Eur.0004_SD

Document TypeSemi-diplomatic
CodeEur.0004
PrinterJohn Day
Typeprint
Year1575
PlaceLondon
Other editions:
  • diplomatic
  • modernised

ΕΥΡΙΠΙΔΟΥ ΤΡΩΑΔΕΣ.EVRIPIDISTroades. LONDINIApud IoannemDayum1575.Cum gratia &priuilegio.


ΥΠΟΘΕΣΙΣΤΡΩΑΔΩΝ.

Μετὰτοῦ Ιλίου πόρθησιν, ἔδοξεν Αθηνᾷ τεκαὶ Ποσειδῶνιτὲ τῶν Αχαιῶν στράτεθμα διαφθεῖραι.τοῦ μὲν ἐυνοῦντος τῇ πόλει, διὰ τὴνκτισιν. τῆς δὲ μισησάσης τοὺς ῞Ελληνας,διὰ τοῦ Αἴαντος εἰς Κασάνδραν ὕβριν.οἱ δὲ Ελλήνες ἐκληρώσαντο τὰςαἰχμαλωτίδας τῶν γυναικῶν. τοῖςγὰρ ἐν ἀξιώμασιν ἔδωκαν, ᾽Αγαμέμνονιμὲν Κασάνδραν, Ανδρομάχην δὲ Νεοπτολέμῳ,Πολυξένην δὲ, τῷ Αχιλλεῖ. τάυτην μὲνοὖν ἐπὶ τοῦ τάφου αὐτοῦ ἔσφαξαν.Αστυάνακτα δὲ ἀπὸ τῶν τειχῶν ἔρριψαν.῾Ελένην δὲ, ὡς ἀποκτενῶν Μενέλεωςἤγαγεν. ᾽Αγαμέμνων δὲ τὴν χρυσμῳδὸνἐνυμφαγώγησεν. ῾Εκάβη δὲ τῆς μὲν῾Ελένης κατηγορήσασα, τοὺς ἀναιρεθένταςδὲ κατοδυρομένητε, καὶ θρηνήσασα, καὶ κηδεύσασα, πρὸςτὰ τοῦ Οδυσσέως ἤχθη σκηνάς, τούτῳλατρεύειν δοθεῖσα.


ΤΑΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΟΠΑ.

Ποσειδῶν.

᾽Αθηνᾶ.

῾Εκάβη.

Χορὸςαἰχμαλωτίδων Τρῳάδων.

Ταλθύβιος.

Κασάνδρα.

᾽Ανδρομάχη.

Μενέλαος.

῾Ελένη.

Προλογίζειδὲ ὁ Ποσειδῶν.


ΕΥΡΙΠΙΔΟΥΤΡΩΑΔΕΣ.


κωλιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος

πόντουΠοσειδῶν, ἔνθα Νηρῄδων χορος

κάλλιστονἴχνος ἐξελίσσουσιν ποδός.

ἐξοὗ γὰρ ἀμφὶ τήνδε Τρωϊκὴν χθόνα

φοῖβόςτε κἀγὼ λαΐνουςπύργους πέριξ

ὀρθοῖσινἔθεμεν κανόσιν, οὔποτ᾿ ἐκ φρενῶν

εὔνοι᾿ἀπέστη τῶν ἐμῶν φρυγῶν πόλει,

ἣνῦν καπνοῦται, καὶ πρὸς Ἀργείου δορὸς

ὄλωλεπορθηθεῖσ᾿. ὁ γὰρ παρνάσιος

φωκεὺς᾽Επειὸς μηχαναῖσι Παλλάδος

ἐγκύμον᾿ἵππον τευχέων συναρμόσας,

πύργωνἔπεμψεν ἐντὸς ὀλέθριον βάρος.

ὅθενπρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται

δούρειοςἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ,

ἔρημαδ᾿ ἄλση καὶ θεῶν ἀνάκτορα

φόνῳκαταρρεῖ. πρὸς δὲ κρηπίδων βάθροις

πέπτωκεΠρίαμος Ζηνὸς ἑρκείου θανών.

πολὺςδὲ χρυσὸς φρύγιά τε σκυλεύματα

πρὸςναῦς ᾽Αχαιῶν πέμπεται. μένουσι δὲ

πρύμνηθενοὖρον, ὡς δεκασπόρῳ χρόνῳ

ἀλόχουςτε, καὶ τέκν᾿ εἰσίδωσιν ἄσμενοι,

οἳτήνδ᾿ ἐπεστράτευσαν Ἕλληνες πόλιν.

ἐγὼδέ (νικῶμαι γὰρ ἀργείας θεοῦ

ἭραςἈθάνας θ᾿, αἳ συνεξεῖλον φρύγας)

λείπωτὸ κλεινὸν Ἴλιον, βωμόυς τ᾿ ἐμόυς.

Eρημίαγὰρ πόλιν ὅταν λάβηκακή,

Νοσεῖτὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.

πολλοῖςδὲ κωκυτοῖσιν αἰχμαλωτίδων

βοᾷσκάμανδρος, δεσπότας κληρουμένων.

καὶτὰς μὲν ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς

εἴληχ᾿Ἀθηναίων τε Θησεῖδαι πρόμοι

ὅσαιδ᾿ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις

ταῖσδ᾿εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι

στρατοῦ.σναὐταῖς ἡ λάκαινα τυνδαρὶς

῾Ελένη,κομϊσθεῖσ᾿ αἰχμάλωτος ἐνδίκως.

τὴνδ᾿ ἀθλίαν τήνδ᾿ εἴ τις εἰσορᾶνθέλει,

πάρεστιν῾Εκάβη κειμένη πυλῶν πάρος,

δάκρυχέουσαπολλὰ καὶ πολλῶν ὕπερ.

ᾗπαῖς μὲν ἀμφὶ μνῆμ᾿ Ἀχιλλείου τάφου,

οἰκτρὰτέθνηκε τλημόνως Πολυξένη.

φροῦδοςδὲ Πρίαμος, καὶ τέκν᾿. ἣν δὲ πάροιθεν

μεθῆκ᾿Ἀπόλλων δρομάδα Κασάνδραν, ἄναξ,

τὸτοῦ θεοῦ τε παραλιπὼν τό τ᾿ εὐσεβὲς

γαμεῖβιαίως σκότιον Ἀγαμέμνων λέχος.

ἀλλ᾿ὦ ποτ᾿ εὐτυχοῦσα χαῖρέ μοι πόλις.

ξεστόντε πύργωμ᾿, εἴ σε μὴ διώλεσεν

ΠαλλὰςΔιὸς παῖς, ἦσθ᾿ ἂν ἐν βάθροις ἔτι.


ἀθη

ἔξεστιτὸν γένει μὲν ἄγχιστον πατρὸς,

μέγανδὲ δαίμον᾿, ἐν θεοῖς τε τίμιον,

λύσασανἔχθραν τὴν πάρος, προσεννέπειν;


πο

ἔξεστιν.Αἱ γὰρ συγγενεῖς ὁμιλίαι.

῎Ανασσ᾿Ἀθάνα, φίλτρον οὐ μικρὸν φρενῶν.


θη

Επῄνεσ᾿ὀργὰς ἠπίους. φέρω δὲ σοὶ

κοινοὺςἐμαυτῇ τ᾿ εἰς μέσον λόγους, ἄναξ.


πο

μῶνἐκ θεῶν του, κοινὸν ἀγγέλλεις ἔπος,

ἢΖηνὸς, ἢ καὶ δαιμόνων τινὸς πάρα,


θη

οὔκ,ἀλλὰ Τροίας οὕνεκ᾿, ἔνθα βαίνομεν,

πρὸςσὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.


πο

οὔπού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα,νῦν

εἰςοἶκτον ἦλθες πυρὶ κατηθαλωμένης;


θη

ἐκεῖσεπρῶτ᾿ ἄνελθε. κοινώσῃ λόγους,

καὶσυνπονήσεις, ἃν ἐγὼ πρᾶξαι θέλω;


πο

μάλιστ᾿.ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν,

πότερονἈχαιῶν ὅυνεκ᾿ ἦλθες, ἢ φρυγῶν;


θη

τοὺςμὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναιθέλω,

στρατῷδ᾿ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.


πο

τίδ᾿ὧδε πηδᾷς ἄλλοτ᾿ εἰς ἄλλους τρόπους,

μισεῖςτε λίαν καὶ φιλεῖς, ὃν ἂν τύχῃ;


θη

οὐκοἶσθ᾿ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;


πο

οἶδ᾿·ἡνίκ᾿ Αἴας εἷλκε Κασάνδραν βίᾳ.


θη

κοὐδένγ᾿ Ἀχαιῶν ἔπαθεν, οὐδ᾿ ἤκουσ᾿ ὕπο.


πο

καὶμὴν ἔπερσάν τ᾿ ᾽Ιλιον τῷ σῷ σθένει.


θη

τοιγάρσφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.


πο

ἕτοιμ᾿ἃ βούλει τἀπ᾿ ἐμοῦ. δράσεις δὲ τί;


θη

δύσνοστοναὐτοῖς νόστον ἐμβαλεῖν θέλω.


πο

ἐνγῇ μενόντων, ἢ καθ᾿ ἁλμυρὰν ἅλα;


θη

ὅτανπρὸς οἴκους ναυστολῶσ᾿ ἀπ᾿ Ιλίου.

καὶΖεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον

πέμψε,γνοφώδη τ᾿ αἰθέρος φυσήματα,

ἐμοὶδὲ δώσειν φησὶ πῦρ κεραύνιον,

βάλλεινAχαιοὺς, νυςτε πιμπράναι πυρί.

σὺδ᾿ αὖτὸ σὸν παράσχες. Αἰγαῖον πὸρον

τρικυμίαιςβρέμοντα, καὶ δίναις ἁλός.

πλῆσονδὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,

ὡςἂν τὸ λοιπὸν τἄμ᾿ ἀνάκτοῤ ἐυσεβεῖν

εἰδῶσ᾿Ἀχαιοὶ, θεούς τε τοὺς ἄλλους σέβειν.

ἔσταιτάδ᾿ ἡ χάρις γὰρ οὐ μακρῶν λόγων


πο

δεῖται.ταράξω πέλαγος Αἰγαίας ἁλός.

ἀκταὶδὲ Μυκόνου Δήλιοί τε χοιράδες

Σκῦρόςτε. Λῆμνός θ᾿, αἱ Καφήρειοί τ᾿ ἄκραι

πολλῶνθανόντων σώμαθ᾿ ἕξουσιν νεκρῶν.

ἀλλ᾿ἕρπ᾿ Ολυμπον, καὶ κεραυνίους βολὰς

λαβοῦσαπατρὸς ἐκ χερῶν, καραδόκει,

ὅτανστράτευμ᾿ Αργεῖον ἐξιῇ κάλως.

Μῶροςδὲ, θνητῶν ὅστις ἐκπορθεῖ πόλεις,

Ναοὺςτε, τύμβους τ᾿, ἱερὰ τῶν κεκμηκότων,

Ερημΐᾳδοὺς αὐτὸς ὤλεθ᾿ ὕστερον.


χο

ἄνα,δύσδαιμων,πεδόθεν κεφαλὴν

ἐπάειρεδέρην. οὐκέτι Τροία

τάδε,καὶ βασιλεῖς ἐσμεν Τροίας.

μεταβαλλομένουδαίμονος ἄνέχου.

πλεῖκατὰ πορθμὸν, πλεῖ κατὰ δαίμονα,

μὴδὲ προσίστῃ πρῷραν βιότου,

πρὸςκῦμα πλέουσα τύχαισιν.


ἑκά

αἶ,αἶ, αἶ, αἶ.

τίγὰρ οὐ πάρα μοι μελέα στενάχειν,

ᾗπατρὶς ἔρρει, καὶ τέκνα, καὶ πόσις,

ᾧπολὺς ὄγκος συστελλόμενος

προγόνων,ὡς οὐδὲν ἦθ᾿ἄρα.

τίμε χρὴ σιγᾶν;τί δὲ μὴ σιγᾶν;

τίδὲ θρηνῆσαι; δύστηνος ἐγὼ τῆςβαρυδαίμονος

ἄρθρωνκλίσιως,ὡς διάκειμαι,

νῦντ᾿ἐν στέρροῖς λέκτροισι ταθεῖσ᾿.

οἴμοικεφαλῆς, οἴμοι κροτάφων,

πλευρῶνθ᾿ ὥς μοι πόθος ἑιλίξαι,

καὶδιαδοῦναι νῶτον, ἄκανθάν

τ᾿εἰς ἀμφοτέρους τοίχους μελέων,

ἐπὶτοὺςαἰεὶ δακρύων ἐλέγχους.

μοῦσαδὲχἁυτὴτοῖςδυστήνοις

ἄταςκελαδεῖν ἀχορεύτους.

πρῷραιναῶν, ὠκείαις

Ἴλιονἱερὰν αἳ κώπαις

δι᾿ἅλαπορφυροειδέα, καὶ

λιμέναςΕλλάδος εὐόρμους

αὐλῶνπαιᾶνι στυγνῷ,

συρίγγωντ᾿ εὐφθόγγων φωνᾷ

βαίνουσαιπλεκτάς, Αἰγύπτου

παιδείανἐξηρτήσασθ᾽.

αἶ,αἶ. Τροίας ἐν κόλποις,

-τὰνΜενελάου μετανισσόμεναι

στυγνὰνἄλοχον, Κάστορι λώβαν,

τῷτ᾿ Εὐρώτᾳ δύσκλειαν, ἃ σφάζει μὲν

τὸνπεντήκοντ᾿ ἀροτῆρα τέκνων,

Πρίαμον,ἐμέ τε μελέαν Ἑκάβην

ἐςτάνδ᾿ ἐξώκειλ᾿ ἄταν.

ὤμοιθάκους, οὗς θάσω,

σκηναῖς,ἐφέδρους ἀγαμεμνονείαις.

