Document Type | Modernised |
---|---|
Code | Eur.0004 |
Printer | John Day |
Type | |
Year | 1575 |
Place | London |
ΕΥΡΙΠΙΔΟΥ ΤΡΩΑΔΕΣ. EVRIPIDIS Troades. LONDINI. Apud Ioannem Dayum 1575. Cum gratia et priuilegio.
ΥΠΟΘΕΣΙΣ ΤΡΩΑΔΩΝ.
Μετὰ τοῦ Ιλίου πόρθησιν, ἔδοξεν Αθηνᾷ τε καὶ Ποσειδῶνι τὲ τῶν Αχαιῶν στράτεθμα διαφθεῖραι. τοῦ μὲν ἐυνοῦντος τῇ πόλει, διὰ τὴν κτισιν. τῆς δὲ μισησάσης τοὺς ῞Ελληνας, διὰ τοῦ Αἴαντος εἰς Κασάνδραν ὕβριν. οἱ δὲ Ελλήνες ἐκληρώσαντο τὰς αἰχμαλωτίδας τῶν γυναικῶν. τοῖς γὰρ ἐν ἀξιώμασιν ἔδωκαν, ᾽Αγαμέμνονι μὲν Κασάνδραν, Ανδρομάχην δὲ Νεοπτολέμῳ, Πολυξένην δὲ, τῷ Αχιλλεῖ. τάυτην μὲν οὖν ἐπὶ τοῦ τάφου αὐτοῦ ἔσφαξαν. Αστυάνακτα δὲ ἀπὸ τῶν τειχῶν ἔρριψαν. ῾Ελένην δὲ, ὡς ἀποκτενῶν Μενέλεως ἤγαγεν. ᾽Αγαμέμνων δὲ τὴν χρυσμῳδὸν ἐνυμφαγώγησεν. ῾Εκάβη δὲ τῆς μὲν ῾Ελένης κατηγορήσασα, τοὺς ἀναιρεθέντας δὲ κατοδυρομένη τε, καὶ θρηνήσασα, καὶ κηδεύσασα, πρὸς τὰ τοῦ Οδυσσέως ἤχθη σκηνάς, τούτῳ λατρεύειν δοθεῖσα.
ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΟΠΑ.
Ποσειδῶν.
᾽Αθηνᾶ.
῾Εκάβη.
Χορὸς αἰχμαλωτίδων Τρῳάδων.
Ταλθύβιος.
Κασάνδρα.
᾽Ανδρομάχη.
Μενέλαος.
῾Ελένη.
Προλογίζει δὲ ὁ Ποσειδῶν.
ΕΥΡΙΠΙΔΟΥ ΤΡΩΑΔΕΣ.
Ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος
πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χορος
κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωϊκὴν χθόνα
Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ
ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτ᾿ ἐκ φρενῶν
εὔνοι᾿ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει,
ἣ νῦν καπνοῦται, καὶ πρὸς Ἀργείου δορὸς
ὄλωλε πορθηθεῖσ᾿. ὁ γὰρ Παρνάσιος
Φωκεὺς ᾽Επειὸς μηχαναῖσι Παλλάδος
ἐγκύμον᾿ ἵππον τευχέων συναρμόσας,
πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βάρος.
ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται
δούρειος ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ,
ἔρημα δ᾿ ἄλση καὶ θεῶν ἀνάκτορα
φόνῳ καταρρεῖ. πρὸς δὲ κρηπίδων βάθροις
πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα
πρὸς ναῦς ᾽Αχαιῶν πέμπεται. μένουσι δὲ
πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ
ἀλόχους τε, καὶ τέκν᾿ εἰσίδωσιν ἄσμενοι,
οἳ τήνδ᾿ ἐπεστράτευσαν Ἕλληνες πόλιν.
ἐγὼ δέ (νικῶμαι γὰρ ἀργείας θεοῦ
Ἥρας Ἀθάνας θ᾿, αἳ συνεξεῖλον φρύγας)
λείπω τὸ κλεινὸν Ἴλιον, βωμούς τ᾿ ἐμούς.
Eρημία γὰρ πόλιν ὅταν λάβη κακή,
Νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.
πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων
βοᾷ σκάμανδρος, δεσπότας κληρουμένων.
καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς
εἴληχ᾿ Ἀθηναίων τε Θησεῖδαι πρόμοι
ὅσαι δ᾿ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις
ταῖσδ᾿ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι
στρατοῦ. σὺν αὐταῖς ἡ Λάκαινα Τυνδαρὶς
῾Ελένη, κομϊσθεῖσ᾿ αἰχμάλωτος ἐνδίκως.
τὴν δ᾿ ἀθλίαν τήνδ᾿ εἴ τις εἰσορᾶν θέλει,
πάρεστιν ῾Εκάβη κειμένη πυλῶν πάρος,
δάκρυχέουσα πολλὰ καὶ πολλῶν ὕπερ.
ᾗ παῖς μὲν ἀμφὶ μνῆμ᾿ Ἀχιλλείου τάφου,
οἰκτρὰ τέθνηκε τλημόνως Πολυξένη.
φροῦδος δὲ Πρίαμος, καὶ τέκν᾿. ἣν δὲ πάροιθεν
μεθῆκ᾿ Ἀπόλλων δρομάδα Κασάνδραν, ἄναξ,
τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ᾿ εὐσεβὲς
γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
ἀλλ᾿ ὦ ποτ᾿ εὐτυχοῦσα χαῖρέ μοι πόλις.
ξεστόν τε πύργωμ᾿, εἴ σε μὴ διώλεσεν
Παλλὰς Διὸς παῖς, ἦσθ᾿ ἂν ἐν βάθροις ἔτι.
ΑΘΗΝΑ
ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς,
μέγαν δὲ δαίμον᾿, ἐν θεοῖς τε τίμιον,
λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;
ΠΟΣΕΙΔΩΝ
ἔξεστιν. Αἱ γὰρ συγγενεῖς ὁμιλίαι.
῎Ανασσ᾿ Ἀθάνα, φίλτρον οὐ μικρὸν φρενῶν.
ΑΘΗΝΑ
Επῄνεσ᾿ ὀργὰς ἠπίους. φέρω δὲ σοὶ
κοινοὺς ἐμαυτῇ τ᾿ εἰς μέσον λόγους, ἄναξ.
ΠΟΣΕΙΔΩΝ
μῶν ἐκ θεῶν του, κοινὸν ἀγγέλλεις ἔπος,
ἢ Ζηνὸς, ἢ καὶ δαιμόνων τινὸς πάρα,
ΑΘΗΝΑ
οὔκ, ἀλλὰ Τροίας οὕνεκ᾿, ἔνθα βαίνομεν,
πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.
ΠΟΣΕΙΔΩΝ
οὔ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν
εἰς οἶκτον ἦλθες πυρὶ κατηθαλωμένης;
ΑΘΗΝΑ
ἐκεῖσε πρῶτ᾿ ἄνελθε. κοινώσῃ λόγους,
καὶ συνπονήσεις, ἃν ἐγὼ πρᾶξαι θέλω;
ΠΟΣΕΙΔΩΝ
μάλιστ᾿. ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν,
πότερον Ἀχαιῶν ὅυνεκ᾿ ἦλθες, ἢ Φρυγῶν;
ΑΘΗΝΑ
τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω,
στρατῷ δ᾿ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.
ΠΟΣΕΙΔΩΝ
τίδ᾿ ὧδε πηδᾷς ἄλλοτ᾿ εἰς ἄλλους τρόπους,
μισεῖς τε λίαν καὶ φιλεῖς, ὃν ἂν τύχῃ;
ΑΘΗΝΑ
οὐκ οἶσθ᾿ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;
ΠΟΣΕΙΔΩΝ
οἶδ᾿· ἡνίκ᾿ Αἴας εἷλκε Κασάνδραν βίᾳ.
ΑΘΗΝΑ
κοὐδέν γ᾿ Ἀχαιῶν ἔπαθεν, οὐδ᾿ ἤκουσ᾿ ὕπο.
ΠΟΣΕΙΔΩΝ
καὶ μὴν ἔπερσάν τ᾿ ᾽Ιλιον τῷ σῷ σθένει.
ΑΘΗΝΑ
τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.
