν εἰμ’ ἐγὼ.
Λεπτή τις ἐλπίς ἐστ’ ἐφ’ ἧς ὀχούμεθα:
Καί μοι τοσοῦτον εἰπὲ, πότερον ἐν ἀγορᾷ
Ηλλαντοπώλεις ἐτεὸν, ἤ ’πὶ ταῖς πύλαις;
Αλ. Επὶ ταῖς πύλαισιν οὗ τὸ τάριχος ὤνιον.
Κλ. Οἴμοι, πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
Κυλίνδετ’ εἴσω τόνδε τὸν δυσδαίμονα.
Ω στέφανε,χαίρων ἄπιθι, καὶ σ’ ἄκων ἐγὼ
Λείπω: σὲ δ’ ἄλλός τις λαβὼν κεκτήσεται,
Κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.
Αλ. Ελλάνιε Ζεῦ σὸν τὸ νικητήριον.
Χο. Ω χαῖρε, καλλίνικε, καὶ μέμνησ’ ὅτι
Ανὴρ γεγένησαι δι’ ἐμέ· καί σ’ αἰτῶ βραχὺ,
Οπως ἔσομαί σοι Φᾶνος, ὑπογραφεὺς δικῶν.
Δη. Eμοὶ δέ γ’ ὅ, τι σοι τοὔνομ’ εἴπ’.
Αλ. Ἀγοράκριτος:
Εν τῇ ἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.
Δη. Αγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,
Καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονὶ.
Αλ. Καὶ μὴν ἐγώ σ’ ὦ δῆμε θεραπεύσω καλῶς:
Ως θ’ ὁμολογεῖν σε, μηδέν’ ἀνθρώπων ἐμοῦ
Ιδεῖν ἀμείνω τῇ κεχηναίων πόλει.
ΩΔΗ ΚΑΙ ΣΤΡΟΦΗ.
Tί κάλλιον ἀρχομένοισιν, ἢ καταπαυομένοισιν,
H θοᾶν ἵππων ἐλατῆρας ἀείδειν:
Μηδὲν εἰς Λυσίστρατον
Μὴ δὲ Θούμαντιν τὸν ἀνέστιον αὖ,
Λυπεῖν ἑκούσῃ καρδίᾳ:
Kαὶ γὰρ οὗτοσὶ ὦ φίλ’ Απολλον
Πεινῇ, θαλεροῖς δακρύοις
Σᾶς ἁπτόμενος φαρέτρας
Πυθῶνι ἐν, διὰ τὸ κακῶς πένεσθαι.
Λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστ’ ἐπίφθονον:
Αλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται.
Εἰ μὲν οὖν ἅνθρωπος ὃν δεῖ πόλλ’ ἀκοῦσαι καὶ κακά,
Αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.
Νῦν δ’ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,
Οστις ἢ τὸ λευκὸν οἶδεν, ἢ τὸν ὄρθιον νόμον.
Εστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενὴς
Αριφράδης πονηρὸς, ἀλλὰ τοῦτο μὲν καὶ βούλεται.
Εστι δ’ οὐ μόνον πονηρὸς,ἀλλὰ καὶ προσεξηύρηκέ τι:
Tὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,
Eν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον,
Kαὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας,
Kαὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ:
Οστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται.
Οὔτέποτ’ ἐκ ταὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου.
ΣΤΡΟΦΗ.
Χο. Η πολλάκις ἐννυχίαισι φροντίσι συγγεγένημαι,
Καὶ διεζήτηχ’ ὁπόθεν ποτὲ φαύλως --- Εσθίει Κλεώνυμος.
Φασὶ γὰρ αὐτὸν ἐρεπτόμενον ----- Τὰ τῶν ἐχόντων ἀνέρων,
Οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης: Tοὺς δ’ ἀντιβολεῖν ἂνομοίως·
Ιθ’ ὦ ἄνα πρὸς γονάτων
Εξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.
Φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐις λόγον,
Καὶ μίαν λέξαι τιν’ αὐτῶν ἥτις ἦν γεραιτέρα,
Οὐ δὲ πυνθάνεσθε ταῦτ’ ὦ παρθένοι τὰ’ ν τῇ πόλει;
Φασὶν αἰτεῖσθαί τιν’ ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα,
Ανδρα μοχθηρὸν πολίτην, ὀξίνην ὑπέρβολον:
Ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετὸν.