δόυλαδ᾿ ἄγομαι γραῦς ἐξ οἴκων

κουρᾷξυρηκεῖ πενθήρει

κρᾶτ᾿ἐκπορθηθεῖσ᾿ οἰκτρῶς.

ἀλλ᾿ὦ τῶν χαλκεγχέων Τρώων

ἄλοχοιμέλεαι, καὶ κοῦραι δύσνυμφοι,

τύφεταιἼλιον. αἰάζωμεν.

μάτηρδ᾿ ὡσ τις πτανοῖς κλαγγᾶν

ὄρνισινὅπως ἐξάρξω ᾿γὼ

μολπὰν,οὐ τὰν αὐτὰν οἵαν ποτὲ δὴ

σκήπτρῳΠριάμου διερειδομένα

ποδὸςἀρχεχόρου πλαγαῖς φρυγίαις

εὐκόμποιςἐξῆρχον θεούς.


χο

Εκάβα,τί θροεῖς; τί θροεῖς; τί δὲ θωΰσσεις;

διὰγὰρ μελάθρων, τοὺς, οὓς οἰκτίζῃ.

διὰδὲ στέρνων φόβος ἄϊσσει

Τρωάσιν,αἳ τῶνδ᾿ οἴκων εἴσω

δουλείαναἰάζουσιν.


ἑκά

ὦτέκν᾿, Ἀργείων πρὸς ναῦς ἤ

δηκινεῖται κωπήρης χείρ.

οἲ’γὼτλάμων,τί θέλουσ᾿;ἦπουδήμετάλαιναν

ναυσθλώσουσινπατρίας ἀπὸ γᾶς;


χο

οὐκοἶδ᾿, εἰκάζω δ᾿ ἄταν.

ἰὼἰώ. μέλεαι, μόχθων ἐπακουσόμεθα,

Τρῳάδες,ἐξο κομίσασθ᾿ οἴκων.

στέλλουσ᾿Ἀργεῖοι νόστον.


ἑκά

ἒ,ἔ. μή νύν μοι τὰν βακχεύουσαν

Κασάνδρανπέμψατ᾿ἔξω,

αἰσχύνηνἈργείοισιν μαινάδ᾿. ἐπ᾿ ἄλγεσι δ᾿ἀλγυνθῶ.

ἰώ.Τροία Τροία δύσταν᾿, ἔρρεις.

δύστανοιδ᾿ οἵ σὲ λίποντες

καὶζῶντες καὶ δμαθέντες.


χο

οἴμοι.τρομερὰ σκηνὰς ἔλιπον

τάσδ᾿Ἀγαμέμνονος ἐπακουσομένα,

βασίλειασέθεν, μή με κτείνειν

δόξ᾿Ἀργείων κεῖται μελέαν.

ἢκατὰ πρύμνας ἤδη ναῦται

στέλλονταικινεῖν κώπας.


ἑκά

ὦτέκνον, ὀρθρεύουσαν ψυχὰν

ἐκπληχθεῖσ᾿ἦλθον φρίκᾳ.

ἤδητις ἔβα Δαναῶν κῆρυξ,

τῷ,πρόσκειμαι δούλα τλάμων.


χο

ἐγγύςπου κεῖσαι κλήρου.


Εκά.

ἰὼ,ἰώ.


χο

τίςμ᾿ Ἀργείων ἢ φθιωτᾶν

ἢνησαίας ἕξει χώραν

δύστανονπόρρω Τροίας. φεῦ, φεῦ.


ἑκά

τῷ,δ᾿ ἁ τλάμων, ποῦ ποῦ γαίας

δουλεύσωγραῦς, ὡς κηφήν, ἁ

δειλαίανεκροῦ μορφᾷ,

νεκύωνἀμενηνὰ παρὰ προθύροις,

ἢπαίδων θρέπτειρας

ἀρχαγοὺςεἶχον τιμάς.


χο

αἶ,αἶ. ποίοισιν δ᾿ οἴκτοις

τὰνσὰν λύμαν ἐξετάσεις;


ἑκά

οὐκἰδαίοις ἱστοῖς κερκίδα

δινεύουσ᾿ἐξαλλάξω,

νέατοι τεκέων σώματα λεύσσω,

νέατοι μόχθους ἕξω κρείσσους,

ἢλέκτροις πλαθεῖσ᾿ ῾Ελλάνων.

ἔρροινύξ αὐτὰ, καὶ δαίμων,

ἢπειρήνας ὑδρευομένα,

πρόσπολοςοἰκτρὰ

τῶνσεμνῶν ὑδάτων ἔσομαι.


χο

τὰνκλεινὰν εἶθ᾿ ἔλθοιμεν

Θησέωςεὐδαίμονα χώραν.


ἑκά

μὴδἐν δίνᾳ γ᾿ Εὐρώτα

τάνἐχθίσταν θεράπναν ῾Ελένας,

ἔνθ᾿ἀντάσω Μενέλᾳ δούλαν,

τῷτᾶς Τροίας πορθητᾷ.

τὰνΠηνειοῦ σεμνὰν χώραν,

κρηπῖδ᾿ὀλύμπου καλλίσταν

ὄλβῳβρίθειν φάμαν ἤκου-

σ᾿εὐδαλεῖ τ᾿ εὐκαρπίᾳ.

τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰν

Θησέωςζαθέαν χώραν,

καὶτὰν αἰτναίαν Ηφαίστου

φοινίκαςἀντήρη χώραν,

Σικελῶνὀρέων ματέρ᾿ ἀκούω

καρύσσεσθαι,στεφάνοιςτ’ἀρετάς,

τάντ᾿ ἀγχιστεύουσαν γᾶν

᾽Ιονίῳναύται πόντῳ,

ἃνὑδραίνει καλλιστεύων

ὁξανθὰν χαίταν πυρσεύων

Κράνθις,ζαθέαις πηγαῖσι τρέφων.

εὔανδρόντ᾿ ὀλβίζων γᾶν.


χο

καὶμὴν Δαναῶν ὅδ᾿ ἀπὸ στρατιᾶς

κῆρυξ,νεοχμῶν μύθων ταμΐας,

ἐξανύων.

δοῦλαιγὰρ δὴ

χθονὸςἤδη.


ταλ

῾Εκάβη,πυκνὰς γὰρ οἶσθά μ᾿ ἐς Τροίαν ὁδοὺς

ἐλθόντακήρυκ᾿ ἐξ Ἀχαιϊκοῦ στρατοῦ,

ἐγνωσμένωςδὲ καὶ πάροιθέ σοι, γύναι,

Ταλθύβιοςἥκω, κοινὸν ἀγγελῶν λόγον.


ἑκά

τόδετόδε φίλαι Τρῳάδες, ὁ φόβος ἦν μοιπάλαι.


ταλ

ἤδηκεκλήρωσθ᾿, εἰ τόδ᾿ ἦν ὑμῖν φόβος.


ἑκά

αἶ,αἶ. τίνα γΘεσσαλίας πόλιν, ἢ φθιάδως

εἶπαςγΚαδμείας χθονός;


ταλ

κατ᾿ἄνδρ, ἑκάστη, κοὐχ ὁμοῦ λελόγχατε.


ἑκά

τίν᾿ἄρα, τίν᾿ ἔλαχον; τίνα πότμος ἐυτυχὴς,

τῶνΙλιάδων μενεῖ;


ταλ

οἶδ᾿.ἀλλ᾿ ἕκαστα πυνθάνου, μὴ πάνθ᾿ ὁμοῦ.


ἑκά

τοὐμὸνδὲτίς ἆρ᾿ ἔλαχε τέκος,

ἔννεπε,τλάμονα Κασάνδραν;


ταλ

ἐξαίρετόννιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.


ἑκά

ἦτᾷ λακεδαιμονίᾳ νύμφᾳ δούλαν;

ἰώμοι μοι.


ταλ

ὄυκ,ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.


ἑκά

ἦτὰν φοίβου παρθένον, ᾇ γέρας ὁχρυσοκόμας

δῶκεν,ἄλεκτρον ζωάν;


ταλ

ἔρωςἐτόξευσ᾿ αὐτὸν ἐνθέου κόρης.


ἑκά

ῥίπτετέκνον ζαθέους

κληΐδας,κᾴπό χροὸς

ἐνδυτῶνστεφέων ἱεροὺς στολμούς.


ταλ

οὐγὰρ μέγ᾿ αὐτῇ βασιλικῶν λέκτρωντυχεῖν;


ἑκά

τίδ᾿ ὃ νεοχμὸν ἀπ᾿ ἐμέθεν

ἐλάβετε;τέκος ποῦ μοι;


ταλ

Πολυξένηνἔλεξας, ἢ τίν᾿ ἱστορεῖς;


ἑκά

ταύταν,καὶ πάλος ἔζευξεν;


ταλ

τύμβῳτέτακται προσπολεῖν ᾽Αχιλλέως.


ἑκά

ὤμοι ἐγὼ. τάφῳ πρόσπολον ἐτεκόμαν;

ἀτὰρτις ὅδ᾿ ἦν νόμος, ἢ

τίθέσμιον, ὦ φίλος, Ελλάνων;


ταλ

εὐδαιμόνιζεπαῖδα σήν. ἔχει καλῶς.


ἑκά

τίτόδ᾿ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει;


ταλ

ἔχειπότμος νιν, ὥστ᾿ ἀπηλλάχθαι κακῶν.


ἑκά

τίδ᾿ ἡ τοῦ χαλκεομΐτορος

῞Εκτοροςδάμαρ ᾽Ανδρομάχη τάλαινα,

τίν᾿ἔχει τύχαν;


ταλ

καὶτήνδ᾿ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.


ἑκά

ἐγὼδὲ, τῷ πρόσπολος, ἁ φοιτοβάμονος

χερὶδευομένα βάκτρου

γεραιὸνκάρα;


ταλ

᾽Ιθάκης᾽Οδυσσεὺς ἔλαχ᾿ ἄναξ δούλην σ᾿ἔχειν.


ἑκά

ἒ,ἔ, ἄρασσε κρᾶτα κούριμον.

ἕλκ᾿ὀνύχεσσι δίπτυχον παρειάν.

ἰώμοι μοι. μυσαρῷ, δολίῳ τε λέλογχα

φωτὶδουλεύειν

πολεμίῳδίκας,



παρανόμῳδάκει,

ὃςπάντα τἀκεῖθεν ἐνθάδ᾿ ἀντίπαλ᾿,αὖθις

ἐκεῖσεδιπτύχῳ γλώσσᾳ.

φίλατὰ πρότερα φίλα

τιθέμενοςπάντων.

γοᾶσθ᾿,ὦ Τρῳάδες, με.

βέβακαδύσποτμος, οἴχομαι

ἁτάλαιν,δυστυχεστάτῳ προσέπεσα κλήρῳ.


χο

τὸμὲν σὸν οἶσθα, πότνα. τὰς δ᾿ ἐμὰςτύχας

τίςἆρ᾿ Αχαιῶν, ἢ τίς Ελλήνων ἔχει;


ταλ

ἴτ᾿.ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν,

ὅσοντάχιστα δμῶες, ὡς στρατηλάτῃ

εἰςχεῖρα δούς νιν. εἶτα τὰς εἰληγμένας,

καὶτοῖσιν ἄλλοις αἰχμαλώτιδων λέγω.

ἔα,τί πεύκης ἔνδον αἴθεται σέλας;

πιμπρᾶσιν,ἢ τί δρῶσι, Τρῳάδες μυχούς;

ὡςἐξάγεσθαι τῆσ δε μέλλουσαι χθονὸς,

πρὸςἌργος, αὑτῶν τ᾿ ἐκπυροῦσι σώματα

ανεῖνθέλουσαι; κάρτα τοὐλεύθερον

ἐντοῖς τοιούτοις δυσλόφως φέρει κακά.

ἄνοιγ᾿ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον,

ἐχθρὸνδ᾿ ἀχαιοῖς εἰς ἔμ᾿ αἰτίαν βάλῃ.


ἑκά

οὐκἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ

μαινὰςθοάζει δεῦρο Κασάνδρα δρόμῳ.


κα

ἄνεχε.πάρεχε, φῶς

φέρω,σέβω, φλέγω

λαμπάσιτόδ᾿ ἱερόν.

ὦὑμέν αἰ ἄναξ,

ἰδοὺἰδού. μακάριος ὁ γαμέτας,

μακαρίαδ᾿ ἐγὼ κατ᾿ ῎Αργος ἐγαμουμένα.

ὑμὴν,ὑμὴν ἀι ἄναξ.

ἐπεὶσὺ· μᾶτερ, ἐπὶ δάκρυσι καὶ

γόοισιτὸν θανόντα

πατέρα,πατρίδα τε

φίλανκαταστένουσ᾿ ἔχεις,

ἐγὼδ᾿ ἐπὶ γάμοις ἐμοῖς

ἀναφλέγωπυρὸς φῶς

ἐςαὐγάν, εἰς αἴγλαν.

ὦὑμέναιε, σοί παρθένων ἐπὶ λέκτροις

διδοῦσ᾿,ὦ Εκάτα, φάος

παρθένωνἐπὶ λέκτροις, ᾇ νόμος ἔχει

πάλλεπόδ᾿ αἰθέριον.

ἄναγεχορόν, εὐᾶν ἐυοῖ,

ὡςἐπὶ πατρὸς ἐμοῦ μακαριωτάταις τύχαις

ὁχορὸς ὅσιος. ἄγε σὺ φοῖβέ νῦν

κατὰσὸν ἐν δάφναις

ἀνάκτορονθυηπολῶ.

ὑμὴν,ὦ ὑμὴν, ὑμὴν.

χόρευε,μᾶτερ, χόρεὐ. ἄναγε, πόδα σὸν.

ἕλισσετᾷδ᾿ ἐκεῖσε μετ᾿ ἐμέθεν ποδῶν,

φέρουσαφιλτάταν βάσιν.

βόασατ᾿ εὖ τον ὑμέναιον, ὦ

μακαρίαιςἀοιδαῖς

ἰαχαῖςτε νύμφαν.