ΠΟΣΕΙΔΩΝ
ἕτοιμ᾿ ἃ βούλει τἀπ᾿ ἐμοῦ. δράσεις δὲ τί;
ΑΘΗΝΑ
δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.
ΠΟΣΕΙΔΩΝ
ἐν γῇ μενόντων, ἢ καθ᾿ ἁλμυρὰν ἅλα;
ΑΘΗΝΑ
ὅταν πρὸς οἴκους ναυστολῶσ᾿ ἀπ᾿ Ιλίου.
καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον
πέμψε, γνοφώδη τ᾿ αἰθέρος φυσήματα,
ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον,
βάλλειν Aχαιοὺς, νᾶυς τε πιμπράναι πυρί.
σὺ δ᾿ αὖτὸ σὸν παράσχες. Αἰγαῖον πὸρον
τρικυμίαις βρέμοντα, καὶ δίναις ἁλός.
πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,
ὡς ἂν τὸ λοιπὸν τἄμ᾿ ἀνάκτοῤ ἐυσεβεῖν
εἰδῶσ᾿ Ἀχαιοὶ, θεούς τε τοὺς ἄλλους σέβειν.
ἔσται τάδ᾿ ἡ χάρις γὰρ οὐ μακρῶν λόγων
ΠΟΣΕΙΔΩΝ
δεῖται. ταράξω πέλαγος Αἰγαίας ἁλός.
ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες
Σκῦρός τε. Λῆμνός θ᾿, αἱ Καφήρειοί τ᾿ ἄκραι
πολλῶν θανόντων σώμαθ᾿ ἕξουσιν νεκρῶν.
ἀλλ᾿ ἕρπ᾿ Ολυμπον, καὶ κεραυνίους βολὰς
λαβοῦσα πατρὸς ἐκ χερῶν, καραδόκει,
ὅταν στράτευμ᾿ Αργεῖον ἐξιῇ κάλως.
Μῶρος δὲ, θνητῶν ὅστις ἐκπορθεῖ πόλεις,
ναοὺς τε, τύμβους θ᾿, ἱερὰ τῶν κεκμηκότων,
Ερημΐᾳ δοὺς αὐτὸς ὤλεθ᾿ ὕστερον.
ΧΟΡΟΣ
ἄνα, δύσδαιμων, πεδόθεν κεφαλὴν
ἐπάειρε δέρην. οὐκέτι Τροία
τάδε, καὶ βασιλεῖς ἐσμεν Τροίας.
μεταβαλλομένου δαίμονος ἄνέχου.
πλεῖ κατὰ πορθμὸν, πλεῖ κατὰ δαίμονα,
μὴ δὲ προσίστῃ πρῷραν βιότου,
πρὸς κῦμα πλέουσα τύχαισιν.
ΕΚΑΒΗ
αἶ, αἶ, αἶ, αἶ.
τί γὰρ οὐ πάρα μοι μελέα στενάχειν,
ᾗ πατρὶς ἔρρει, καὶ τέκνα, καὶ πόσις,
ᾧ πολὺς ὄγκος συστελλόμενος
προγόνων, ὡς οὐδὲν ἦθ᾿ἄρα.
τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν;
τί δὲ θρηνῆσαι; δύστηνος ἐγὼ τῆς βαρυδαίμονος
ἄρθρων κλίσιως, ὡς διάκειμαι,
νῦν τ᾿ἐν στέρροῖς λέκτροισι ταθεῖσ᾿.
οἴμοι κεφαλῆς, οἴμοι κροτάφων,
πλευρῶν θ᾿ ὥς μοι πόθος ἑιλίξαι,
καὶ διαδοῦναι νῶτον, ἄκανθάν
τ᾿ εἰς ἀμφοτέρους τοίχους μελέων,
ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγχους.
μοῦσα δὲχ’ἁυτὴ τοῖς δυστήνοις
ἄτας κελαδεῖν ἀχορεύτους.
πρῷραι ναῶν, ὠκείαις
Ἴλιον ἱερὰν αἳ κώπαις
δι᾿ ἅλα πορφυροειδέα, καὶ
λιμένας Ελλάδος εὐόρμους
αὐλῶν παιᾶνι στυγνῷ,
συρίγγων τ᾿ εὐφθόγγων φωνᾷ
βαίνουσαι πλεκτάς, Αἰγύπτου
παιδείαν ἐξηρτήσασθ᾽.
αἶ, αἶ. Τροίας ἐν κόλποις,
-τὰν Μενελάου μετανισσόμεναι
στυγνὰν ἄλοχον, Κάστορι λώβαν,
τῷ τ᾿ Εὐρώτᾳ δύσκλειαν, ἃ σφάζει μὲν
τὸν πεντήκοντ᾿ ἀροτῆρα τέκνων,
Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβην
ἐς τάνδ᾿ ἐξώκειλ᾿ ἄταν.
ὤμοι θάκους, οὗς θάσω,
σκηναῖς, ἐφέδρους Ἀγαμεμνονείαις.
δούλα δ᾿ ἄγομαι γραῦς ἐξ οἴκων
κουρᾷ ξυρηκεῖ πενθήρει
κρᾶτ᾿ ἐκπορθηθεῖσ᾿ οἰκτρῶς.
ἀλλ᾿ ὦ τῶν χαλκεγχέων Τρώων
ἄλοχοι μέλεαι, καὶ κοῦραι δύσνυμφοι,
τύφεται Ἴλιον. αἰάζωμεν.
μάτηρ δ᾿ ὡσ τις πτανοῖς κλαγγᾶν
ὄρνισιν ὅπως ἐξάρξω ᾿γὼ
μολπὰν, οὐ τὰν αὐτὰν οἵαν ποτὲ δὴ
σκήπτρῳ Πριάμου διερειδομένα
ποδὸς ἀρχεχόρου πλαγαῖς Φρυγίαις
εὐκόμποις ἐξῆρχον θεούς.
ΧΟΡΟΣ
Εκάβα, τί θροεῖς; τί θροεῖς; τί δὲ θωΰσσεις;
διὰ γὰρ μελάθρων, τοὺς, οὓς οἰκτίζῃ.
διὰ δὲ στέρνων φόβος ἄϊσσει
Τρωάσιν, αἳ τῶνδ᾿ οἴκων εἴσω
δουλείαν αἰάζουσιν.
ΕΚΑΒΗ
ὦ τέκν᾿, Ἀργείων πρὸς ναῦς ἤ
δη κινεῖται κωπήρης χείρ.
οἲ ’γὼ τλάμων, τί θέλουσ᾿; ἦπου δή μετάλαιναν
ναυσθλώσουσιν πατρίας ἀπὸ γᾶς;
ΧΟΡΟΣ
οὐκ οἶδ᾿, εἰκάζω δ᾿ ἄταν.
ἰὼ ἰώ. μέλεαι, μόχθων ἐπακουσόμεθα,
Τρῳάδες, ἐξο κομίσασθ᾿ οἴκων.
στέλλουσ᾿ Ἀργεῖοι νόστον.
ΕΚΑΒΗ
ἒ, ἔ. μή νύν μοι τὰν βακχεύουσαν
Κασάνδραν πέμψατ᾿ ἔξω,
αἰσχύνην Ἀργείοισιν μαινάδ᾿. ἐπ᾿ ἄλγεσι δ᾿ ἀλγυνθῶ.
ἰώ. Τροία Τροία δύσταν᾿, ἔρρεις.
δύστανοι δ᾿ οἵ σὲ λίποντες
καὶ ζῶντες καὶ δμαθέντες.
ΧΟΡΟΣ
οἴμοι. τρομερὰ σκηνὰς ἔλιπον
τάσδ᾿ Ἀγαμέμνονος ἐπακουσομένα,
βασίλεια σέθεν, μή με κτείνειν
δόξ᾿ Ἀργείων κεῖται μελέαν.
ἢ κατὰ πρύμνας ἤδη ναῦται
στέλλονται κινεῖν κώπας.
ΕΚΑΒΗ
ὦ τέκνον, ὀρθρεύουσαν ψυχὰν
ἐκπληχθεῖσ᾿ ἦλθον φρίκᾳ.
ἤδη τις ἔβα Δαναῶν κῆρυξ,
τῷ, πρόσκειμαι δούλα τλάμων.