Καί τιν’ εἰπεῖν, ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει
Αποτρόπαι’, οὐ δῆτ’ ἐμοῦ γ’ ἄρξει ποτ’, ἀλλ’ ἐάν με χρὴ
Υπὸ τερηδόνων σαπεῖσ’ ἐνταῦθα καταγηράσομαι:
Οὐδὲ Ναυφάντης γε τῆς ναύσωνος, οὐ δῆτ’ ὦ θεοὶ,
Εἴπερ ἐκ πεύκης γε κᾀγὼ καὶ ξύλων ἐπηγνύμην.
Εὶ δ’ ἀρέσκοι ταῦτ’ Ἀθηναίοις,καθῆσθαί μοι δοκῶ,
Εἰς τὸ Θησεῖον πλεούσας,ἢ ’πὶ τῶν Σεμνῶν θεῶν.
Οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει,
Αλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται.
Tὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.
Αλ. Eὐφημεῖν χρὴ,καὶ στόμα κλῄειν,καὶ μαρτυριῶν ἀπέχεσθαι,
Kαὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν:
Επὶ καιναῖσιν δ’ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.
Χο. Ω ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,
Τίν’ ἔχων φήμην ἀγαθὴν ἥκεις; ἐφ’ ὅτῳ κνισῶμεν ἀγυιάς;
Αλ. Tὸν δῆμον ἀφεψήσας ὑμῖν, καλὸν ἐξ αἰσχροῦ πεποίηκα.
Χο. Καὶ ποῦ ’στιν νῦν, ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;
Αλ. Εν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.
Χο. Πῶς ἂν ἴδοιμεν ποίαν ἔχει σκευήν καὶ ποῖος γεγένηται;
Αλ. Οἷός περ Ἀριστείδῃ πρότερον,καὶ Μιλτιάδῃ ξυνεσίτει.
Οψεσθε δὲ, καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων.
Αλλ’ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις,
Καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵν’ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.
Χο. Ω ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,
Δείξατε τὸν τῆς Ἑλλάδος ἡμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.
Αλ. Οδ’ ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,
Οὐ χοιρινῶν ὄζων, ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.
Χο. Χαῖῤ’ ὦ βασιλεῦ τῶν Ἑλλήνων, καί σοι ξυγχαίρομεν ἡμεῖς:
Τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ’ν Μαραθῶνι τροπαίου.
Δη. Ω φίλτατ’ ἀνδρῶν ἐλθὲ δεῦρ’, Ἀγοράκριτε:
Οσα με δέδρακας ἀγάθ’ ἀφεψήσας.
Αλ. ἐγὼ;
Αλλ’ ὦ μέλ’, οὐκ οἶσθ’ οἷος ἦσθ’ αὐτὸς πάρος,
Οὐδ’ οἷ’ ἔδρας: ἐμὲ γὰρ νομίζοις ἂν θεὸν
Δη. Τί δ’ ἔδρων; Κάτειπέ μοι πρὸ τοῦ ποῖός τις ἦ;
Αλ. Πρῶτον μὲν ὁπότ’ εἴποι τις ἐν τῇ’ κκλησίᾳ,
Ω δῆμ’, ἐραστής εἰμι σὸς φιλῶ τέ σε,
Καὶ κήδομαί σου,καὶ προβουλεύω μόνος:
Tούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,
Aνωρτάλιζες κᾀκερουτίας.
Δη. ἐγὼ;
Αλ. Εἶτ’ ἐξαπατήσας σ’ ἀντὶ τούτων ᾤχετο.
Δη. τί φῄς; τοιαῦτα μ’ ἔδρων, ἐγὼ δ’ οὐκ ᾐσθόμην;
Αλ. Τὰ δ’ ὦτά γ’ ἄν σου νὴ Δί’ ἐξεπετάννυτο
Ωσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.
Δη. Οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;
Αλ. Καὶ νὴ Δία γ’ ἐι δύο λεγοίτην ῥήτορε,
Ο μὲν ποιεῖσθαι ναῦς μακράς, ὁ δ’ ἕτερος αὖ
Καταμισθοφορῆσαι: τοῦτον ὁ τὸν μισθὸν λέγων,
Τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.
Οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;
Δη. Αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.
Αλ. Αλλ’ οὐ σὺ τούτων αἴτιος,μὴ φροντίσῃς,
Αλλ’ οἵ σε ταῦτ’ ἐξηπάτων:νῦν δὲ φράσον,
Εάν τις εἴπῃ βωμολόχος ξυνήγορος,
Οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,
Εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην,
Τοῦτον τί δράσεις, εἰπὲ τὸν ξυνήγορον.
Δη. Αρας μετέωρον, ἐις τὸ βάραθρον ἐμβαλῶ,
Εκ τοῦ λάρυγγος ἐκκρεμάσας ὑπέρβολον.
Αλ. Τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις:
Tὰ δ’ ἄλλα φέρ’ ἴδω, πῶς πολιτεύσει, φράσον.
Δη. Pρῶτον μὲν , ὁπόσοι ναῦς ἐλαύνουσιν μακρὰς,
Καταγομένοις τὸν μισθὸν ἀποδώσω ’ντελῆ.
Αλ. Πολλοῖς γ’ ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.
Δη. Επειθ’ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ,
Οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,
Aλλ’ οὗπερ ἦν τὸ πρῶτον, ἐγγεγράψεται.
Αλ. Tοῦτ’ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.
Δη. Oὐδ’ ἀγοράσει γ’ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.
Αλ. Ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων,
Τὰ μειράκια ταυτὶ λέγω τὰ ’ν τῷ μύρῳ,
Α στωμύλλεται τοιαδὶ, καθήμενα.
Σοφός γ’ ὁ Φαίαξ, δεξιῶς τ’ οὐκ ἀπέθανε:
Συνερτικὸς γάρ ἐστι καὶ περαντικὸς,
Καὶ γνωμοτυπικὸς, καὶ σαφὴς καὶ κρουστικὸς,
Καταληπτικός τ’ ἄριστα τοῦ θορυβητικοῦ.
Αλ. Οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;
Δη. Μὰ Δί’, ἀλλ’ ἀναγκάσω κυνηγετεῖν ἐγὼ
Τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.
Αλ. Εχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,
Καὶ παῖδ’ ἐνόρχην, ὃς περιοίσει τόνδε σοι:
Κᾄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.
Δη. Μακάριος ἐς τἂ ’ρχαῖα δὴ καθίσταμαι.
Αλ. Φήσεις γ’, ἐπειδὰν τὰς τριακοντούτιδας
Σπονδὰς παραδῶ σοι: δεῦρ’ ἴθ’ αἱ σπονδαὶ ταχὺ.
Δη. Ω Ζεῦ πολυτίμηθ’ ὡς καλαί; πρὸς τῶν θεῶν
Eξεστιν αὐτῶν κατατριακοντουτίσαι;
Πῶς ἔλαβες αὐτὰς ἐτεὸν;
Αλ. οὐ γὰρ ὁ Παφλαγών
Απέκρυπτε ταύτας ἔνδον ἵνα σὺ μὴ λάβῃς ;
Νῦν οὖν ἐγώ σοι παραδίδωμ’ ἐις τοὺς ἀγροὺς
Αὐτὰς ἰέναι λαβόντα.
Δη. τὸν δὲ Παφλαγόνα,
Ος ταῦτ’ ἔδρασεν εἴφ’ ὅ,τι ποιήσεις κακὸν.
Αλ. Οὐδὲν μέγ’ ἀλλ’ ἢ τὴν ἐμὴν ἕξει τέχνην,
Επὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,
Tὰ κύνεια μιγνὺς τοῖς ὀνείοις τρώγμασιν,
Μεθύων τε ταῖς πόρναισι λοιδορήσεται,
Κᾀκ τῶν βαλανείων αὐτὸ λοῦτρον πίεται.
Δη. Εὖγ’ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος
Πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,
Καὶ σ’ ἀντὶ τούτων εἰς τὸ Πρυτανεῖον καλῶ,
Ες τὴν ἕδραν θ’ἵν’ ἐκεῖνος ἧσθ’ ὁ φαρμακὸς.
Επου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα.
Κᾀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
Ιν’ ἴδωσιν αὐτὸν ὅυς ἐλωβᾶθ’, οἱ ξένοι.
ΤΕΛΟΣ.