ἴτ᾿,ὦ καλλίπεπλοι φρυγῶν

κόραι.μέλπετ᾿ ἐμῶν γάμον,

τὸνπεπρωμένον εὐνᾷ, πόσιν ἐμέθεν.


χο 

βασίλεια,βακχεύουσαν οὐ λήψῃ κόρην,

μὴκοῦφον ἄρῃ βῆμ᾿ ἐς Ἀργείων στρατόν;


ἑκά

῞Ηφαιστε,δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,

ἀτὰρπικράν γε τήνδ᾿ ἀναιθύσσεις φλόγα,

ἔξωτε μεγάλων ἐλπίδων. οἴ μοι, τέκνον,

ὡςοὐχ ὑπ᾿ αἰχμῆς, οὐδ᾿ ὑπ᾿ ργείουδορὸς,

γάμουςγαμεῖσθαι τούσδ᾿ ἐδόξαζον ποτέ.

παράδοςἐμοὶ φῶς. οὐ γὰρ ὀρθὰ πυρφορεῖς

μαινὰςθοάζουσ᾿, οὐδέ σ᾿ αἱ τύχαι τέκνον

ἑσεσωφρόνηκας,ἀλλ᾿ ἔτ᾿ ἐν ταὐτῷ μένεις.

ἐσφέρετεπεύκας, δάκρυά τ᾿ ἀνταλλάσσατε

τοῖςτησδὲ μέλεσι, Τρῳάδες γαμηλίοις.


κα

μᾶτερ,πύκαζε κρᾶτ᾿ ἐμὸν νικηφόρον,

καὶχαῖρε, τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις,

καὶπέμπέ τε. κᾂν μὴ τἀμά σοι πρόθυμά γ᾿ᾖ,

ὤθειβιαίως. οὐ γὰρ ἔστι Λοξίας.

Ελένηςγαμεῖ με δυσυχερέστερον γάμον,

ὁτῶν ᾽Αχαιῶν κλεινὸς ᾽Αγαμέμνων ἄναξ.

κτενῶγὰρ αὐτὸν, κᾂν τιπορθήσω δόμους,

ποινὰςἀδελφῶν καὶ πατρὸς λαβοῦσ᾿ ἐμοῦ.

ἀλλάτ᾿ ἐάσω. πέλεκυν οὐχ ὑμνήσομαι,

ὃςεἰς τράχηλον τὸν ἐμόν εἰσι, χ᾿ἁτέρων.

μητροκτόνουςτ᾿ ἀγῶνας, ὅυς ὁυ᾿ μοὶ γάμοι

θήσουσιν,οἴκων τ᾿ Ατρέως ἀνάστασιν.

πόλιντε δείξω τήνδε μακαριωτέραν

ἢτοὺς Αχαιὸυς, στήσομαι βακχευμάτων,

οἳδιὰ μίαν γυναῖκα, καὶ μίαν πόλιν

θηρῶντεςΕλένην, μυρίους ἀπώλεσαν.

ὁδὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ,

τὰφίλτατ᾿ ὤλεσ᾿, ἡδονὰς τὰς οἴκοθεν

τέκνωνἀδελφῷ δὸυς γυναικὸς ὅυνεκα.

καὶταῦθ᾿ ἑκούσης, κοὐ βίᾳ λελῃσμένης.

ἐπεὶδ᾿ ἐπ᾿ ἀκτὰς ἤλυθον Σκαμανδρίους,

ἔθνῃσκον,οὐγῆς ὅρἰ ἀποστερούμενοι,

οὐδ᾿ὑψιπύργον πατρίδος. οὕς δ᾿ Ἄρης ἕλοι,

οὐπαῖδες εἶδον, οὐ δάμαρτος ἐν χεροῖν

πέπλοιςσυνεστάλησαν, ἐν ξένῃ δὲ γῇ

κεῖνται.τὰ δ᾿ οἴκοι τοῖσδ᾿ ὅμοι᾿ ἐγίνετο.

χῆραίτ᾿ ἔθνῃσκον. οἵδ᾿ ἄπαιδες ἐν δόμοις,

ἄλλωςτέκν᾿ ἐκθρέψαντες. οὐδὲ πρὸς τάφοις

ἔσθ᾿ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται,

ἦτοῦδ᾿ ἐπαίνου τὸ στράτευμ᾿ ἐπάξιον.

Σιγᾶνἄμεινον τἀσχρά μὴ δὲ μοῦσά μοι

Γένοιτ᾿ἀοιδὸς ἥ τις ὑμνήσει κακά.

Τρῶεςδὲ πρῶτον μὲν τὸ κάλλιστον κλέος,

ὑπὲρπάτρας ἔθνῃσκον. ὃυς δ᾿ ἕλοι δόρυ,

νεκροίγ᾿ ἐς οἴκους φερόμενοι φίλων ὕπο

ἐνγῇ πατρῴᾳ περιβολὰς εἶχον χθονὸς,

χερσὶνπερισταλέντες, ὧν ἐχρῆν ὕπο.

ὅσοιδὲ μὴ θάνοιεν ἐν μάχῃ φρυγῶν,

ἀεὶκατ᾿ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις

ὤκουν᾽Αχαιοῖς, ὧν ἀπῆσαν ἡδοναί.

τὰδ᾿ ῞Εκτορός σοι λύπρ᾿, ἄκουσον ὡςἔχει.

δόξαςἀνὴρ ἄριστος, οἴχεται θανῶν,

καὶτοῦτ᾿ Αχαιῶν ἵξις ἐξεργάζεται.

εἰδ᾿ἦσαν οἴκοι, χρηστὸς ὤν, ἔλανθανεν.

Πάριςδ᾿ ἔγημε τὴν Διός. γήμας δὲ μὴ,

σιγώμενοντὸ κῆδος εἶχεν ἐν δόμοις.

φεύγεινμὲν οὖν χρὴ πόλεμον, ὅστις εὖ φρονεῖ.

Εἰδ᾿εἰς τόδ᾿ ἔλθοι, στέφανος οὐκ αἰσχρὸςπόλει,

Καλῶςὀλέσθαι. μὴ καλῶς δὲ, δυσκλεὲς.

ὧνὅυνεκ᾿ οὐ χρή μῆτερ οἰκτείρειν σεγῆν,

ἢτἀμὰ λέκτρα. τοὺς γὰρ ἐχθίστουςἐμοὶ,

καὶσοὶ, γάμοισι τοῖς ἐμοῖς;διαφθερῶ.


χο

ὡςἡδέως κακοῖσιν οἰκείοις γελᾷς,

μέλπειςθ᾿, ἃ μέλπουσ᾿, οὐσαφῆ δείξεις ἴσως.


ταλ

εἰμή σ᾿ Ἀπόλλων ἐξεβάκχευσε φρένας,

οὔκουνἀμισθὶ τοὺς ἐμὸυς στρατηλάτας

τοιαῖσδεφήμαις ἐξέπεμπες ἂν χθονός.

ἀτὰρτὰ σεμνὰ, καὶ δοκήμασιν σοφὰ,

οὐδέντι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.

ὁγὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,

Ἀτρέωςφίλος παῖς, τῆσδ᾿ ἔρωτ᾿ ἐξαίρετον

μαινάδοςὑπέστη. καὶ πένης μὲν εἰμ᾿ ἐγὼ,

ἀτὰρλέχος γε τῆσ δ᾿ ἂν οὐκ ἐκτησάμην.

καὶσοῦ μέν, οὐ γὰρ ἀρτίας ἔχεις φρένας,

ἀργεῖ᾿ὀνείδη, καὶ φρυγῶν ἐπαινέσεις,

ἀνέμοιςφέρεσθαι παραδίδωμ᾿. ἕπου δέ μοι

πρὸςναῦς. καλὸν νύμφευμα τῷ στρατηλάτῃ.

σὺδ᾿ ἡνίκ᾿ ἄν σε Λαρτίου χρῄζῃ τόκος,

ἄγεινφέρεσθαι. σώφρονος δ᾿ ἔσῃ λάτρις

γυναικὸς,ὥς φασ᾿ οἱ μολόντες ᾽Ιλιον.


κα

ἦδεινὸς ὁ λάτρις. τί ποτ᾿ ἔχουσιτοὔνομα

κήρυκεςἓν;ἀπέχθημα πάγκοινον βροτοῖς,

οἱπερὶ τυράννους καὶ πόλεις ὑπηρέται.

σὺτὴν ἐμὴν φῂς μητέρ᾿ εἰς Ὀδυσσέως

ἥξεινμέλαθρα. ποῦ δ᾿ Ἀπόλλωνος λόγοι,

οἵφασιν αὐτὴν εἰς ἔμ᾿ ἡρμηνευμένοι

αὐτοῦθανεῖσθαι; τἆλλα δ᾿ οὐκ ὀνειδῶ.

δύστηνος,οὐκ οἶδ᾿ οἷά νιν μένει παθεῖν.

ὡςχρυσὸς αὐτῷ τἀμὰ καὶ φρυγῶν κακὰ

δόξειποτ᾿ εἶναι. δέκα γὰρ ἀντλήσας ἔτη

πρὸςτοῖσιν ἐνθάδ᾿, ἵξεται μόνος πάτραν.

οὗδὴ στενὸν δίαυλον ᾤκισται πέρας

δεινὴΧάρυβδις, ὠμοβρώστορειβάτης

Κύκλωψ,λιγυστίς θ᾿ ἡ συῶν μορφώτρια

Κίρκη.θαλάσσης θ᾿ ἁλμυρᾶς ναυάγια,

λωτοῦτ᾿ ἔρωτες, ἡλίου θ᾿ ἁγναὶ βόες,

αἳσάρκα φωνήεσαν ἥσουσιν ποτέ,

πικρὰνὈδυσσεῖ γῆρυν. ὡς δὲ συντεμῶ,

ζῶνεἶσ᾿ ἐς ᾅδου κἀκφυγὼν λίμνης ὕδωρ,

κάκ᾿ἐν δόμοισι μυρί᾿ εὑρήσει μολών.

ἀλλὰγὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζωπόνους;

στεῖχ᾿,ὅπως τάχιστ᾿ ἐν ᾅδου νυμφίῳ γημώμεθα.

ἦκακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐνἡμέρᾳ,

ὦδοκῶν τι σεμνόν πράττειν, Δαναϊδῶνστρατηλἀτα.

κἀμέτοι νεκρὸν φάραγγες, γυμνάν θ᾿ἐκβεβλημένην

ὕδατιχειμάρρῳ ῥέουσαι νυμφίου πέλαςτάφου,

θηρσὶδώσουσιν δάσασθαι τὴν Ἀπόλλωνοςλάτριν.

ὦστέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματ᾿ἕυϊα,

χαίρετ᾿.ἐκλέλοιφ᾿ ἑορτὰς, αἷς πάροιθ᾿ἠγαλλόμην

ἴτ᾿ἀπ᾿ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτ᾿οὖσ᾿ ἁγνὴ χρόα

δῶθοαῖς αὔραις φέρεσθαί σοι. τάδ᾿ ὦμαντεῖ᾿ ἄναξ.

ποῦσκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ πόδ᾿ἐμβαίνειν μεχρή;

οὐκέτ,ἂν φθάνοις ἂν, αὔραν ἱστίοις καραδοκῶν,

ὡςμΐαν τριῶν ἐριννῦν τῆσ δέ μ᾿ ἐξάξωνχθονός.

χαῖρέμοι μῆτερ. δακρύσῃς μηδέν ὦ φίληπατρίς,

οἵτεγῆς ἔνερθ᾿ ἀδελφοὶ, χᾡ τεκὼν ἡμᾶς πατήρ,

οὐμακρὰν δέξεσθέ μ᾿. ἥξω δ᾿ ἐς νεκροὺςνικηφόρος,

καὶδόμους πέρσασ᾿ ᾽Ατρειδῶν, ὧν ἀπωλόμεσθ᾿ὕπο.


χο

Ἑκάβηςγεραιᾶς φύλακες, οὐ δεδόρκατε

δέσποιναν,ὡς ἄναυδος εἰς ᾅδην πιτνεῖ;

οὐκἀντιλήψεσθ᾿, ἦ μεθήσετ᾿; ὦ κακαὶ,

γραῖανπεσοῦσαν αἴρετ᾿ εἰς ὀρθὸν πάλιν.


ἑκά

ἐᾶτέμ᾿, οὔτοι φίλα τὰ μὴ φίλ᾿ ὦ κόραι,

κεῖσθαιπεσοῦσαν. πτωμάτων γὰρ ἄξια

πάσχωτε, καὶ πέπονθα, κἄτι πείσομαι.

῏Ωθεοί. κακοὺς μὲν ἀνακαλῶ τοὺςσυμμάχους,

῞Ομωςδ᾿ ἔχει τι σχῆμα κικλήσκειν δεούς,

῞Οταντις ἡμῶν δυστυχῆ λάβῃ τύχην.

πρῶτονμὲν οὖν μοι τἀγάθ᾿ ἐξᾷσαι φίλον.

τοῖςγὰρ κακοῖσι πλείον᾿ οἶκτον ἐμβαλῶ.

ἦμὲν τύραννος, κεἰς τύρανν᾿ ἐγημάμην,

κἀνταῦθ᾿ἀριστεύοντ᾿ ἐγεινάμην τέκνα,

οὐκἀριθμὸν ἄλλως ἀλλ᾿ ὑπερτάτουςφρυγῶν.

οὐτρῳας, οὐδ᾿ ἑλληνὶς, οὐδὲ βάρβαρος

γυνὴτεκοῦσα κομπάσειεν ἄν ποτε.

κἀκεῖνάτ᾿ εἶδον δορὶ πεσόνθ᾿ ἑλληνικῷ

τρίχαςτ᾿ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν.

καὶτὸν φυτουργὸν Πρίαμον, οὐκ ἄλλων πάρα

κλυοῦσ᾿ἔκλαυσα, τοῖσδε δεδεἶδονὄμμασιν

αὐτὴκατασφαγέντ᾿, ἐφ᾿ ἑρκίῳ πυρᾶ,

πόλινθανοῦσαν. ἃς δ᾿ ἔθρεψα παρθένους,

εἰςἀξίωμα νυμφίων ἐξαίρετον

ἄλλοισιθρέψασ᾿, ἐκ χερῶν ἀφθρέθην.