ΧΟΡΟΣ
ἐγγύς που κεῖσαι κλήρου.
ΕΚΑΒΗ
ἰὼ, ἰώ.
ΧΟΡΟΣ
τίς μ᾿ Ἀργείων ἢ φθιωτᾶν
ἢ νησαίας ἕξει χώραν
δύστανον πόρρω Τροίας. φεῦ, φεῦ.
ΕΚΑΒΗ
τῷ, δ᾿ ἁ τλάμων, ποῦ ποῦ γαίας
δουλεύσω γραῦς, ὡς κηφήν, ἁ
δειλαία νεκροῦ μορφᾷ,
νεκύων ἀμενηνὰ παρὰ προθύροις,
ἢ παίδων θρέπτειρας
ἀρχαγοὺς εἶχον τιμάς.
ΧΟΡΟΣ
αἶ, αἶ. ποίοισιν δ᾿ οἴκτοις
τὰν σὰν λύμαν ἐξετάσεις;
ΕΚΑΒΗ
οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα
δινεύουσ᾿ ἐξαλλάξω,
νέα τοι τεκέων σώματα λεύσσω,
νέα τοι μόχθους ἕξω κρείσσους,
ἢ λέκτροις πλαθεῖσ᾿ ῾Ελλάνων.
ἔρροι νύξ αὐτὰ, καὶ δαίμων,
ἢ Πειρήνας ὑδρευομένα,
πρόσπολος οἰκτρὰ
τῶν σεμνῶν ὑδάτων ἔσομαι.
ΧΟΡΟΣ
τὰν κλεινὰν εἶθ᾿ ἔλθοιμεν
Θησέως εὐδαίμονα χώραν.
ΕΚΑΒΗ
μὴδ’ ἐν δίνᾳ γ᾿ Εὐρώτα
τάν ἐχθίσταν θεράπναν ῾Ελένας,
ἔνθ᾿ ἀντάσω Μενέλᾳ δούλαν,
τῷ τᾶς Τροίας πορθητᾷ.
τὰν Πηνειοῦ σεμνὰν χώραν,
κρηπῖδ᾿ ὀλύμπου καλλίσταν
ὄλβῳ βρίθειν φάμαν ἤκου-
σ᾿ εὐθαλεῖ τ᾿ εὐκαρπίᾳ.
τά δε δεύτερά μοι μετὰ τὰν ἱερὰν
Θησέως ζαθέαν χώραν,
καὶ τὰν αἰτναίαν Ηφαίστου
φοινίκας ἀντήρη χώραν,
Σικελῶν ὀρέων ματέρ᾿ ἀκούω
καρύσσεσθαι, στεφάνοιςτ’ἀρετάς,
τάν τ᾿ ἀγχιστεύουσαν γᾶν
᾽Ιονίῳ ναύται πόντῳ,
ἃν ὑδραίνει καλλιστεύων
ὁ ξανθὰν χαίταν πυρσεύων
Κράνθις, ζαθέαις πηγαῖσι τρέφων.
εὔανδρόν τ᾿ ὀλβίζων γᾶν.
ΧΟΡΟΣ
καὶ μὴν Δαναῶν ὅδ᾿ ἀπὸ στρατιᾶς
κῆρυξ, νεοχμῶν μύθων ταμΐας,
ἐξανύων.
δοῦλαι γὰρ δὴ
χθονὸς ἤδη.
ΤΑΛΘΥΒΙΟΣ
῾Εκάβη, πυκνὰς γὰρ οἶσθά μ᾿ ἐς Τροίαν ὁδοὺς
ἐλθόντα κήρυκ᾿ ἐξ Ἀχαιϊκοῦ στρατοῦ,
ἐγνωσμένως δὲ καὶ πάροιθέ σοι, γύναι,
Ταλθύβιος ἥκω, κοινὸν ἀγγελῶν λόγον.
ΕΚΑΒΗ
τόδε τόδε φίλαι Τρῳάδες, ὁ φόβος ἦν μοι πάλαι.
ΤΑΛΘΥΒΙΟΣ
ἤδη κεκλήρωσθ᾿, εἰ τόδ᾿ ἦν ὑμῖν φόβος.
ΕΚΑΒΗ
αἶ, αἶ. τίνα γ’ ἢ Θεσσαλίας πόλιν, ἢ Φθιάδως
εἶπας γ’ ἢ Καδμείας χθονός;
ΤΑΛΘΥΒΙΟΣ
κατ᾿ ἄνδρ, ἑκάστη, κοὐχ ὁμοῦ λελόγχατε.
ΕΚΑΒΗ
τίν᾿ ἄρα, τίν᾿ ἔλαχον; τίνα πότμος ἐυτυχὴς,
τῶν Ιλιάδων μενεῖ;
ΤΑΛΘΥΒΙΟΣ
οἶδ᾿. ἀλλ᾿ ἕκαστα πυνθάνου, μὴ πάνθ᾿ ὁμοῦ.
ΕΚΑΒΗ
τοὐμὸν δὲ τίς ἆρ᾿ ἔλαχε τέκος,
ἔννεπε, τλάμονα Κασάνδραν;
ΤΑΛΘΥΒΙΟΣ
ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.
ΕΚΑΒΗ
ἦ τᾷ λακεδαιμονίᾳ νύμφᾳ δούλαν;
ἰώ μοι μοι.
ΤΑΛΘΥΒΙΟΣ
ὄυκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.
ΕΚΑΒΗ
ἦ τὰν Φοίβου παρθένον, ᾇ γέρας ὁ χρυσοκόμας
δῶκεν, ἄλεκτρον ζωάν;
ΤΑΛΘΥΒΙΟΣ
ἔρως ἐτόξευσ᾿ αὐτὸν ἐνθέου κόρης.
ΕΚΑΒΗ
ῥίπτε τέκνον ζαθέους
κληΐδας, κᾴπό χροὸς
ἐνδυτῶν στεφέων ἱεροὺς στολμούς.
ΤΑΛΘΥΒΙΟΣ
οὐ γὰρ μέγ᾿ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;
ΕΚΑΒΗ
τί δ᾿ ὃ νεοχμὸν ἀπ᾿ ἐμέθεν
ἐλάβετε; τέκος ποῦ μοι;
ΤΑΛΘΥΒΙΟΣ
Πολυξένην ἔλεξας, ἢ τίν᾿ ἱστορεῖς;
ΕΚΑΒΗ
ταύταν, καὶ πάλος ἔζευξεν;
ΤΑΛΘΥΒΙΟΣ
τύμβῳ τέτακται προσπολεῖν ᾽Αχιλλέως.
ΕΚΑΒΗ
ὤ μοι ἐγὼ. τάφῳ πρόσπολον ἐτεκόμαν;
ἀτὰρ τις ὅδ᾿ ἦν νόμος, ἢ
τί θέσμιον, ὦ φίλος, Ελλάνων;
ΤΑΛΘΥΒΙΟΣ
εὐδαιμόνιζε παῖδα σήν. ἔχει καλῶς.
ΕΚΑΒΗ
τί τόδ᾿ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει;
ΤΑΛΘΥΒΙΟΣ
ἔχει πότμος νιν, ὥστ᾿ ἀπηλλάχθαι κακῶν.
ΕΚΑΒΗ
τί δ᾿ ἡ τοῦ χαλκεομΐτορος
῞Εκτορος δάμαρ ᾽Ανδρομάχη τάλαινα,
τίν᾿ ἔχει τύχαν;
ΤΑΛΘΥΒΙΟΣ
καὶ τήνδ᾿ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.
ΕΚΑΒΗ
ἐγὼ δὲ, τῷ πρόσπολος, ἁ φοιτοβάμονος
χερὶ δευομένα βάκτρου
γεραιὸν κάρα;
ΤΑΛΘΥΒΙΟΣ
᾽Ιθάκης ᾽Οδυσσεὺς ἔλαχ᾿ ἄναξ δούλην σ᾿ ἔχειν.
ΕΚΑΒΗ
ἒ, ἔ, ἄρασσε κρᾶτα κούριμον.
ἕλκ᾿ ὀνύχεσσι δίπτυχον παρειάν.