κὄυτ᾿ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι,

αὐτήτ᾿ ἐκείνας οὐκέτ᾿ ὄψομαί ποτε.

δούληγυνὴ γραῦς εἰς δόμους ἀφίξ μαι.

ἃδ᾿ ἐστὶ γήρᾳ τῷδ᾿ συμφορώτατα,

τούτοιςμε προσθήσουσιν, ἢ θυρᾶν λάτριν

κλῇδαςφυλάσσειν. τὴν τεκοῦσαν ῞Εκτορα,

ἢσιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχειν,

ῥυσσοῖσινώτοις, βασιλικῶν ἐκδεμνίων,

τρυχηρὰπερὶ τρυχηρὸν εἱμένην χρόα

πέπλωνλακίσματ᾿, ἀδόκιμ᾿ ὀλβίοις ἔχειν.

οἲ᾿γὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα

γυναικὸς,οἵων ἔτυχον, ὧν τετεύξομαι.

ὦτέκνον, ὦ σύμβακχε Κασσάνδρα θεοῖς,

οἵαιςἔλυσας συμφοραῖς ἅγνευμα σόν.

σύτ᾿, ὦ τάλαινα, ποῦ ποτ᾿ εἶ Πολυξένη;

ὡςοὔτε μ᾿ ἄρσην οὔτε θήλεια σπορὰ,

πολλῶνγενομένων, τὴν τάλαιναν ὠφελεῖ.

τίδῆτά μ᾿ ὀρθοῦτ᾿; ἐλπίδων ποίων ὕπο

ἄγετετὸν ἁβρὸν δή ποτ᾿ ἐν Τροίᾳ πόδα,

νῦνδ᾿ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ,

πέτρινάτε κρήδεμν᾿, ὡς πεσοῦσ᾿ ἀποφθαρῶ,

δακρύοιςκαταξανθεῖσα; Τῶν δ᾿ εὐδαιμόνων

μηδένανομΐζετ᾿ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.


χο

ἀμφίμοι Ἴλιον, ὦ

Μοῦσα,καινῶν ὕμνων

ἄεισονἐν δακρύοις

ᾠδὰνἐπικήδειον.

νῦνγὰρ μέλος ἐς Τροίαν ἰαχήσω,

τετραβάμονοςὡς ὑπ᾿ ἀπήνης

Αργείωνὀλοίμαν

τάλαιναδοριάλῳτος,

ὅτ᾿ἔλιπον ἵππον, οὐράνια

βρέμοντα,χρυσεοφάλαρον, ἔνοπλον

ἐνπύλαις Αχαιοί.

ἀνὰδ᾿ ἐβόασεν λεὼς

Τρῳάδοςἀπὸ πέτρας σταθείς,

ἴτ᾿ὦ πεπαυμένοι πόνων.

τόδ᾿ἱερὸν ἀνάγετε ξόανον

Ιλιάδιδιογενεῖ κόρᾳ.

τίςοὐκ ἔβα νεανίδων;

τίςοὐ γεραιὸς ἐκ δόμων;

κεχαρμένοιδ᾿ ἀοιδαῖς,

δόλιονἔσχον ἄταν.

πᾶσαδὲ γέννα φρυγῶν

πρὸςπύλας ὡρμάθη,

πεύκᾳἐν οὐρεία

ξεστὸνλόχον ᾽Αργείων

καὶδαρδανίας ἄταν θεᾷ δώσων,

χάρινἄζυγος ἀμβροτα πώλου.

κλωστοῦδ᾿ ἀμφιβόλοι-

σιλαΐνοισι νεὼς ὣς,

σκάφοςκελαινὸν,εἰς ἕδρανα

λάινα,δάπεδά τε φόνια πατρίδι

Παλλάδοςθέσαν θεᾶς.

ἐπὶδὲ πόνῳ καὶ χαρᾷ,

νύχιονἐπὶ κνέφας παρῆν.

λιβύςτε λωτὸς ἐκτύπει

φρύγιάτε μέλεα, παρθένοι

δ᾿ἀέριον ἅνα κρότον ποδῶν,

βοάντ᾿ ἔμελπον εὔφρον᾿, ἐν

δόμοιςδὲ παμφαὲς σέλας

πυρὸςμέλαιναν αἴγλαν

ἔδωκενπαρ᾿ ὕπνῳ.

ἐγὼδὲ τὰν ὀρεστέραν

τότ᾿ἀμφὶ μέλαθρα παρθένον,

Διὸςκόραν ᾽Αρτεμῖν

ἐμελπόμανχοροῖσι.

Φοινίαδ᾿ ἀνὰ πτόλιν

βοὰκατεῖχε περγάμων

ἕδρας.βρέφη δὲ φίλια περὶ

πέπλουςἔβαλε ματρὶ χεῖρας,

ἐπτοημένας.λόχου

δ᾿ἐξέβαιν᾿ ᾽Αρης,

κόραςἔργα Παλλάδος.

σφαγαὶδ᾿ ἀμφβωμοῖσι

Φρυγῶν,ἔν τε δεμνίοις

καράτομοςἐρημῒα νεανίδων,

στέφανονἔφερεν ῾Ελλάδι κουροτρόφ,

Φρυγῶνπατρίδι πένθη.


χο

῾Eκάβηλεύσσεις τήνδ᾿ ᾽Aνδρομάχην

ξενικοῖςἐπ᾿ ὄχοις πορθμευομέναν.

παρὰδ᾿ εἰρεσίᾳ μαστῶν ἕπεται

φίλοςἀστυάναξ Εκτορος ἶνις.


ἑκά

ποῖποτ᾿ ἀπήνης νώτοισι φέρῃ

δύστηνεγύναι, πάρεδρος χαλκέοις

῾Eκτοροςὅπλοις, σκλοίςτε φρυγῶν

δοριθηράτοις.

οἷσινἈχιλλέως παῖς φθιώτας,

στέψειναοὺς ἀπὸ Τροίας;


αν᾽

Ἀχαιοὶδεσπόται μ᾿ ἄγουσιν.


Εκά.ἰώ μοι μοι.


αν᾽

τίπαιᾶν᾿ ἐμὸν στενάζεις;


Εκά.αἶ, αἶ, αἶ, αἶ.


αν᾽

τῶνδ᾿ἀλγέων.


Εκά.

ἰὼΖεῦ.


ἀν

καὶσυμφορᾶς.


Εκά.

τέκεα.


ἀν

πρίνποτ᾿ ἦμεν.


ἑκά

βέβακενὄλβος, βέβακε Τροία.


Αν.

τλήμων.


ἑκά

ἐμῶντ᾿ εὐγένεια παίδων.


Αν.

φεῦ,φεῦ.


ἑκά

Φεῦδῆτ᾿ ἐμῶν.


Αν.

κακῶν.


Εκ.

οἰκτρὰγε τύχα:


ἀν

πόλεως,


Εκ.

ἃκαπνοῦται.


Αν.

μόλοις,ὦ πόσι μοι.


ἑκά

βοᾷςτὸν παρ᾿ Ἅιδῃ παῖδ᾿ ἐμόν, ὦ μέλεα.


ἀν

σᾶςδάμαρτος ἄλκαρ.


Εκ.

σύτοι, λῦμ᾿ Αχαιῶν.

τέκνωνδή ποθ᾿ ἁμῶν πρεσβυγενὲς Πριάμε

κόμισαίμ᾿εἰςᾅδου,


Χο.

οἵδεπόθοι μεγάλοι.


ἑκά

σχέτλιατάδε πάσχομεν ἄλγη.


χο

οἰχομέναςπόλεως, ἐπὶ δ᾿ ἄλγεσιν ἄλγεα κεῖται.

εὐφροσύναισιθεῶν.

ὁδὲσὸς γόνος ἔκφυγεν ᾅδαν,

ὃςλεχέων στυγερῶν χάριν

ὤλεσεπέργαμα

Τροίας.αἱματόεντα δὲ δεᾷ

παρὰΠαλλάδι σώματα νεκρῶν

γυψὶφέρειν τέταται.

ζυγὰδ᾿ ἤνυσε δούλια Τροίᾳ.


ἑκά

ὦπατρίς, ὦ μελέα,

κατελειπομένανσε δακρύω.


χο

νῦντέλος οἰκτρὸν ὁρᾷς.


ἑκά

κᾀγὼδόμον, ἔνθ᾿ ἐλοχεύθην.


χο

ὦτέκν᾿, ἔρημος πόλις. ἁ μάτηρ

ἀπολείπεθὑμῶν.


ἑκά

οἷοςἰάλεμος, οἷά τε πένθη,

δάκρυάτ᾿ ἐκ δακρύων καταλείβεται

ἁμετέροισιδόμοις. ὁ θανὼν δ᾿

ἐπιλάθεταιἀλγέων ἀδάκρυτος.επι λαθεται erastaccato


χο 

ὡςἡδὺ δάκρυα τοῖς κακῶς πεπενθόσιν,

θρήνωντ᾿ ὀδυρμοὶ, Μοῦσά θ᾿ ἣ λύπας ἔχει.


ἀν

ᾦμῆτερ ἀνδρὸς ὅς ποτ᾿ Αργείων δορὶ

πλείστουςδιώλεσ᾿ Εκτορος, τάδ᾿ εἰσορᾷς;


ἑκά

ὁρῶτὰ τῶν θεῶν. ὡς τὰ μὲν πυργοῦσ᾿ ἄνω,

τὰμηδὲν ὄντα. τὰ δὲ δοκοῦντ᾿ ἀπώλεσαν.


ἀν

ἀγώμεθαλεία σὺν τέκνῳ. Τὸ δ᾿ εὐγενὲς

Εἰςδοῦλον ἥκει, μεταβολὰς τοσάσδ᾿ ἔχον.


ἑκά

Τὸτῆς ἀνάγκης, δεινόν. ἄρτι κἀπ᾿ ἐμοῦ

βέβηκ᾿ἀποσπασθεῖσα Κασάνδρα βίᾳ.


ᾀν..

Φεῦ,φεῦ. ἄλλός τις Αἴας ὡς ἔοικε δεύτερος

παιδὸςπέφηνε σῆς· νοσεῖς δὲ χἄτερα.


ἑκά

ὧνγ᾿ οὔτε μέτρον, οὔτ᾿ ἀριθμός ἔστιμοι

κακῶν.κακῶν γὰρ εἰς ἅμιλλαν ἔρχεται.


ἀν

τέθνηκέσοι παῖς πρὸς τάφῳ Πολυξένη,

σφαγεῖσ᾿Αχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ.


ἑκά

οἲ᾿γὼ τάλαινα. τοῦτ᾿ ἐκεῖνο μοι πάλαι

Ταλθύβιοςαἴνιγμ᾿ οὐ σαφῶςεἶπε σαφές.


ἀν

εἶδόννιν αὐτή. κᾀποβᾶσα τῶνδ᾿ ὄχων,

ἔκρυψαπέπλοις, κᾀπεκοψάμην νεκρόν.


ἑκά

αἶαἶ τέκνον, σῶν ἀνοσίωνπροσφαγμάτων.

αἶ,αἶ, μάλ᾿ αὖθις, ὡς κακῶς διόλλυσαι.


ἀν..

ὄλωλεν,ὡς ὄλωλεν, ἀλλ᾿ ὅμως ἐμοῦ

ζώσηςγ᾿ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ.


ἑκά

Οὐταὐτόν ὦ παῖ τὸ βλέπειν τὸ κατθανεῖν·

Τὸμὲν γὰρ οὐδέν, τῷδ᾿ ἔνεισιν ἐλπίδες.

ἄκουσον,ὥς σοι τέρψιν ἐμβάλω φρενί.


ἀνmancanodue versi!!

Τὸμὴ γενέσθαι, τῷ θανεῖν ἴσον λέγω.

Τοῦζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν·

Αλγεῖγὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος.

῾Οδ᾿ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν,

Ψυχὴνἀλᾶται τῆς πάροιθ᾿ εὐπραξίας.

Κείνηδ᾿ ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,

Τέθνηκε,κοὐδὲν οἶδε, τῶν αὑτῆς κακῶν.

ἐγὼδὲ τοξεύσασα, τῆς τ᾿ εὐδοξίας

λαχοῦσαπλεῖον, τῆς τύχης ἡμάρτανον.

ἃγὰρ γυναιξὶ σώφρον᾿ ἔσθ᾿ ἑυρημένα,

ταῦτ᾿ἐξεμόχθουν ῞Εκτορος κατὰ στέγας,

πρῶτονμέν ἔνθα κἂν προσῇ, κἂν μὴ προσῇ

ψόγοςγυναιξίν, αὐτὸ τοῦτ᾿ ἐφέλκεται

κακῶςἀκούειν, ἥτις οὐκ ἔνδον μένει·

τούτουπαρεῖσα πόθον, ἔμιμνον ἐν δόμοις,

εἴσωτε μελάθρων. κομψὰ θηλειῶν ἔπη

οὐκεἰσεφρούμην. τὸν δὲ νοῦν διδάσκαλον

οἴκοθενἔχουσα χρηστὸν, ἐξήρκουν ἐμοί.

γλώσσηςτε σιγὴν, ὄμμά θ᾿ ἥσυχον πόσει

παρεῖχον.ἤδειν δ᾿ ἅ μεχρῆν νικᾶν πόσιν,

κείνῳτε νίκην, ὧν ἐχρῆν παριέναι.

καὶτῶνδε κλῃδῶν εἰς στράτευμ᾿ ἀχαϊκόν

ἐλθοῦσ᾿,ἀπώλεσέν μ᾿. ἐπεὶ γὰρ ἡρέθην,

Αχιλλέωςμε παῖς ἐβουλήθη λαβεῖν

δάμαρτα.δουλεύσω δ᾿ ἐν αὐθεντῶν δόμοις.

κεἰμὲν παρώσασ᾿ ῞Εκτορος φίλον κάρα,

πρὸςτὸν παρόντα πόσιν ἀναπτύξω φρένα,

κακὰφανοῦμαι τῷ θανόντι. τόνδε δ᾿ αὖ

στυγοῦσ᾿ἐμαυτῆς δεσπόταις μισήσομαι.

καίτοιλέγουσιν ὡς μί᾿ εὐφρόνη χαλᾷ

τὸδυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·

᾽Απέπτυσ᾿αὐτὴν, ἥτις ἄνδρα τὸν πάρος

Καινοῖσιλέκτροις ἀποβαλοῦσ᾿, ἄλλον φιλεῖ.

ἀλλ᾿οὐδὲ πῶλος, ἥτις ἂν διαζυγῇ

τῆςσυντραφείσης, ῥᾳδίως ἕλκει ζυγόν.

καίτοιτὸ θηριῶδες, ἄφθογγόν τ᾿ ἔφυ,

ξυνέσειτ᾿ ἄχρηστον, τῇ φύσει τε λείπεται.

σὲδ᾿ ὦ φίλ᾿ ῞Εκτορ, εἶχον ἄνδρ᾿ ἀρκοῦντάμοι,

ξυνέσει,γένει, πλούτῳ τε κᾀνδρείᾳ μέγαν.

ἀκήρατονδέ μ᾿ ἐκ πατρὸς λαβὼν δόμων,

πρῶτοςτὸ παρθένειον ἐζεύξω λέχος.

καὶνῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δ᾿ἐγὼ

πρὸςἙλλάδ᾿ αἰχμάλωτος εἰς δοῦλον ζυγόν.

ἆρ᾿οὐκ ἐλάσσῳ τῶν ἐμῶν ἔχει κακῶν

Πολυξένηςὄλεθρος, ἣν καταστένεις;

᾽Εμοὶγὰρ οὐδ᾿ ὃ πᾶσι λείπεται βροτοῖς

ξύνεστινἐλπίς, οὐδὲ κλέπτομαι φρένας

Πράξειντι κεδνόν. ἡδὺ δ᾿ ἐστὶ, καὶ δοκεῖν.


χο

εἰςταυτὸν ἥκεις συμφορᾷς. θρηνοῦσα δὲ

τὸσὸν, διδάσκεις μ᾿ ἔνθα πημάτων κυρῶ.


ἑκά

αὐτὴμὲν οὔπω ναὸς εἰσέβην σκάφος,

γραφῇδἰδοῦσα, καὶ κλυοῦσ᾿ ἐπίσταμαι.

Νάυταιςγάρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν,

Προθυμΐανἔχουσι σωθῆναι πόνων.

Ομὲν παρ᾿ οἴαχ᾿, ὁ δ᾿ ἐπὶ λαίφεσινβεβὼς,

Οδ᾿ἄντλον εἴργων ναός. ἢν δ᾿ ὑπερβάλῃ

Πολὺςταραχθεὶς πόντος, ἐνδόντες τύχῃ,

Παρεῖσαναὑτοὺς κυμάτων δραμήμασιν.

οὕτωδὲ κᾀγὼ, πόλλ᾿ ἔχουσα πήματα,

ἄφθογγόςεἰμι. καὶ παρεῖσ᾿ ἔῶ στόμα.

νικᾷγὰρ οὑκ θεῶν με δύστηνος κλύδων.

ἀλλ᾿,ὦ φίλη παῖ, τὰς μὲν Εκτορος τύχας,

ἔασον.οὐ μὴ, δάκρυά νιν σώσῃ τὰ σά.

τίμαδὲ τὸν παρόντα δεσπότην σέθεν,

φίλονδιδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.

κἄνδρᾷς τάδ᾿, εἰς τὸ κοινὸν εὐφρανεῖςφίλους,

καὶπαῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν,

Τροίαςμέγιστον ὠφέλημ᾿. ἵν᾿ οἵ ποτε

ἐξοὗ γενόμενοι παῖδες, Ἴλιον πάλιν

κατοικίσειαν,καὶ πόλις γένοιτ᾿ ἔτι.

ἀλλ᾿ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος.

τίν᾿αὖ δέδορκα τόνδ᾿ ἀχαϊκὸν λάτριν

στείχοντα,καινῶν ἄγγελον βουλευμάτων;


ταλ

Φρυγῷνἀρίστου πρίν ποθ᾿ ῞Εκτορος δάμαρ,

μὴμε στυγήσῃς. οὐχ ἑκῶν γὰρ ἀγγελῶ,

Δαναῶντε κοινὰ, Πελοπιδῶν τ᾿ ἀγγέλματα.


ἀν 

τίδ᾿ἔστιν, ὥς μοι φροιμΐων ἄρχῃ κακῶν;


ταλ

ἔδοξετόνδε παῖδα, πῶς εἴπω λόγον;


ἀν 

μῶνοὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;


ταλ

οὐδεὶςἈχαιῶν τοῦδε δεσπόσει ποτέ.


ἀν 

ἀλλ᾿ἐνθάδ᾿ αὐτὸν λείψανον Φρυγῶν λιπεῖν;


ταλ

οὐκοἶδ᾿ ὅπως σοι ῥᾳδίως εἴπω κακά.


ἀν 

ἐπῄνεσ᾿αἰδῶ. πλὴν ἐὰν λέγῃς καλά.


ταλ

κτενοῦσισὸν παῖδ᾿, ὡς πύθῃ κακὸν μέγα.


ἀν 

οἴμοι γάμων, τόδ᾿ ὡς κλύω μεῖζον κακόν.


ταλ

νικᾷδ᾿ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων


ἀν 

αἶαἶ, μάλ᾿, οὐ γὰρ μέτρια πάσχομενκακά.


ταλ

λέξαςἀρίστου παῖδα μὴ τρέφειν πατρὸς.


ἀν 

τοιαῦτανικήσειε τῶν αὑτοῦ πέρι.


ταλ

ῥῖψαιδὲ πύργων δεῖν σφε τρωικῶν ἄπο.

ἀλλ᾿ὣς γενέσθαι, καὶ σοφωτέρα φανῇ,

μήτ᾿ἀντέχου τοῦγ᾿, εὐγενῶς δ᾿ ἄλγεικακοῖς,

μήτεσθένουσα, μηδὲν ἰσχύειν δόκει.

ἔχειςγὰρ ἀλκὴν οὐδαμῇ, σκοπεῖν δὲ χρή.

πόλιςτ᾿ ὄλωλε καὶ πόσις κρατῇ δὲ σύ.

ἡμεῖςδὲ πρὸς γυναῖκα μάρνασθαι μΐαν,

οἷοίτε, τούτων ἕνεκ᾿ οὐ μάχης ἐρᾶν

οὐδ᾿αἰσχρὸν οὐδὲν, οὐδ᾿ ἐπίφθονόν σεχρή.

ὄυτ᾿ αὖ σ᾿ ᾽Αχαιοῖς βούλομαι ῥίπτεινἀράς.

εἰγάρ τι λέξεις ὧν χολώσεται στρατὸς,

οὔτ᾿ἂν ταφοίη παῖς ὅδ᾿, οὔτ᾿ οἴκτουτύχοι.

σιγῶσαδ᾿, εὖ τε τὰς τύχας κεκτημένη.

τὸντοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις,

αὐτήτ᾿ ᾽Αχαιῶν πρευμενεστέρων τύχοις.


αν’

ὦφίλτατ᾿;ὦ περισσὰ τιμηθεὶς τέκνον,

θανῇπρὸς ἐχθρῶν, μητέρ᾿ ἀθλίαν λιπών.

ἡτοῦ πατρὸς δέ σ᾿ εὐγένειἀποκτενεῖ,

ἣτοῖσιν ἄλλοις γίγνεται σωτηρία,

τὸδ᾿ ἐσθλὸν οὐκ εἰς καιρὸν ἦλθέ σοιπατρός,

ὦλέκτρα τἀμὰ δυστυχῆ τε, καὶ γάμοι,

οἷςἦλθον ἐς μέλαθρον ῞Εκτορός ποτε,

οὐχὡςσφάγιον Δαναΐδαις τέξουσ᾿ ἐμὸν,

ἀλλ᾿ὡς τύραννον ᾽Ασιάδος πολυσπόρου.

ὦπαῖ, δακρύεις;αἰσθάνῃ κακῶν σέθεν;

τίμου δέδραξαι χερσὶ, κἀντέχῃ πέπλων,

νεοσσὸςὡσεὶ πτέρυγας εἰςπιτνῶνἐμάς;

οὐκεἶσιν ῞Εκτωρ κλεινὸν ἁρπάσας δόρυ,

γῆςἐξανελθὼν, σοὶ φέρων σωτηρίαν.

οὐσυγγένεια πατρός, οὐκ ἰσχὺς φρυγῶν.

λυγρὸνδὲ πήδημ᾿ εἰς τράχηλον ὑψόθεν

πεσὼνἀνοίκτως,πνεῦμ᾿ ἀπορρήξεις σέθεν.

ὦνέον ὑπαγκάλισμα μητρὶ φίλτατον.

ὦχρωτὸς ἡδὺ πνεῦμα. διὰκενῆς ἄρα

ἐνσπαργάνοις σε μαστὸς ἐξέθρεψ᾿ ὅδε.

μάτηνδ᾿ ἐμόχθουν, καὶ κατεξάνθην πόνοις.

νῦνεἴ ποτ᾿ αὖθις, μητέρ᾿ ἀσπάζου σέθεν.

πρόσπιτνετὴν τεκοῦσαν. ἀμφὶ δ᾿ ὠλένας

ἕλισσ᾿ἐμοῖς νώτοισι, καὶ στόμ᾿ ἅρμοσον.

ὦβάρβαρ᾿ ἐξευρόντες Ἕλληνες κακά,

τίτόνδε παῖδα κτείνετ᾿ οὐδὲν αἴτιον;

῏Ωτυνδάρειον ἔρνος, ὄυποτ᾿ εἶ Διός,

Πολλῶνδὲ πατέρων φημΐ σ᾿ ἐκπεφυκέναι.

᾽Αλάστοροςμὲν πρῶτον, εἶτα δὲ Φθόνου,

Φόνουτε, θανάτου θ᾿ ὅσσα τε γῆ τρέφει κακά.

Οὐγάρ ποτ᾿, αὐχῶ Ζηνά γἐκφῦναίσ᾿ ἐγώ.

Πολλοῖσικῆρα βαρβάροις Ἕλλησί τε.

῎Ολοιο,καλλίστων γὰρ ὀμμάτων ἄπο,

Αἰσχρῶςτὰ κλεινὰ πεδί᾿ ἀπώλεσας φρυγῶν.

ἄγετε,φέρετε, ῥίπτειν δοκεῖ.

δαίνυσθετοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν

διολλύμεσθα,παιδί τ᾿ οὐ δυναίμεθα

θάνατονἀρῆξαι. κρύπτετ᾿ ἄθλιον δέμας,

καὶῥίπτετ᾿ εἰςναῦν· ἐπὶ καλὸν γὰρ ἔρχομαι

ὑμέναιον,ἀπολέσασα τοὐμαυτῆς τέκνον.


χο

τάλαιναΤροία μυρίους ἀπώλεσας

μϊᾶςγυναικὸς, καὶ λέχους στυγνοῦ χάριν.


αν᾽.

ἄγεπαῖ, φίλιον πρόσπτυγμα μεθεὶς

μητρὸςμογερᾶς, βαῖνε πατρῴων

πύργωνἐπ᾿ ἄκρας στεφάνας, ὅθι σοι

πνεῦμαμεθεῖναι ψῆφος ἐκράνθη.

λαμβάνετ᾿αὐτόν. τὰ δὲ τοιάδε χρὴ

κηρυκεύειν,ὅστις ἄνοικτος,

καὶἀναιδείας, τῆς ὑμετέρας

γνώμηςμᾶλλον φίλος ἐστίν.


ἑκά

ὦτέκνον, ὦ παῖ παιδὸς μογεροῦ,

συλώμεθασὴν ψυχὴν ἀδόκως,

μήτηρ,κᾀγώ. τί πάθω; τί σ᾿ ἐγὼ

δύσμορεδράσω; τάδε σοι δίδομεν

πλήγματακρατὸς, στέρνων τε κτύπους.

τῶνδεγὰρ ἄρχομεν. οἲ ἐγὼ πόλεως,

οἴμοι δὲ σέθεν. τί γὰρ οὐκ ἔχομεν;

τίνοςἐνδέομεν, μὴ οὐ πανσυδίᾳ

χωρεῖνὠλέθρου διὰ παντός;


χο

μελισσοτρόφουΣαλαμῖνος

ὦβασιλεῦ Τελαμών, νάσου

περὶκύμονος οἰκήσας ἕδραν,

ἣτᾶς ἐπικεκλιμένας

ὄχθοιςἱεροῖς ἐλαίας

πρῶτονἔδειξε κλάδον γλαυκᾶς, ᾽Αθάνα

οὐράνιονστέφανον,

λιπαραῖσίκόσμον ᾽Αθάναις,

ἔβαςἔβας τοξοφόρῳ

συναριστεύωνἅμ᾿ ᾽Αλκμήνας γόνῳ

᾽Ιλιον᾽Ιλιον ἐκπέρσων,

πόλινἁμετέραν,

τὸπάροιθ,ὅτ, ἕβας ἀφ᾿῾Ελλάδος.

ὅθ᾿῾Ελλάδος ἄγαγε πρῶτον

ἄνθοςἀτιζόμενος πώλων.

Σιμόεντιδ᾿ ἐπ᾿ εὐρείται πλάταν

ἔσχασεποντοπόρον,

καὶναύδετ᾿ ἀνήψατο πρυμνᾶν,

καὶχερὸς εὐστοχίαν ἐξεῖλεναῶν,

Λαομέδοντιφόνον.

κανόνωνδὲ τυκίσματα φοίβου,

πυρὸςδὲ φοίνικι πνοᾷ

καθελὼνΤροίας ἐπόρθησε χθόνα.