ἰώ μοι μοι. μυσαρῷ, δολίῳ τε λέλογχα
φωτὶ δουλεύειν
πολεμίῳ δίκας,
παρανόμῳ δάκει,
ὃς πάντα τἀκεῖθεν ἐνθάδ᾿ ἀντίπαλ᾿, αὖθις
ἐκεῖσε διπτύχῳ γλώσσᾳ.
ἂ φίλα τὰ πρότερα φίλα
τιθέμενος πάντων.
γοᾶσθ᾿, ὦ Τρῳάδες, με.
βέβακα δύσποτμος, οἴχομαι
ἁ τάλαιν’, ἂ δυστυχεστάτῳ προσέπεσα κλήρῳ.
ΧΟΡΟΣ
τὸ μὲν σὸν οἶσθα, πότνα. τὰς δ᾿ ἐμὰς τύχας
τίς ἆρ᾿ Αχαιῶν, ἢ τίς Ελλήνων ἔχει;
ΤΑΛΘΥΒΙΟΣ
ἴτ᾿. ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν,
ὅσον τάχιστα δμῶες, ὡς στρατηλάτῃ
εἰς χεῖρα δούς νιν. εἶτα τὰς εἰληγμένας,
καὶ τοῖσιν ἄλλοις αἰχμαλώτιδων λέγω.
ἔα, τί πεύκης ἔνδον αἴθεται σέλας;
πιμπρᾶσιν, ἢ τί δρῶσι, Τρῳάδες μυχούς;
ὡς ἐξάγεσθαι τῆσ δε μέλλουσαι χθονὸς,
πρὸς Ἄργος, αὑτῶν τ᾿ ἐκπυροῦσι σώματα
θανεῖν θέλουσαι; κάρτα τοὐλεύθερον
ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.
ἄνοιγ᾿ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον,
ἐχθρὸν δ᾿ ἀχαιοῖς εἰς ἔμ᾿ αἰτίαν βάλῃ.
ΕΚΑΒΗ
οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ
μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.
ΚΑΣΣΑΝΔΡΑ
ἄνεχε. πάρεχε, φῶς
φέρω, σέβω, φλέγω
λαμπάσι τόδ᾿ ἱερόν.
ὦ ὑμέν αἰ ἄναξ,
ἰδοὺ ἰδού. μακάριος ὁ γαμέτας,
μακαρία δ᾿ ἐγὼ κατ᾿ ῎Αργος ἐγαμουμένα.
ὑμὴν, ὑμὴν ἀι ἄναξ.
ἐπεὶ σὺ· μᾶτερ, ἐπὶ δάκρυσι καὶ
γόοισι τὸν θανόντα
πατέρα, πατρίδα τε
φίλαν καταστένουσ᾿ ἔχεις,
ἐγὼ δ᾿ ἐπὶ γάμοις ἐμοῖς
ἀναφλέγω πυρὸς φῶς
ἐς αὐγάν, εἰς αἴγλαν.
ὦ ὑμέναιε, σοί παρθένων ἐπὶ λέκτροις
διδοῦσ᾿, ὦ Εκάτα, φάος
παρθένων ἐπὶ λέκτροις, ᾇ νόμος ἔχει
πάλλε πόδ᾿ αἰθέριον.
ἄναγε χορόν, εὐᾶν ἐυοῖ,
ὡς ἐπὶ πατρὸς ἐμοῦ μακαριωτάταις τύχαις
ὁ χορὸς ὅσιος. ἄγε σὺ Φοῖβέ νῦν
κατὰ σὸν ἐν δάφναις
ἀνάκτορον θυηπολῶ.
Ὑμὴν, ὦ Ὑμὴν, Ὑμὴν.
χόρευε, μᾶτερ, χόρεὐ. ἄναγε, πόδα σὸν.
ἕλισσε τᾷδ᾿ ἐκεῖσε μετ᾿ ἐμέθεν ποδῶν,
φέρουσα φιλτάταν βάσιν.
βόασα τ᾿ εὖ τον ὑμέναιον, ὦ
μακαρίαις ἀοιδαῖς
ἰαχαῖς τε νύμφαν.
ἴτ᾿, ὦ καλλίπεπλοι Φρυγῶν
κόραι. μέλπετ᾿ ἐμῶν γάμον,
τὸν πεπρωμένον εὐνᾷ, πόσιν ἐμέθεν.
ΧΟΡΟΣ
βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην,
μὴ κοῦφον ἄρῃ βῆμ᾿ ἐς Ἀργείων στρατόν;
ΕΚΑΒΗ
῞Ηφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,
ἀτὰρ πικράν γε τήνδ᾿ ἀναιθύσσεις φλόγα,
ἔξω τε μεγάλων ἐλπίδων. οἴ μοι, τέκνον,
ὡς οὐχ ὑπ᾿ αἰχμῆς, οὐδ᾿ ὑπ᾿ Ἀργείου δορὸς,
γάμους γαμεῖσθαι τούσδ᾿ ἐδόξαζόν ποτε.
παράδος ἐμοὶ φῶς. οὐ γὰρ ὀρθὰ πυρφορεῖς
μαινὰς θοάζουσ᾿, οὐδέ σ᾿ αἱ τύχαι τέκνον
ἑσεσωφρόνηκας, ἀλλ᾿ ἔτ᾿ ἐν ταὐτῷ μένεις.
ἐσφέρετε πεύκας, δάκρυά τ᾿ ἀνταλλάσσατε
τοῖς τησδὲ μέλεσι, Τρῳάδες γαμηλίοις.
ΚΑΣΣΑΝΔΡΑ
μᾶτερ, πύκαζε κρᾶτ᾿ ἐμὸν νικηφόρον,
καὶ χαῖρε, τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις,
καὶ πέμπέ τε. κᾂν μὴ τἀμά σοι πρόθυμά γ᾿ ᾖ,
ὤθει βιαίως. οὐ γὰρ ἔστι Λοξίας.
Ελένης γαμεῖ με δυσυχερέστερον γάμον,
ὁ τῶν ᾽Αχαιῶν κλεινὸς ᾽Αγαμέμνων ἄναξ.
κτενῶ γὰρ αὐτὸν, κᾂν τιπορθήσω δόμους,
ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσ᾿ ἐμοῦ.
ἀλλά τ᾿ ἐάσω. πέλεκυν οὐχ ὑμνήσομαι,
ὃς εἰς τράχηλον τὸν ἐμόν εἰσι, χ᾿ἁτέρων.
μητροκτόνους τ᾿ ἀγῶνας, ὅυς ὁυ᾿ μοὶ γάμοι
θήσουσιν, οἴκων τ᾿ Ατρέως ἀνάστασιν.
πόλιν τε δείξω τήνδε μακαριωτέραν
ἢ τοὺς Αχαιὸυς, στήσομαι βακχευμάτων,
οἳ διὰ μίαν γυναῖκα, καὶ μίαν πόλιν
θηρῶντες Ελένην, μυρίους ἀπώλεσαν.
ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ,
τὰ φίλτατ᾿ ὤλεσ᾿, ἡδονὰς τὰς οἴκοθεν
τέκνων ἀδελφῷ δὸυς γυναικὸς ὅυνεκα.
καὶ ταῦθ᾿ ἑκούσης, κοὐ βίᾳ λελῃσμένης.
ἐπεὶ δ᾿ ἐπ᾿ ἀκτὰς ἤλυθον Σκαμανδρίους,
ἔθνῃσκον, οὐ γῆς ὅρἰ ἀποστερούμενοι,
οὐδ᾿ ὑψιπύργον πατρίδος. οὕς δ᾿ Ἄρης ἕλοι,
οὐ παῖδες εἶδον, οὐ δάμαρτος ἐν χεροῖν
πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ
κεῖνται. τὰ δ᾿ οἴκοι τοῖσδ᾿ ὅμοι᾿ ἐγίνετο.
χῆραί τ᾿ ἔθνῃσκον. οἵδ᾿ ἄπαιδες ἐν δόμοις,
ἄλλως τέκν᾿ ἐκθρέψαντες. οὐδὲ πρὸς τάφοις
ἔσθ᾿ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται,
ἦ τοῦδ᾿ ἐπαίνου τὸ στράτευμ᾿ ἐπάξιον.
Σιγᾶν ἄμεινον τἀσχρά μὴ δὲ μοῦσά μοι
Γένοιτ᾿ ἀοιδὸς ἥ τις ὑμνήσει κακά.
Τρῶες δὲ πρῶτον μὲν τὸ κάλλιστον κλέος,
ὑπὲρ πάτρας ἔθνῃσκον. ὃυς δ᾿ ἕλοι δόρυ,
νεκροί γ᾿ ἐς οἴκους φερόμενοι φίλων ὕπο
ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονὸς,
χερσὶν περισταλέντες, ὧν ἐχρῆν ὕπο.
ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν,
ἀεὶ κατ᾿ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις
ᾤκουν ᾽Αχαιοῖς, ὧν ἀπῆσαν ἡδοναί.
τὰ δ᾿ ῞Εκτορός σοι λύπρ᾿, ἄκουσον ὡς ἔχει.
δόξας ἀνὴρ ἄριστος, οἴχεται θανῶν,
καὶ τοῦτ᾿ Αχαιῶν ἵξις ἐξεργάζεται.
εἰδ᾿ ἦσαν οἴκοι, χρηστὸς ὤν, ἔλανθανεν.
Πάρις δ᾿ ἔγημε τὴν Διός. γήμας δὲ μὴ,
σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις.
φεύγειν μὲν οὖν χρὴ πόλεμον, ὅστις εὖ φρονεῖ.
Εἰδ᾿ εἰς τόδ᾿ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει,
Καλῶς ὀλέσθαι. μὴ καλῶς δὲ, δυσκλεὲς.
ὧν ὅυνεκ᾿ οὐ χρή μῆτερ οἰκτείρειν σε γῆν,
ἢ τἀμὰ λέκτρα. τοὺς γὰρ ἐχθίστους ἐμοὶ,
καὶ σοὶ, γάμοισι τοῖς ἐμοῖς; διαφθερῶ.
ΧΟΡΟΣ
ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς,
μέλπεις θ᾿, ἃ μέλπουσ᾿, οὐ σαφῆ δείξεις ἴσως.
ΤΑΛΘΥΒΙΟΣ
εἰ μή σ᾿ Ἀπόλλων ἐξεβάκχευσε φρένας,
οὔκουν ἀμισθὶ τοὺς ἐμὸυς στρατηλάτας
τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.
ἀτὰρ τὰ σεμνὰ, καὶ δοκήμασιν σοφὰ,
οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.
ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,
Ἀτρέως φίλος παῖς, τῆσδ᾿ ἔρωτ᾿ ἐξαίρετον
μαινάδος ὑπέστη. καὶ πένης μὲν εἰμ᾿ ἐγὼ,
ἀτὰρ λέχος γε τῆσ δ᾿ ἂν οὐκ ἐκτησάμην.
καὶ σοῦ μέν, οὐ γὰρ ἀρτίας ἔχεις φρένας,
ἀργεῖ᾿ ὀνείδη, καὶ Φρυγῶν ἐπαινέσεις,
ἀνέμοις φέρεσθαι παραδίδωμ᾿. ἕπου δέ μοι
πρὸς ναῦς. καλὸν νύμφευμα τῷ στρατηλάτῃ.
σὺ δ᾿ ἡνίκ᾿ ἄν σε Λαρτίου χρῄζῃ τόκος,
ἄγειν φέρεσθαι. σώφρονος δ᾿ ἔσῃ λάτρις
γυναικὸς, ὥς φασ᾿ οἱ μολόντες ᾽Ιλιον.
ΚΑΣΣΑΝΔΡΑ
ἦ δεινὸς ὁ λάτρις. τί ποτ᾿ ἔχουσι τοὔνομα
κήρυκες ἓν; ἀπέχθημα πάγκοινον βροτοῖς,
οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται.
σὺ τὴν ἐμὴν φῂς μητέρ᾿ εἰς Ὀδυσσέως
ἥξειν μέλαθρα. ποῦ δ᾿ Ἀπόλλωνος λόγοι,
οἵ φασιν αὐτὴν εἰς ἔμ᾿ ἡρμηνευμένοι
αὐτοῦ θανεῖσθαι; τἆλλα δ᾿ οὐκ ὀνειδῶ.
δύστηνος, οὐκ οἶδ᾿ οἷά νιν μένει παθεῖν.
ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ
δόξει ποτ᾿ εἶναι. δέκα γὰρ ἀντλήσας ἔτη
πρὸς τοῖσιν ἐνθάδ᾿, ἵξεται μόνος πάτραν.
οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέρας
δεινὴ Χάρυβδις, ὠμοβρώστορειβάτης
Κύκλωψ, Λιγυστίς θ᾿ ἡ συῶν μορφώτρια
Κίρκη. θαλάσσης θ᾿ ἁλμυρᾶς ναυάγια,
λωτοῦ τ᾿ ἔρωτες, Ἡλίου θ᾿ ἁγναὶ βόες,
αἳ σάρκα φωνήεσιν ἥσουσιν ποτέ,
πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντεμῶ,
ζῶν εἶσ᾿ ἐς ᾅδου κἀκφυγὼν λίμνης ὕδωρ,
κάκ᾿ ἐν δόμοισι μυρί᾿ εὑρήσει μολών.
ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;
στεῖχ᾿, ὅπως τάχιστ᾿ ἐν ᾅδου νυμφίῳ γημώμεθα.
ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ,
ὦ δοκῶν τι σεμνόν πράττειν, Δαναϊδῶν στρατηλἀτα.
κἀμέ τοι νεκρὸν φάραγγες, γυμνάν θ᾿ ἐκβεβλημένην
ὕδατι χειμάρρῳ ῥέουσαι νυμφίου πέλας τάφου,
θηρσὶ δώσουσιν δάσασθαι τὴν Ἀπόλλωνος λάτριν.
ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματ᾿ ἕυϊα,
χαίρετ᾿. ἐκλέλοιφ᾿ ἑορτὰς, αἷς πάροιθ᾿ ἠγαλλόμην
ἴτ᾿ ἀπ᾿ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτ᾿ οὖσ᾿ ἁγνὴ χρόα
δῶ θοαῖς αὔραις φέρεσθαί σοι. τάδ᾿ ὦ μαντεῖ᾿ ἄναξ.
ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ πόδ᾿ ἐμβαίνειν με χρή;
οὐκέτ, ἂν φθάνοις ἂν, αὔραν ἱστίοις καραδοκῶν,
ὡς μΐαν τριῶν Ἐριννῦν τῆσ δέ μ᾿ ἐξάξων χθονός.
χαῖρέ μοι μῆτερ. δακρύσῃς μηδέν ὦ φίλη πατρίς,
οἵτε γῆς ἔνερθ᾿ ἀδελφοὶ, χ’ ᾡ τεκὼν ἡμᾶς πατήρ,
οὐ μακρὰν δέξεσθέ μ᾿. ἥξω δ᾿ ἐς νεκροὺς νικηφόρος,
καὶ δόμους πέρσασ᾿ ᾽Ατρειδῶν, ὧν ἀπωλόμεσθ᾿ ὕπο.
ΧΟΡΟΣ
Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε
δέσποιναν, ὡς ἄναυδος εἰς ᾅδην πιτνεῖ;
οὐκ ἀντιλήψεσθ᾿, ἦ μεθήσετ᾿; ὦ κακαὶ,
γραῖαν πεσοῦσαν αἴρετ᾿ εἰς ὀρθὸν πάλιν.
ΕΚΑΒΗ
ἐᾶτέ μ᾿, οὔτοι φίλα τὰ μὴ φίλ᾿ ὦ κόραι,
κεῖσθαι πεσοῦσαν. πτωμάτων γὰρ ἄξια
πάσχω τε, καὶ πέπονθα, κἄτι πείσομαι.
῏Ω θεοί. κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,
῞Ομως δ᾿ ἔχει τι σχῆμα κικλήσκειν θεούς,
῞Οταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην.
πρῶτον μὲν οὖν μοι τἀγάθ᾿ ἐξᾷσαι φίλον.
τοῖς γὰρ κακοῖσι πλείον᾿ οἶκτον ἐμβαλῶ.
ἦ μὲν τύραννος, κεἰς τύρανν᾿ ἐγημάμην,
κἀνταῦθ᾿ ἀριστεύοντ᾿ ἐγεινάμην τέκνα,
οὐκ ἀριθμὸν ἄλλως ἀλλ᾿ ὑπερτάτους Φρυγῶν.