δὶςδὲ δυοῖν πιτύλοιν τείχη

πυρὶδαρδάνας,

φονίακατέλυσεν αἰχμά.

μάτανἄρ᾿ ὦ χρυσέαις

εἰνοἰνοχόαις ἁβρὰ βαίνων,

Λαομεδόντειεπαῖ,

Ζηνὸςἔχεις κυλίκων

πλήρωμακαλλίσταν λατρείαν.

ΐονεςἅλιαι ἴσχον, οἷον

οἷωνὸςὕπερ τοκέωνβοᾷ,

αἱμὲν εὐνάτορας,

ἁδὲ παῖδας. αἱ δὲ

ματέραςγεραῖας.

τὰδὲ σὰ δροσόεντα λουτρὰ,

γυμνασίωντε δρόμοι βεβᾶσιν.

σὺδὲ πρόσωπα νεαρὰ

χάρισιπαρὰ Διὸς θρόνοις

καλλιγάλανατρέφεις.

Πριάμοιοδὲ γαῖαν

῾Ελλὰςὤλεσ᾿ αἰχμά.

ἔρωςἔρως, ὃς παρὰ

δαρδάνιαμέλαθρά ποτ᾿ ἦλθες,

οὐρανίδαισιμέλων.

ὡςτότε μὲν μεγάλως

Τροίανἐπὺργωσας, θεοῖσι

κῆδοςἀναψάμενος;

τὸμὲν οὖν Διὸς

ὄνειδος,οὐκέτ᾿ ἔρως,

τὸτᾶςδὲ λευκοπτέρου

ἁμέραςφίλας βροτοῖς

φέγγοςὀλοόν,

εἶδεγαῖαν, εἶδε

περγάμωνὤλεθρον,

τεκνοποιόνἔχουσα τᾶσδε

γᾶςπόσιν ἐν θαλάμοις, ὃν

ἀστέρωντέθριππος ἔλαβε

χρύσεοςὄχος ἀναρπάσας,

ἐλπίδαγᾷ πατρίᾳ

μεγάλαν·τὰ θεῶν δὲ

φίλτρα,φροῦδα Τροίᾳ.


με

ὦκαλλιφεγγές ἡλίου σέλας τόδε.

ἐνᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι

῾Ελλένην.ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ,

Μενέλαόςεἰμι, καὶ στράτευμ᾿ ἀχαϊκόν.

ἦλθονδὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με

γυναικόςοὕνεκ᾿, ἀλλ᾿ ἐπ᾿ ἄνδρ᾿, ὃς ἐξ ἐμῶν

δόμωνδάμαρτα ξεναπάτης ἐλῄσατο.

κεῖνοςμὲν οὖν δέδωκε σὺν δεοῖς δίκην,

αὐτόςτε, καὶ γῆ δορὶ πεσοῦσ᾿ ἐλληνικῷ.

ἥκωδὲ τὴν λάκαιναν. οὐ γὰρ ἡδέως

ὄνομαδάμαρτος, ἥ ποτ᾿ ἦν ἐμὴ, λέγω,

ἄξων.δόμοις γὰρ τοῖσδ᾿ ἐν αἰχμαλωτικοῖς,

κατηρίθμηταιΤρῳάδων ἄλλων μέτα.

οἵπεργὰρ αὐτὴν ἐξεμόχθησαν δορὶ,

κτανεῖνἐμοί νιν ἔδοσαν. εἴτε μὴ κτανὼν,

θέλοιμ᾿ἄγεσθαι πάλιν ἐς ᾽Αργείαν χθόνα.

ἐμοὶδ᾿ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον

῾Ελένηςἐᾶσαι, ναυπόρῳ δ᾿ ἄγειν πλάτῃ

ἑλληνίδ᾿εἰς γῆν. κᾀτ᾿ ἐκεῖ δοῦναι κτανεῖν

ποινὰς,ὅσων τεθνᾶσ᾿ ἐν Ἰλίῳ φίλοι.

ἀλλ᾿εἴα χωρεῖτ᾿ ἐς δόμους ὀπάονες,

κομίζετ᾿αὐτὴν, τῆς μϊαιφονωτάτης

κόμηςἐπισπάσαντες. οὒριοι δ᾿ ὅταν

πνοαὶμόλωσι, πέμψομέν νιν ῾Ελλάδα.


ἑκά

῏Ωγῆς ὄχημα, κᾀπὶ γῆς ἔχων ἕδραν,

῞Οστιςποτ᾿ εἶ σύ δυστόπαστος εἰδέναι

Ζεὺς,εἴτ᾿ ἀνάγκη φύσεως, εἴτε νοῦς βροτῶν,

Προσηυξάμηνσε. πάντα γὰρ δι᾿ ἀψόφου

βαίνωνκελεύθου, καὶ δίκην τὰ θνήτ᾿ ἄγεις.


με

τίδ᾿ ἔστιν, εὐχὰς ὡς ἐκαίνισας θεῶν;


ἑκά

αἰνῶσε Μενέλαε, εἰ κτανεῖς δάμαρτα σήν.

ὁρῶνδὲ τήνδε, φεῦγε, μή σ᾿ ἕλῃ πόθῳ.

αἱρεῖγὰρ ὄμματ᾿ ἀνδρῶν. ἐξαιρεῖ πόλεις,

πίμπρησινδοἴκους.ὧδ᾿ ἔχει κηλήματα.

ἐγνιν οἶδα, καὶ σὺ, χοἰπεπονθότες.

ἑλέ

Μενέλαε,φροίμιον μὲν ἄξιον φόβου

τόδ᾿ἐστίν. πρὸςγὰρ χερσὶ προσπόλων σέθεν,

βίᾳπρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.

ἀτὰρσχεδὸν μὲν οἶδά σοι μισουμένη,

ὅμωςδ᾿ ἐρέσθαι βούλομαι. γνῶμαι τίνες

῾Ελλησὶ,καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;


με 

οὐκεἰς ἀκριβὲς ἦλθεν, ἀλλ᾿ ἅπας στρατὸς

κτανεῖνἐμοί σ᾿ ἔδωκεν, ὅνπερ ἠδίκεις.


ἑλέ

ἔξεστινοὖν πρὸς ταῦτ᾿ ἀμείψασθαι λόγῳ.

ὡςοὐ δικαίως, ἢν θάνω, θανούμεθα;


με 

οὐκεἰς λόγους ἐλήλυθ᾿, ἀλλά σε κτανών.


ἑκα

ἄκουσοναὐτῆς, μὴ θάνῃ τοῦδ᾿ ἐν δεὴς,

Μενέλαε,καὶ δὸς τοὺς ἐναντίους λόγους

ἡμῖνκατ᾿ αὐτῆς. τῶν γὰρ ἐν Τροίᾳ κακῶν

οὐδὲνκάτοισθα. συντεθεὶς δ᾿ ὁπᾶς λόγος

κτενεῖνιν ὅυτως, ὥστε μηδαμῶς φυγεῖν.


με 

σχολῆςτὸ δῶρον. εἰ δὲ βόυλεται λέγειν,

ἔξεστι.τῶν σῶν δ᾿ οὕνεκ᾿ ὡς μάθῃ λόγων,

δώσωτόδ᾿ αὐτῇ. τῆσδε δ᾿ οὐ δώσω χάριν.


ἑλε

ἴσωςμε, κἄν εὖ, κἄν κακῶς δόξω λέγειν,

οὐκαν’ταμείψῃ πολεμΐαν ἡγούμενος.

ἐγὼδ᾿ ἅ σ᾿ οἶδα διὰ λόγων ἴοντ᾿ ἐμοῦ

κατηγορήσειν,ἀντιθεῖσ᾿ ἀμείψομαι

τοῖςσοῖσι τἀμὰ, καὶ τὰ σ᾿ αἰτιάματα.

πρῶτονμὲν, ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,

Πάριντεκοῦσα. δεύτερον δ᾿ ἀπώλεσεν

Τροίαντε, κἄμὲ πρέσβυς, οὐ κτανὼν βρέφος,

δαλοῦπικρὸν μΐμημ᾿ ᾽Αλέξανδρόν ποτε.

ἔνθενδὲ τὰπίλοιπ᾿ἄκουσον, ὡς ἔχει.

ἔκρινετρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν.

καὶΠαλλάδος μὲν ἦν ᾽Αλεξάνδρῳ δόσις

Φρυξὶστρατηγοῦνθ᾿ Ἑλλάδ᾿ ἐξανιστάναι,

῞Ηραδ᾿ ὑπέσχετ᾿ Ἀσιάδ᾿ Εὐρώπης θ᾿ὅρους,

τυραννίδ᾿ἕξειν, εἴ σφε κρίνειεν Πάρις.

Κύπριςδὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη,

δώσεινὑπέσχετ᾿, εἰ θεὰς ὑπερδράμοι

κάλλει,τὸν ἔνθεν δ᾿ ὡς ἔχει σκέψαι λόγον.

νικᾷΚύπρις θεάς. καὶ τοσόνδ᾿ οὐμος γάμος

ὤνησεν῾Ελλάδ᾿. οὐ κρατεῖσθ᾿ ἐκβαρβάρων,

οὔτ᾿ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.

ἅδ᾿εὐτύχησεν ῾Ελλάς, ὠλόμην ἐγὼ,

εὐμορφίᾳπραθεῖσα, κὠνειδίζομαι.

ἐξὧν ἐχρῆν με στέφανον ἐπὶ κάρλαβεῖν,

οὔπωμε φήσεις αὐτά τἂνποσὶν λέγειν,

ὅπωςἀφώρμησ᾿ ἐκ δόμων τῶν σῶν λάθρα.

ἦλθ᾿οὐχὶ μϊκρὰν θεὸν ἔχων αὐτοῦ μέτα,

ὁτῆσ δ᾿ ἀλάστωρ, εἴτ᾿ ᾽Αλέξανδρονθέλεις

ὀνόματιπροσφωνεῖν νιν, εἴτε καὶ Πὰριν,

ὅνὦ κάκιστε σοῖσιν ἐν δόμοις λιπὼν,

Σπάρτηςἀπῆρας νηὶ Κρησίαν χθόνα.

εἶἑν,οὖ σ᾿, ἀλλ᾿ ἐμαυτὴν τοὐπὶ τῷδ᾿ἐρήσομαι.

τίδὴ φρονοῦσά γ᾿ ἐκ δόμων ἅμ᾿ ἑσπόμην,

ξένῳπροδοῦσα πατρίδα, καὶ δόμους ἐμούς;

τὴνθεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,

ὃςτῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,

κείνηςδὲ δοῦλός ἐστι. συγγνώμη δ᾿ ἐμοί.

ἔνθενδ᾿ ἔχοις ἂν εἰς ἔμ᾿ εὐπρεπῆ λόγον.

ἐπεὶθανὼν γῆς ἦλθ᾿ ᾽Αλέξανδρ*ςμυχούς,

χρῆνμ᾿, ἡνίκ᾿ οὐκ ἦν θεοπόνητά μου λέχη,

λιποῦσανοἴκους, ναῦς ἐπ᾿ Ἀργείων μολεῖν.

ἔσπευδοναὐτὸ τοῦτο. μάρτυρες δέ μοι

πύργωνπυλωροὶ, κπὸτειχέων σκοποί,

οἳπολλάκις μ᾿ ἐφεῦρον. ἐξ ἐπάλξεων

πλεκταῖσινεἰς γῆν σῶμα κλέπτουσαν τόδε.

βίᾳδ᾿ ὁ καινός μ᾿ οὗτος ἁρπάσας πόσις

Δήΐφοβος,ἄλοχον εἶχεν ἀκόντων φρυγῶν.

πῶςοὖν ἔτ᾿ ἂν θνῄσκοιμ᾿ ἂν ἐν δίκως,πόσι,

πρὸςσοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ,

τὰδ᾿ οἴκοθεν κεῖν᾿, ἀντὶ νικητηρίων,

πικρῶςἐδούλωσ᾿; εἰ δὲ τῶν θεῶν κρατεῖν

βούλει,τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε.


χο

βασίλει,ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ.

πειθὼδιαφθείρουσα τῆσδ᾿, ἐπεὶ λέγει

καλῶςκακοῦργος οὖσα. δεινὸν οὖν τόδε.


ἑκα

ταῖςθεαῖσι πρῶτα σύμμαχος γενήσομαι.

καὶτήνδε δείξω μὴ λέγουσαν ἔνδικα.

ἐγὼγὰρ ῞Ηραν, παρθένον τε Παλλάδα,

οὐκεἰς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,

ὥσθ᾿ἡ μὲν ῎Αργος βαρβάροις ἀπημπόλα.

Παλλὰςδ᾿ Ἀθήνας φρυξὶ δουλεύειν ποτέ,

αἳπαιδιαῖσι, καὶ χλιδῇ μορφῆς πέρι,

ἦλθονπρὸς Ἴδην.τοῦ γὰρ οὕνεκ᾿ ἂν θεὰ

῞Ηρα,τοσοῦτον ἔσχεν ἔρωτα καλλονῆς.

πότερονἀμείνον᾿ ὡς λάβῃ Διὸς πόσιν,

ἢγάμον Ἀθηνᾶ θεῶν τινος θηρωμένη,

ἣπαρθενείαν πατρὸς ἐξῃτήσατο,

φεύγουσαλέκτρα, μὴμαθεῖςποιεῖ θεὰς,

τόσὸν κακὸν κοσμοῦσα, μὴ πείσῃς σοφούς.

Κύπρινδ᾿ ἔλεξας, ταῦτα γὰρ γέλως πολύς,

ἐλθεῖνἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.

οὐκἂν μένουσ᾿ ἂν ἥσυχός γ᾿ ἐν οὐρανῷ

αὐταῖςἈμύκλαις ἤγαγεν πρὸς ᾽Ιλιον.

ἦνοὑμὸς ὐιὸς κάλλος ἐκπρεπέστατος,

ὁσὸς δ᾿ ἰδών νιν νοῦς, ἐποιήθη Κύπρις.