οὐ Τρῳας, οὐδ᾿ Ἑλληνὶς, οὐδὲ βάρβαρος
γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.
κἀκεῖνά τ᾿ εἶδον δορὶ πεσόνθ᾿ Ἑλληνικῷ
τρίχας τ᾿ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν.
καὶ τὸν φυτουργὸν Πρίαμον, οὐκ ἄλλων πάρα
κλυοῦσ᾿ ἔκλαυσα, τοῖσδε δεδ’εἶδον ὄμμασιν
αὐτὴ κατασφαγέντ᾿, ἐφ᾿ ἑρκίῳ πυρᾶ,
πόλιν θανοῦσαν. ἃς δ᾿ ἔθρεψα παρθένους,
εἰς ἀξίωμα νυμφίων ἐξαίρετον
ἄλλοισι θρέψασ᾿, ἐκ χερῶν ἀφθρέθην.
κὄυτ᾿ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι,
αὐτή τ᾿ ἐκείνας οὐκέτ᾿ ὄψομαί ποτε.
δούλη γυνὴ γραῦς εἰς δόμους ἀφίξ μαι.
ἃ δ᾿ ἐστὶ γήρᾳ τῷδ᾿ συμφορώτατα,
τούτοις με προσθήσουσιν, ἢ θυρᾶν λάτριν
κλῇδας φυλάσσειν. τὴν τεκοῦσαν ῞Εκτορα,
ἢ σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχειν,
ῥυσσοῖσι νώτοις, βασιλικῶν ἐκδεμνίων,
τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα
πέπλων λακίσματ᾿, ἀδόκιμ᾿ ὀλβίοις ἔχειν.
οἲ ᾿γὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα
γυναικὸς, οἵων ἔτυχον, ὧν τετεύξομαι.
ὦ τέκνον, ὦ σύμβακχε Κασσάνδρα θεοῖς,
οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.
σύ τ᾿, ὦ τάλαινα, ποῦ ποτ᾿ εἶ Πολυξένη;
ὡς οὔτε μ᾿ ἄρσην οὔτε θήλεια σπορὰ,
πολλῶν γενομένων, τὴν τάλαιναν ὠφελεῖ.
τί δῆτά μ᾿ ὀρθοῦτ᾿; ἐλπίδων ποίων ὕπο
ἄγετε τὸν ἁβρὸν δή ποτ᾿ ἐν Τροίᾳ πόδα,
νῦν δ᾿ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ,
πέτρινά τε κρήδεμν᾿, ὡς πεσοῦσ᾿ ἀποφθαρῶ,
δακρύοις καταξανθεῖσα; Τῶν δ᾿ εὐδαιμόνων
μηδένα νομΐζετ᾿ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.
ΧΟΡΟΣ
ἀμφί μοι Ἴλιον, ὦ
Μοῦσα, καινῶν ὕμνων
ἄεισον ἐν δακρύοις
ᾠδὰν ἐπικήδειον.
νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω,
τετραβάμονος ὡς ὑπ᾿ ἀπήνης
Αργείων ὀλοίμαν
τάλαινα δοριάλῳτος,
ὅτ᾿ ἔλιπον ἵππον, οὐράνια
βρέμοντα, χρυσεοφάλαρον, ἔνοπλον
ἐν πύλαις Αχαιοί.
ἀνὰ δ᾿ ἐβόασεν λεὼς
Τρῳάδος ἀπὸ πέτρας σταθείς,
ἴτ᾿ ὦ πεπαυμένοι πόνων.
τόδ᾿ ἱερὸν ἀνάγετε ξόανον
Ιλιάδι Διογενεῖ κόρᾳ.
τίς οὐκ ἔβα νεανίδων;
τίς οὐ γεραιὸς ἐκ δόμων;
κεχαρμένοι δ᾿ ἀοιδαῖς,
δόλιον ἔσχον ἄταν.
πᾶσα δὲ γέννα Φρυγῶν
πρὸς πύλας ὡρμάθη,
πεύκᾳ ἐν οὐρεία
ξεστὸν λόχον ᾽Αργείων
καὶ Δαρδανίας ἄταν θεᾷ δώσων,
χάριν ἄζυγος ἀμβροτα πώλου.
κλωστοῦ δ᾿ ἀμφιβόλοι-
σι λαΐνοισι νεὼς ὣς,
σκάφος κελαινὸν, εἰς ἕδρανα
λάινα, δάπεδά τε φόνια πατρίδι
Παλλάδος θέσαν θεᾶς.
ἐπὶ δὲ πόνῳ καὶ χαρᾷ,
νύχιον ἐπὶ κνέφας παρῆν.
λιβύς τε λωτὸς ἐκτύπει
φρύγιά τε μέλεα, παρθένοι
δ᾿ ἀέριον ἅνα κρότον ποδῶν,
βοάν τ᾿ ἔμελπον εὔφρον᾿, ἐν
δόμοις δὲ παμφαὲς σέλας
πυρὸς μέλαιναν αἴγλαν
ἔδωκεν παρ᾿ ὕπνῳ.
ἐγὼ δὲ τὰν ὀρεστέραν
τότ᾿ ἀμφὶ μέλαθρα παρθένον,
Διὸς κόραν ᾽Αρτεμῖν
ἐμελπόμαν χοροῖσι.
Φοινία δ᾿ ἀνὰ πτόλιν
βοὰ κατεῖχε περγάμων
ἕδρας. βρέφη δὲ φίλια περὶ
πέπλους ἔβαλε ματρὶ χεῖρας,
ἐπτοημένας. λόχου
δ᾿ ἐξέβαιν᾿ ᾽Αρης,
κόρας ἔργα Παλλάδος.
σφαγαὶ δ᾿ ἀμφὶ βωμοῖσι
Φρυγῶν, ἔν τε δεμνίοις
καράτομος ἐρημῒα νεανίδων,
στέφανον ἔφερεν ῾Ελλάδι κουροτρόφῳ,
Φρυγῶν πατρίδι πένθη.
ΧΟΡΟΣ
῾Eκάβη λεύσσεις τήνδ᾿ Ἀνδρομάχην
ξενικοῖς ἐπ᾿ ὄχοις πορθμευομέναν.
παρὰ δ᾿ εἰρεσίᾳ μαστῶν ἕπεται
φίλος ἀστυάναξ Εκτορος ἶνις.
ΕΚΑΒΗ
ποῖ ποτ᾿ ἀπήνης νώτοισι φέρῃ
δύστηνε γύναι, πάρεδρος χαλκέοις
Eκτορος ὅπλοις, σκῦλοίς τε Φρυγῶν
δοριθηράτοις.
οἷσιν Ἀχιλλέως παῖς φθιώτας,
στέψει ναοὺς ἀπὸ Τροίας;
ΑΝΔΡΟΜΑΧΗ
Ἀχαιοὶ δεσπόται μ᾿ ἄγουσιν.
ΕΚΑΒΗ
ἰώ μοι μοι.
ΑΝΔΡΟΜΑΧΗ
τί παιᾶν᾿ ἐμὸν στενάζεις;
ΕΚΑΒΗ
αἶ, αἶ, αἶ, αἶ.
ΑΝΔΡΟΜΑΧΗ
τῶνδ᾿ ἀλγέων.
ΕΚΑΒΗ
ἰὼ Ζεῦ.
ΑΝΔΡΟΜΑΧΗ
καὶ συμφορᾶς.
ΕΚΑΒΗ
τέκεα.
ΑΝΔΡΟΜΑΧΗ
πρίν ποτ᾿ ἦμεν.
ΕΚΑΒΗ
βέβακεν ὄλβος, βέβακε Τροία.
ΑΝΔΡΟΜΑΧΗ
τλήμων.
ΕΚΑΒΗ
ἐμῶν τ᾿ εὐγένεια παίδων.
ΑΝΔΡΟΜΑΧΗ
φεῦ, φεῦ.
ΕΚΑΒΗ
Φεῦ δῆτ᾿ ἐμῶν.
ΑΝΔΡΟΜΑΧΗ
κακῶν.