τὰμῶρα γὰρ πάντ᾿ ἔστιν Ἀφροδίτηβροτοῖς.

καὶτοὔνομ᾿ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.

ὃνεἰσιδοῦσα βαρβάροις ἐσθήμασι,

χρυσῷτε λαμπρὸν, ἐξεμαργώθης φρένας.

ἐνμὲν γὰρ ῎Αργει, μΐκρ᾿ ἔχουσ᾿ ἀνεστρέφου.

Σπάρτηςδ᾿ ἀπαλλαχθεῖσα, τὴν φρυγῶν πόλιν

δαπάναισιν.οὐδ᾿ ἦν ἱκανά σοι τὰ Μενέλεω

μέλαθραταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.

εἶεν.βίᾳ γὰρ παῖδα φῄς ἄγειν ἐμόν.

τίςΣπαρτιατῶν ᾔσθετ᾿, ἢ ποίαν βοὴν

ἀνωλόλυξας,Κάστορος νεανίου,

τοῦσυζύγου τ᾿ ἔτ᾿ ὄντος, οὐ κατ᾿ ἄστραπω;

ἐπεὶδὲ Τροίαν ἦλθες, ᾽Αργεῖοι τέ σου

κατ᾿ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία.

εἰμὲν τὰ τοῦδε κρεἶσσον᾿ ἀγγέλοιτόσοι,

Μενέλαονᾔνεις, παῖς ὅπως λυποῖτ᾿ ἐμὸς,

ἔχωνἔρωτος ανταγωνιστὴνμέγαν.

εἰδ᾿ ἐυτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.

εἰςτὴν τύχην δ᾿ ὁρῶσα, τοῦτ᾿ ἤσκεις,ὅπως

ἕποι᾿ἅμ᾿ αὐτῇ, τῇ ῥετῇ δ᾿ οὐκ ἔθελες.

κἄπειταπλεκταῖς, σῶμα σὸν κλέπτειν λέγεις,

πύργωνκαθιεῖσ᾿, ὡς μένουσ᾿ ἀκουσίως.

ποῦδῆτ᾿ ἐλήφθης, ἢ βρόχοις ἀρτωμένη,

ἢφάσγανον θήγουσ᾿;ἃ γενναὶα γυνὴ

δράσειενἂν, ποθοῦσα τὸν πάρος πόσιν.

καίτοιγ᾿ ἐνουθέτουν σὲ πολλὰ πολλάκις.

ὦθύγατερ, ἔξελθ᾿, οἵδ᾿ ἐμοὶ παῖδεςγάμους

ἄλλουςγαμοῦσι. σέ δ᾿ ἐπὶ ναῖς ἀχαιϊκὰς

πέμψωσυνεκλέψασα. καὶ παῦσον μάχης

῾Ελλήνας,ἡμᾶς τ᾿. ἀλλά σοὶ τόδ᾿ ᾖν πικρόν.

ἐντοῖς ᾽Αλεξάνδρου γὰρ ὕβριζειν δόμοις,

καὶπροσκυνεῖσθαι βαρβάρων ὕπήθελες.

μεγάλαγὰρ ἦν σοι. κπὶτοῖσδε σὸν δέμας

ἐξῆλθεςἀσκήσασα κἄβλεψας πόσει

τὸναὐτὸν αἰθέρ᾿, ὦ κατάπτυστον κάρα,

ἣνχρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις

φρίκῃτρέμουσαν κρᾶτ᾿ ἀπεσκυθισμένην

ἐλθεῖν,τὸ σῶφρον τῆς ἀναιδείας πλέον

ἔχουσανἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.

Μενέλα᾿ἵν᾿ εἰδῇς οἷ τελευτήσω λόγον,

στεφάνωσον῾Ελλάδ᾿ ἀξίως τήνδε κτανών

σαυτοῦνόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς

γυναιξί,θνῄσκειν, ἥτις ἂν προδῷ πόσιν.


χο 

Μενέλαε,προγόνων ἀξίως τε, δόμων τε σῶν,

τίσαιδάμαρτα, κᾀφελοῦ πρὸς ῾Ελλάδος,

τὸθῆλύ τ᾿ ἐυγενὴς ἐχθροῖς φανείς.


με 

ἐμοὶσὺ συμπέπτωκας εἰς ταυτὸν λόγου,

ἑκουσίωςτήνδ᾿ ἐκ δόμων ἐλθεῖν ἐμῶν,

ξέναςεἰς εὐνάς χἡ Κύπρις κόμπου χάριν

λόγοιςαἰνεῖται. βαῖνε λευστήρων πέλας.

πόνουςτ᾿ ᾽Αχαιῶν ἀπόδος ἐν μϊκρῷ μακροὺς

θανοῦσ᾿,ἵν᾿ εἰδῇς μὴ καταισχύνειν ἐμέ.


ἑλέ

μή.πρός σε γονάτων, τὴν νόσον τὴν τῶνθεῶν

προσθεὶςἐμοὶ, κτάνῃς με. συγγίγνωσκε δὲ.


ἑκά

μηδ᾿οὕς ἀπέκτειν᾿ ἥδε συμμάχους προδῷς.

ἐγὼπρὸ κείνων, καὶ τέκνων σε λίσσομαι.


με 

παῦσαιγεραιά. τῆσδε δ᾿ οὐκ ἐφρόντισα.

λέγωδὲ προσπόλοισι πρὸς πρύμνας νεῶν,

τήνδ᾿ἐκκομΐζειν, ἔνθα ναυστολήσεται.


ἑκά

μήνυν νεώς σοὶ ταυτὸν ἐσβήτω σκάφος.


με 

τίδ᾿ ἐστὶ μεῖζον βρῖθος;ἢ πάρος γ᾿ ἔχει;


ἑκά

Οὐκἔστ᾿ ἐραστὴς. ὅστις οὐκ ἀεὶ φιλεῖ.


με

ὅπωςἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς.

ἔσταιδ᾿ ἃ βούλει. νᾶυν γὰρ οὐκ εἰσβήσεται.

εἰςἥνπερ ἡμεῖς, καὶ· γὰρ οὐ κακῶς λέγεις.

ἐλθοῦσαδ᾿ Αργος ὥσπερ ἀξία, κακῶς

κακὴθανεῖται. Καὶ γυναιξὶ σωφρονεῖν

Πάσαισιθήσει ῥάδιον μὲν οὐ τόδε,

ὅμωςδ᾿ ὁ τῆσδ᾿ ὄλεθρος εἰς φόβον βαλεῖ,

τὸμῶρον αὐτῶν, κᾂν ἔτ᾿ ὦσ᾿ ἐχθίονες.


χο

οὕτωδὴ τὸν ἐν Ἰλίῳ

ναὸν,καὶ θυόεντα βωμὸν

προὔδωκαςἈχαιοϊς

ὦΖεῦ, καὶ πελανῶν φλόγα,

Σμύρνηςαἰθερίας τε καπνὸν,

καὶπέργαμον ἱερὰν,

ἰδᾶιάτ᾿ ἰδᾶιά κισσοφόρα νάπη,

χιὸνικατάρρυτα ποταμείᾳ.

τέρμονάτε πρωτόβολον ἁλίῳ.

τὰνκαταλαμπομέναν

ζαθέανθεράπαιναν.

φροῦδαίσοι θυσίαι, Χορῶν

τ᾿εὔφημοικέλαδοι κατ᾿ ὄρφναν,

χρυσέωντε ξοάνων τύποι,

Φρυγῶντε ζάθεοι σελᾶναι,

συνδώδεκα πλήθει.

μέλειμέλει μοι τάδ᾿, εἰ φρονεῖς ἄναξ,

οὐράνιονἕδραν ἐπιβεβηκὼς,

αἰθέρατε, πόλεος ὀλομένας,

ἃνπυρὸς αἰθομένα

κατέλυσέτις ὁρμά.

ὦφίλος, ὦ πόσι μοι,

σὺμὲν φθίμενος, ἀλαίνεις

ἄθαπτοςἄνυδρος,

ἐμὲδὲ, πόντιον σκάφος

ἀΐσσον,πτεροῖσι πορεύσει

ἱππόβοτον῎Αργος, ἵνα τείχεα

λάϊνα,κυκλώπει, οὐράνια νέμονται.

τέκνωνδὲ πλῆθος ἐν πύλαις

δάκρυσικατάωρα στέινει.

βοᾷβοᾷ μᾶτερ. ὤμοι.

μόνανδή μ᾿ ᾽Αχαιοὶ

κομΐζουσισέθεν ἀπ᾿ ὀμμάτων,

κυανέανἐπὶ ναῦν,

εἰναλίαισιπλάταις,

ἢΣαλαμῖν᾿ ἱερὰν,

ἢδίπορον κορυφὰν,

ἴσθμιονἔνθα πύλαις

Πέλοποςἔχουσιν ἕδραι.

εἴθ᾿ἀκάτου μελέας

μέσονπέλαγος ἰούσας,

δίπαλτονἱερὸν

ἀνὰμέσον πλάταν πέσοι

Αἰγαίουκεραυνοφαὲς πῦρ

᾽Ιλίοθεν,ὅτι με πολυδάκρυον

῾Ελλάδιλάτρευμα γᾶθεν ἐξορίζει.

χρύσεαδ᾿ ἔνοπτρα, παρθένων

χάριταςἔχουσα τυγχάνει

Διὸςκόρα. μὴ δὲ γᾶιαν

ποτ᾿ἔλθοι λάκαιναν,

πατρῷοντε θάλαμον ἑστίας,

μὴδὲ πόλιν Πιτάνας,

χαλκόπυλόντε θεᾶν,

δύσγαμοναἶσχος ἔλὼν

῾Ελλάδιτᾷ μεγάλᾳ,

τᾶιςΣιμοεντίσιν ταὖ

μέλεαπάθεα Tροῆσιν.

ἰὼἰὼκαιναὶκαινῶν μεταβάλλουσαι

χθονὶσυντυχίαι

λεύσσετεΤρώων

τόνδ᾿᾽Aστυάνακτ᾿ ἄλοχοι μέλεαι

νεκρόν,νπύργων δίσκημα πικρὸν

Δαναοὶκτείναντες ἔχουσιν.


ταλ

῾Εκάβη,νεὼς μὲν πίτυλος εἷς λελειμμένος,

λάφυρατἀπίλοιπ᾿ ἀχιλλείου τάφου

μέλλειπρὸς ἀκτὰς ναυστολεῖν φθιώτιδας.

αὐτὸςδ᾿ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας

Πηλέωςἀκούσας συμφοράς, ὥς νιν χθονὸς

῎Ακαστοςἐκβέβληκεν ὁ Πελίου γόνος.

οὗθᾶσσον οὕνεκ᾿, ἢ χάριν μονῆς ἔχων,

φροῦδος,μετ᾿ αὐτοῦ τ᾿ Ἀνδρομάχη πολλῶν ἐμοὶ

δακρύωνἀγωγός, ἡνίκ᾿ ἐξώρμα χθονός,

πάτραντ᾿ ἀναστένουσα, καὶ τὸν ῞Εκτορος

τύμβονπροσεννέπουσα καί σφ᾿ ᾐτήσατο

θάψαινεκρὸν τόνδ᾿, ὃς πεσὼν ἐκ τειχέων,

ψυχὴνἀφῆκεν ῞Εκτορος τοῦ σοῦ γόνος,

φόβοντ᾿ ᾽Αχαιῶν χαλκόνωτον ἀσπίδα

τήνδ᾿,ἣν πατὴρ τοῦδ᾿ ἀμφὶ πλεύρεβάλλετο,

μήνιν πορεῦσαι Πηλέως ἐφ᾿ ἑστίαν,

μηδ᾿εἰς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται

μήτηρνεκροῦ τοῦδ᾿ Ἀνδρομάχη λύπας ὁρᾶν

ἀλλ᾿ἀντὶ κέδρου, περιβόλων τε λαΐνων,

ἐντῇδε θάψαι παῖδα. σὰς δ᾿ ἐς ὠλένας,

δοῦναιπέπλοισιν. ὡς περιστείλῃς νεκρὸν,

στεφάνοιςθ᾿ ὅση σοι δύναμις. ὡς ἔχει τὰ σὰ,᾽

ἐπεὶβέβηκε. καὶ τὸ δεσπότου τάχος,

ἀφείλετ᾿αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ.

ἡμεῖςμὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν,

γῆντῷδ᾿ ἐπαμπισχόντες, αἱροῦμενδόρυ.

σὺδ᾿ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.

ἑνὸςμὲν οὖν μόχθου σ᾿ ἀπαλλάξας ἔχω.

Σκαμανδρίοςγὰρ τάσδε διαπερῶν ῥοὰς,

ἔλουσανεκρὸν κἀπένιψα τραύματα.

ἀλλ᾿εἶμ᾿ ὀρυκτὸν τῷδ᾿ ἀναρρήξων τάφον,

ὡςσύντομ᾿ ἡμῖν τἀπ᾿ ἐμοῦ τε, κᾀπὸσοῦ

εἰςἓν ξυνελθόντ᾿ οἴκαδ᾿ ὁρμΐσῃ πλάτην.


ἑκά

θέσθ᾿ἀμφίτορνον ἀσπίδ᾿ ῞Εκτορος πέδῳ,

λυπρὸνθέαμα, κοὐ φίλον λεύσσειν ἐμοί.

ὦμείζον᾿ ὄγκον δορὸς ἔχοντες, ἢ φρενῶν,

τίτόνδ᾿ ᾽Αχαιοί, παῖδα δείσαντες φόνον

καινὸνδιειργάσασθε; μὴ Τροίάν ποτε

πεσοῦσανὀρθώσειεν; οὐδὲν ἦτ᾿ ἄρα.

ὅθ᾿῞Εκτορος μὲν εὐτυχοῦντος εἰς δόρυ

διωλλύμεσθα,μυρίας τ᾿ ἄλλης χερός,

πόλεωςδ᾿ ἁλούσης, καὶ φρυγῶν ἐφθαρμένων,

βρέφοςτοσόνδ᾿ ἐδείσατ᾿;οὐκ αἰνῶ φόβον,

ὅστιςφοβεῖται μὴ διεξελθὼν λόγῳ.

ὦφίλταθ᾿, ὥς σοι θάνατος ἦλθε δυστυχής.

εἰμὲν γὰρ ἔθανες πρὸ πόλεως ἥβης τυχὼν,

γάμωντε καὶ τῆς ἰσοθέου τυραννίδος,

μακάριοςἦσθ᾿ ἂν, εἴ τι τῶνδε μακάριον.

νῦναὔτ᾿ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ,τέκν*ν,

οὐκἦσθα. ἐχρήσω δ᾿ οὐδὲν ἐν δόμοιςἔχων.

δύστηνεκρατὸς, ὥς σ᾿ ἔκειρεν ἀθλίως

τείχηπατρῷα, Λοξίου πυργώματα.

ὃνπόλλ᾿ ἐκήπευσ᾿ ἡ τεκοῦσα βόστρυχον,

φιλήμασίντ᾿ ἔδωκεν. ἔνθεν ἐκγελᾷ

ὀστέωνῥαγέντων φόνος, ἵν᾿ αἰσχρὰ μὴ λέγω.

ὦχεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς

κέκτησθ᾿ἐν ἄθροις, ἔκλυτοι πρόκεισθέ μοι.

ὦπολλὰ κόμπους ἐκβαλνφίλον στόμα,

ὄλωλας.ἐψεύσω μ᾿ ὅτ᾿ ἐσπίπτων πέπλως

ὦμῆτερ, ἤυδας ἦ πολύν σοι βοστρύχων

πλόκαμονκεροῦμαι. πρὸς τάφον δ᾿ ὁμηλίκων

κώμουςἀπάξω, φίλα διδοὺς προσφθέγματα.

σὺδ᾿ οὐκ ἔμ᾿, ἀλλ᾿ ἐγὼ σὲ τὸν νεώτερον,

γραῦς,ἄπολις, ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.

ὀιμοι. τὰ πόλλ᾿ ἀσπάσμαθ᾿, αἵ τ᾿ ἐμαὶτροφαὶ,

ὕπνοιτκεῖνοι,φροῦδά μοι. τί καί ποτε

γράψειενἄν σε μουσοποιὸς ἐν τάφῳ;

τὸνπαῖδα τόνδ᾿ ἔκτειναν Αργεῖοι ποτὲ,

δείσαντες;αἰσχρὸν τοὐπίγραμμἐν῾Ελλάδι.

ἀλλ᾿ὦ πατρῴων οὐ λαχὼω, ἕξεις ὅμως

ἐνᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν.

ὦκαλλίπηχυν ῞Εκτορος βραχίονα

σῴζουσ᾿ἄριστον φύλακ᾿ ἀπώλεσας σέθεν,

ὡςἡδὺς ἐν πόρπακι σος κεῖται τύπος,

ἴτυόςτ᾿ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρὼς,

ὃνἐκ μετώπου πολλάκις πόνους ἔχων

ἔσταζεν῞Εκτωρ προστιθεὶς γενειάδι.

φέρετε,κομίζετ᾿ ἀθλίῳ κόσμον νεκρῷ.

ἐκτῶν παρόντων. οὐ γὰρ εἰς κάλλος τύχας

δαίμωνδίδωσιν. ὧν δ᾿ ἔχω, λήψῃ τάδε.

Θνητῶνδὲ μῶρος, ὅστις εὖ πράσσειν δοκῶν,

῎Εμπληκτοςὡς ἄνθρωπος, ἄλλοτ᾿ ἄλλοσε,

βέβαιαχαίρει. τοῖς τρόποις γὰρ αἱ τύχαι

Πηδῶσι,κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.


χο

καὶμὴν πρὸ χειρῶν αἵδε σοι σκυλευμάτων

Φρυγίωνφέρουσι κόσμον ἐξάπτειν νεκρῷ.


ἑκά

ὦτέκνον, οὐχ ἵπποισι νικήσαντά σε,

οὐδ᾿ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους

τιμῶσιν,οὐκ ἐς πλησμονὰς θηρώμενοι.

μήτηρπατρός σοι προστίθησ᾿ ἀγάλματα,

τῶνσῶν ποτ᾿ ὄντων. νῦν δέ σ᾿ ἡ θεοστυγὴς

ἀφείλεθ᾿῾Eλένη. πρὸς δὲ καὶ ψυχὴν σέθεν

ἔκτεινε,καὶ πάντ᾿ οἶκον ἐξαπώλεσεν.


χο

ἒἔ, φρενῶν ἔθιγες, ἔθιγες.

ὦμέγας ἐμοί ποτ᾿ ὢν ἀνάκτωρπόλεως.


ἑκά

ἃδ᾿ἐν γάμοισι ἐχρῆν σε προσθέσθαι χροῒ,

᾽Ασιατίδωνγήμαντα τὴν ὑπερτάτην,

φρύγιαπέπλων ἀγάλματ᾿ ἐξάπτω χροός.

σύτ᾿ ὦ ποτ᾿ οὖσα καλλίνικε μυρίων

μῆτερτροπαίων ῞Εκτορος, φίλον σάκος

στεφανοῦ.θανῇ γὰρ, οὐ θανοῦσα σὺν νεκρῷ.

ἐπείσὲ πολλῷ μᾶλλον, ἢ τὰ τοῦ σοφοῦ

κακοῦτ᾿ ᾽Οδυσσέως ἄξιον τιμᾶν ὅπλα.


χο

αἶ,αἶ, αἶ, αἶ.

πικρὸνὄδυρμα γᾶιά σ᾿ ὦ τέκνον,

δέξεται.στέναζε, μῆτερ.


ἑκά

αἶ,αἶ.


Χο.

νεκρῶνἴαχον.


ἑκά

ἰώμοι μοι.


χο 

οἴμοιδῆτα σῶν ἀλάστων κακῶν.


ἑκά

τελαμῶσινἕλκη, τὰ μὲν ἐγώ σ᾿ ἰάσομαι,

τλήμωνἰατρός ὄνομ᾿ ἔχουσα, τἄργα δ᾿ ὄυ.

τὰδ᾿ ἐν νεκροῖσι φροντισεῖ πατὴρ σέθεν.


χο 

ἄρασσ᾿ἄρασσε κειρὶ κρᾶτα, πιτύλους

διδοῦσαχειρός, ἰώ μοι μοι.


ἑκά

ὦφίλταται γυναῖκες.


χο 

῾Εκάβη,σὰς ἔννεπε.

τίναθροεῖς αὐδάν;


ἑκά

οὐκἦν ἄρ᾿ ἐν θεοῖσι, πλὴν ὁυμοὶ πόνοι,

Τροίατε, πόλεων ἔκκριτον μισουμένη.

μάτηνδ᾿ ἐβουθυτοῦμεν. εἰ δὲ ἡμᾶς θεὸς

ἔστρεψἄνω περιβαλὼν κάτω χθονός,

ἀφανεῖςἂν ὄντες, οὐκ ἂν ὑμνήθημεν ἂν

μούσαιςἀοιδὰς δόντες ὑστέρων βροτῶν.

χωρεῖτε,θάπτετ᾿ ἀθλίῳ τύμβῳ νεκρῷ.

ἔχειγὰρ οἷα δεῖ γε νερτέρων στέφη.

Δοκῶδὲ τοῖς θανοῦσι διαφέρειν βραχὺ,

Eπλουσίων τις τεύξεταικτερισμάτων.

Κενὸνδὲ γαύρωμ᾿ ἐστὶ τῶν ζώντων τόδε.


χο

ἰώ,ἰώ. μελέα μᾶτηρ γ,ἣ τὰς μεγάλας

ἐλπίδαςἐπὶ σοὶ κατέκναψε βίου,

μέγαδ᾿ ὀλβισθεὶς, ὡς ἐκ πατέρων

ἀγαθῶνἐγένου, δεινῷ θανάτῳ διόλωλας.


ἑκά

ἔα,ἔα. τίνας Ἰλιάσιν τούσδ᾿ ἐν κορυφαῖς

λεύσσω,φλογέας δαλοῖσι χέρας

διερέσσοντας.μέλλει Τροία

καινόντι κακόν προσέσεσθαι.


ταλ

αὐδῶλοχαγοῖς, οἵ τέταχται πιμπράναι

Πριάμουτόδ᾿ ἄστυ, μηκέτ᾿ ἀργοῦσαν φλόγα

ἐνχειρὶ σῴζειν ἀλλὰ πῦρ ἐνιέναι,

ὡςἂν κατασκάψαντες Ιλίου πόλιν,

στελλώμεθ᾿οἴκαδ᾿ ἄσμενοι Τροίας ἄπο.

ὑμεῖςδ᾿ ἵν᾿ ὡυτὸς λόγος ἔχῃ μορφὰς δύο,

χωρεῖτεΤρώων παῖδες, ὀρθίαν ὅταν

σάλπιγγοςἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ

πρὸςναῦς ᾽Aχαιῶν, ὡς ἀποστέλλησθε γῆς.

σύτ᾿ ὦ γεραιὰ δυστυχεστάτη γύναι,

ἕπου.μεθήκουσίν σ᾿ ᾽Oδυσσέως πάρα

οἵδ᾿,ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας.


ἑκά

οἲγὼτάλαινα. τοῦτο δὴ τὸ λοίσθιον,

καὶτέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν.

ἔξειμϊπατρίδος. πόλις ὑφάπτεται πυρί.

ἀλλ᾿ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις,

ὡςἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.

ὦμεγάλα δή ποτ᾿ ἀμπνέουσ᾿ ἐν βαρβάροις

Τροία,τὸ κλεινὸν ὄνομ᾿ ἀφαιρήσῃ τάχα.

πιμπρᾷσὺ, χ` ἡμᾶς ἐξάγουσ᾿ ἤδη χθονὸς

δούλας.ἰὼ θεοί. τί τοὺς θεοὺς καλῶ;

καὶπρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι,

φέρ᾿εἰς πυρὰν δράμωμεν, ὡς κάλλιστά μοι

σὺντῇδε πατρίδι κατθανεῖν πυρουμένῃ.


ταλ

ἐνθουσιᾷςδύστηνε τοῖς σαυτῆς κακοῖς;

ἀλλ᾿ἄγετε, μὴ φείδεσθ᾿. ᾽Oδυσσέως δὲ χρὴ

ἐςχεῖρα δοῦναι τήνδε, καὶ πέμπειν γέρας.

ἑκά

ὀτοτο το το το τοῖ.

κρόνιεπρύτανι, φρύγιε γενέτα

πάτερ,ἀνάξια τῆς Δαρδανίου

γονᾶςτάδ᾿, οἷα πάσχομεν δέδορκας.


χο

δέδορκεν,ἁ δὲ μεγαλόπολις,

ἄπολιςὄλωλεν,

οὐδ᾿ἔτ᾿ ἔστι Τροία.


ἑκά

ὀτοτο το το τοῖ.

λέλαμπεν᾽Ιλίοιο.

περγάμωνπυρὶ καταίθεται

τέραμνακαὶ πόλις, ἄκρα τε τειχέων.


χο

πτέρυγιδὲ καπνὸς, ὥς τις

οὐρανίαπεσοῦσα δορὶ καταφθίνει γᾶ.

μαλερὰμέλαθρα, πυρὶ κατάδρομα

δαΐατε λόγχᾳ.


ἑκά

ἰὼγᾶ τρόφιμε τῶν ἐμῶν τέκνων.


Χο.

ἒ,ἔ.


ἑκά

ὦτέκεα, κλύετε, μάθετε ματρὸς αὐδάν·


χο

ἰαλέμῳτοὺς θανόντας ἀπύεις.

γέραιάτ᾿ εἰς πέδον τιθεῖσα μέλεα,

καὶχερσὶ γαῖαν κρύπτουσα δισσαῖς.

διάδοχάσοι γόνυ τίθημι

γαίᾳτοὺς ἐμοὺς

καλοῦσανέρθεν ἀθλίους ἀκοίτας.


ἑκά

ἀγόμεθαφερόμεθα


Χο.

ἄλγοςἄλγος βοᾷς.


ἑκά

δούλειονὑπὸ μέλαθρον.


Χο.

ἐκπάτρας γ᾿ ἐμᾶς.


ἑκά

ἰὼΠρίαμε Πρίαμε. σὺ μὲν ὀλόμενος,

ἄταφος, ἄφιλος, ἄτας ἐμᾶς ἄιστος εἶ.

μέλαςγὰρ δὄσσεκατεκάλυψει

θάνατος,ὅσιοςἀνοσίαις σφαγαῖς.

ἰὼθεῶν μέλαθρα καὶ πόλις φίλα.



χο

ἒ,ἔ. τὰν φόνιον ἔχετε

φλόγα,δορός τε λόγχαν.

τάχ᾿εἰς φίλαν γᾶν ἐμπεσεῖσθ᾿ ἀνώνυμοι.

κόνιςδ᾿ ἴσα καπνῷ πτέρυγι πρὸς αἰθέρα,

ἄιστονοἴκων ἐμῶν μεθήσει,

ἄλλοδἄλλοφροῦδον.

οὐδ᾿ἔτ᾿ ἔστιν ἁ τάλαινα Τροία.


ἑκά

ἐμάθετ᾿,ἐκλύετε

περγάμωνκτύπον.

ἔνοσιςἅπασαν, ἔνοσις

ἐπικλύσειπόλιν.

ἰὼτρομερὰ, τρομερὰ μέλεα,

φέρετ᾿ἐμὸν ἴχνος·


ταλ

ἴτ᾿ἐπὶ τάλαιναν

δούλειονἁμέραν βίου.

ἰὼτάλαινα πόλις. ὅμως δὲ

πρόφερεπόδα σὺν

ἐπὶπλάτας ᾽Αχαιῶν.


ΕΥΡΙΠΙΔΟΥΤΡΩΑΔΕΣ.

































































ToC