ΕΚΑΒΗ
οἰκτρὰ γε τύχα:
ΑΝΔΡΟΜΑΧΗ
πόλεως,
ΕΚΑΒΗ
ἃ καπνοῦται.
ΑΝΔΡΟΜΑΧΗ
μόλοις, ὦ πόσι μοι.
ΕΚΑΒΗ
βοᾷς τὸν παρ᾿ Ἅιδῃ παῖδ᾿ ἐμόν, ὦ μελεά.
ΑΝΔΡΟΜΑΧΗ
σᾶς δάμαρτος ἄλκαρ.
ΕΚΑΒΗ
σύ τοι, λῦμ᾿ Αχαιῶν.
τέκνων δή ποθ᾿ ἁμῶν πρεσβυγενὲς Πριάμε
κόμισαίμ᾿ εἰς ᾅδου,
ΧΟΡΟΣ
οἵδε πόθοι μεγάλοι.
ΕΚΑΒΗ
σχέτλια τάδε πάσχομεν ἄλγη.
ΧΟΡΟΣ
οἰχομένας πόλεως, ἐπὶ δ᾿ ἀλγεσιν ἄλγεα κεῖται.
εὐφροσύναισι θεῶν.
ὁ δὲ σὸς γόνος ἔκφυγεν ᾅδαν,
ὃς λεχέων στυγερῶν χάριν
ὤλεσε πέργαμα
Τροίας. αἱματόεντα δὲ δεᾷ
παρὰ Παλλάδι σώματα νεκρῶν
γυψὶ φέρειν τέταται.
ζυγὰ δ᾿ ἤνυσε δούλια Τροίᾳ.
ΕΚΑΒΗ
ὦ πατρίς, ὦ μελέα,
κατελειπομέναν σε δακρύω.
ΧΟΡΟΣ
νῦν τέλος οἰκτρὸν ὁρᾷς.
ΕΚΑΒΗ
κᾀγὼ δόμον, ἔνθ᾿ ἐλοχεύθην.
ΧΟΡΟΣ
ὦ τέκν᾿, ἔρημος πόλις. ἁ μάτηρ
ἀπολείπεθ’ ὑμῶν.
ΕΚΑΒΗ
οἷος ἰάλεμος, οἷά τε πένθη,
δάκρυά τ᾿ ἐκ δακρύων καταλείβεται
ἁμετέροισι δόμοις. ὁ θανὼν δ᾿
ἐπιλάθεται ἀλγέων ἀδάκρυτος.
ΧΟΡΟΣ
ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπενθόσιν,
θρήνων τ᾿ ὀδυρμοὶ, Μοῦσά θ᾿ ἣ λύπας ἔχει.
ΑΝΔΡΟΜΑΧΗ
ᾦ μῆτερ ἀνδρὸς ὅς ποτ᾿ Αργείων δορὶ
πλείστους διώλεσ᾿ Εκτορος, τάδ᾿ εἰσορᾷς;
ΕΚΑΒΗ
ὁρῶ τὰ τῶν θεῶν. ὡς τὰ μὲν πυργοῦσ᾿ ἄνω,
τὰ μηδὲν ὄντα. τὰ δὲ δοκοῦντ᾿ ἀπώλεσαν.
ΑΝΔΡΟΜΑΧΗ
ἀγώμεθα λεία σὺν τέκνῳ. Τὸ δ᾿ εὐγενὲς
Εἰς δοῦλον ἥκει, μεταβολὰς τοσάσδ᾿ ἔχον.
ΕΚΑΒΗ
Τὸ τῆς ἀνάγκης, δεινόν. ἄρτι κἀπ᾿ ἐμοῦ
βέβηκ᾿ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ.
ΑΝΔΡΟΜΑΧΗ
Φεῦ, φεῦ. ἄλλός τις Αἴας ὡς ἔοικε δεύτερος
παιδὸς πέφηνε σῆς· νοσεῖς δὲ χ’τερα.
ΕΚΑΒΗ
ὧν γ᾿ οὔτε μέτρον, οὔτ᾿ ἀριθμός ἔστι μοι
κακῶν. κακῶν γὰρ εἰς ἅμιλλαν ἔρχεται.
ΑΝΔΡΟΜΑΧΗ
τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη,
σφαγεῖσ᾿ Αχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ.
ΕΚΑΒΗ
οἲ ᾿γὼ τάλαινα. τοῦτ᾿ ἐκεῖνο μοι πάλαι
Ταλθύβιος αἴνιγμ᾿ οὐ σαφῶς εἶπε σαφές.
ΑΝΔΡΟΜΑΧΗ
εἶδόν νιν αὐτή. κᾀποβᾶσα τῶνδ᾿ ὄχων,
ἔκρυψα πέπλοις, κᾀπεκοψάμην νεκρόν.
ΕΚΑΒΗ
αἶ αἶ τέκνον, σῶν ἀν’οσίων προσφαγμάτων.
αἶ, αἶ, μάλ᾿ αὖθις, ὡς κακῶς διόλλυσαι.
ΑΝΔΡΟΜΑΧΗ
ὄλωλεν, ὡς ὄλωλεν, ἀλλ᾿ ὅμως ἐμοῦ
ζώσης γ᾿ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ.
ΕΚΑΒΗ
Οὐ ταὐτόν ὦ παῖ τὸ βλέπειν τὸ κατθανεῖν·
Τὸ μὲν γὰρ οὐδέν, τῷδ᾿ ἔνεισιν ἐλπίδες.
ἄκουσον, ὥς σοι τέρψιν ἐμβάλω φρενί.
ΑΝΔΡΟΜΑΧΗ
Τὸ μὴ γενέσθαι, τῷ θανεῖν ἴσον λέγω.
Τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν·
῾Αλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος.
῾Ο δ᾿ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν,
Ψυχὴν ἀλᾶται τῆς πάροιθ᾿ εὐπραξίας.
Κείνη δ᾿ ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,
Τέθνηκε, κοὐδὲν οἶδε, τῶν αὑτῆς κακῶν.
ἐγὼ δὲ τοξεύσασα, τῆς τ᾿ εὐδοξίας
λαχοῦσα πλεῖον, τῆς τύχης ἡμάρτανον.
ἃ γὰρ γυναιξὶ σώφρον᾿ ἔσθ᾿ ἑυρημένα,
ταῦτ᾿ ἐξεμόχθουν ῞Εκτορος κατὰ στέγας,
πρῶτον μέν ἔνθα κἂν προσῇ, κἂν μὴ προσῇ
ψόγος γυναιξίν, αὐτὸ τοῦτ᾿ ἐφέλκεται
κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει·
τούτου παρεῖσα πόθον, ἔμιμνον ἐν δόμοις,
εἴσω τε μελάθρων. κομψὰ θηλειῶν ἔπη
οὐκ εἰσεφρούμην. τὸν δὲ νοῦν διδάσκαλον
οἴκοθεν ἔχουσα χρηστὸν, ἐξήρκουν ἐμοί.
γλώσσης τε σιγὴν, ὄμμά θ᾿ ἥσυχον πόσει
παρεῖχον. ἤδειν δ᾿ ἅμ’ ἐχρῆν νικᾶν πόσιν,
κείνῳ τε νίκην, ὧν ἐχρῆν παριέναι.
καὶ τῶνδε κλῃδῶν εἰς στράτευμ᾿ Ἀχαϊκόν
ἐλθοῦσ᾿, ἀπώλεσέν μ᾿. ἐπεὶ γὰρ ῇρέθην,
Αχιλλέως με παῖς ἐβουλήθη λαβεῖν
δάμαρτα. δουλεύσω δ᾿ ἐν αὐθεντῶν δόμοις.
κεἰ μὲν παρώσασ᾿ ῞Εκτορος φίλον κάρα,
πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,
κακὰ φανοῦμαι τῷ θανόντι. τόνδε δ᾿ αὖ
στυγοῦσ᾿ ἐμαυτῆς δεσπόταις μισήσομαι.
καίτοι λέγουσιν ὡς μί᾿ εὐφρόνη χαλᾷ
τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·
᾽Απέπτυσ᾿ αὐτὴν, ἥτις ἄνδρα τὸν πάρος
Καινοῖσι λέκτροις ἀποβαλοῦσ᾿, ἄλλον φιλεῖ.
ἀλλ᾿ οὐδὲ πῶλος, ἥτις ἂν διαζυγῇ
τῆς συντραφείσης, ῥᾳδίως ἕλκει ζυγόν.
καίτοι τὸ θηριῶδες, ἄφθογγόν τ᾿ ἔφυ,
ξυνέσει τ᾿ ἄχρηστον, τῇ φύσει τε λείπεται.
σὲ δ᾿ ὦ φίλ᾿ ῞Εκτορ, εἶχον ἄνδρ᾿ ἀρκοῦντά μοι,
ξυνέσει, γένει, πλούτῳ τε κἀνδρείᾳ μέγαν.
ἀκήρατον δέ μ᾿ ἐκ πατρὸς λαβὼν δόμων,
πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.
καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δ᾿ ἐγὼ
πρὸς Ἑλλάδ᾿ αἰχμάλωτος εἰς δοῦλον ζυγόν.
ἆρ᾿ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχει κακῶν
Πολυξένης ὄλεθρος, ἣν καταστένεις;
᾽Εμοὶ γὰρ οὐδ᾿ ὃ πᾶσι λείπεται βροτοῖς
ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας
Πράξειν τι κεδνόν. ἡδὺ δ᾿ ἐστὶ, καὶ δοκεῖν.
ΧΟΡΟΣ
εἰς ταυτὸν ἥκεις συμφορᾷς. θρηνοῦσα δὲ
τὸ σὸν, διδάσκεις μ᾿ ἔνθα πημάτων κυρῶ.
ΕΚΑΒΗ
αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,
γραφῇ δἰδοῦσα, καὶ κλυοῦσ᾿ ἐπίσταμαι.
Νάυταις γάρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν,
Προθυμΐαν ἔχουσι σωθῆναι πόνων.
Ο μὲν παρ᾿ οἴαχ᾿, ὁ δ᾿ ἐπὶ λαίφεσιν βεβὼς,
Οδ᾿ ἄντλον εἴργων ναός. ἢν δ᾿ ὑπερβάλῃ
Πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ,
Παρεῖσαν αὑτοὺς κυμάτων δραμήμασιν.
οὕτω δὲ κἀγὼ, πόλλ᾿ ἔχουσα πήματα,
ἄφθογγός εἰμι. καὶ παρεῖσ᾿ ἔῶ στόμα.
νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.
ἀλλ᾿, ὦ φίλη παῖ, τὰς μὲν ῾Εκτορος τύχας,
ἔασον. οὐ μὴ, δάκρυά νιν σώσῃ τὰ σά.
τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,
φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.
κν δρᾷς τάδ᾿, εἰς τὸ κοινὸν εὐφρανεῖς φίλους,
καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν,
Τροίας μέγιστον ὠφέλημ᾿. ἵν᾿ οἵ ποτε
ἐξ οὗ γενόμενοι παῖδες, Ἴλιον πάλιν
κατοικίσειαν, καὶ πόλις γένοιτ᾿ ἔτι.
ἀλλ᾿ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος.
τίν᾿ αὖ δέδορκα τόνδ᾿ ἀχαϊκὸν λάτριν
στείχοντα, καινῶν ἄγγελον βουλευμάτων;
ΤΑΛΘΥΒΙΟΣ
Φρυγῶν ἀρίστου πρίν ποθ᾿ ῞Εκτορος δάμαρ,
μὴ με στυγήσῃς. οὐχ ἑκὼν γὰρ ἀγγελῶ,
Δαναῶν τε κοινὰ, Πελοπιδῶν τ᾿ ἀγγέλματα.
ΑΝΔΡΟΜΑΧΗ
τί δ᾿ ἔστιν, ὥς μοι φροιμΐων ἄρχῃ κακῶν.
ΤΑΛΘΥΒΙΟΣ
ἔδοξε τόνδε παῖδα, πῶς εἴπω λόγον;
ΑΝΔΡΟΜΑΧΗ
μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;
ΤΑΛΘΥΒΙΟΣ
οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.
ΑΝΔΡΟΜΑΧΗ
ἀλλ᾿ ἐνθάδ᾿ αὐτὸν λείψανον Φρυγῶν λιπεῖν;
ΤΑΛΘΥΒΙΟΣ
οὐκ οἶδ᾿ ὅπως σοι ῥᾳδίως εἴπω κακά.
ΑΝΔΡΟΜΑΧΗ
ἐπῄνεσ᾿ αἰδῶ. πλὴν ἐὰν λέγῃς καλά.
ΤΑΛΘΥΒΙΟΣ
κτενοῦσι σὸν παῖδ᾿, ὡς πύθῃ κακὸν μέγα.
ΑΝΔΡΟΜΑΧΗ
οἴ μοι γάμων, τόδ᾿ ὡς κλύω μεῖζον κακόν.
ΤΑΛΘΥΒΙΟΣ
νικᾷ δ᾿ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων
ΑΝΔΡΟΜΑΧΗ
αἶ αἶ, μάλ᾿, οὐ γὰρ μέτρια πάσχομεν κακά.
ΤΑΛΘΥΒΙΟΣ
λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς.
ΑΝΔΡΟΜΑΧΗ
τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.
ΤΑΛΘΥΒΙΟΣ
ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο.
ἀλλ᾿ ὣς γενέσθαι, καὶ σοφωτέρα φανῇ,
μήτ᾿ ἀντέχου τοῦγ᾿, εὐγενῶς δ᾿ ἄλγει κακοῖς,
μήτε σθένουσα, μηδὲν ἰσχύειν δόκει.
ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ, σκοπεῖν δὲ χρή.
πόλις τ᾿ ὄλωλε καὶ πόσις κρατῇ δὲ σύ.
ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μΐαν,
οἷοί τε, τούτων ἕνεκ᾿ οὐ μάχης ἐρᾶν
οὐδ᾿ αἰσχρὸν οὐδὲν, οὐδ᾿ ἐπίφθονόν σε χρή.
ὄυ τ᾿ αὖ σ᾿ ᾽Αχαιοῖς βούλομαι ῥίπτειν ἀράς.
εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατὸς,
οὔτ᾿ ἂν ταφοίη παῖς ὅδ᾿, οὔτ᾿ οἴκτου τύχοι.
σιγῶσα δ᾿, εὖ τε τὰς τύχας κεκτημένη.
τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις,
αὐτή τ᾿ ᾽Αχαιῶν πρευμενεστέρων τύχοις.
ΑΝΔΡΟΜΑΧΗ
ὦ φίλτατ᾿; ὦ περισσὰ τιμηθεὶς τέκνον,
θανῇ πρὸς ἐχθρῶν, μητέρ᾿ ἀθλίαν λιπών.
ἡ τοῦ πατρὸς δέ σ᾿ εὐγένει’ ἀποκτενεῖ,
ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,
τὸ δ᾿ ἐσθλὸν οὐκ εἰς καιρὸν ἦλθέ σοι πατρός,
ὦ λέκτρα τἀμὰ δυστυχῆ τε, καὶ γάμοι,
οἷς ἦλθον ἐς μέλαθρον ῞Εκτορός ποτε,
οὐχ ὡς σφάγιον Δαναΐδαις τέξουσ᾿ ἐμόν,
ἀλλ᾿ ὡς τύραννον ᾽Ασιάδος πολυσπόρου.
ὦ παῖ, δακρύεις; αἰσθάνῃ κακῶν σέθεν;
τί μου δέδραξαι χερσὶ, κἀντέχῃ πέπλων,
νεοσσὸς ὡσεὶ πτέρυγας εἰς πιτνῶν ἐμάς;
οὐκ εἶσιν ῞Εκτωρ κλεινὸν ἁρπάσας δόρυ,
γῆς ἐξανελθὼν, σοὶ φέρων σωτηρίαν.
οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν.
λυγρὸν δὲ πήδημ᾿ εἰς τράχηλον ὑψόθεν
πεσὼν ἀν’οίκτως, πνεῦμ᾿ ἀπορρήξεις σέθεν.
ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον.
ὦ χρωτὸς ἡδὺ πνεῦμα. διὰκενῆς ἄρα
ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψ᾿ ὅδε.
μάτην δ᾿ ἐμόχθουν, καὶ κατεξάνθην πόνοις.
νῦν εἴ ποτ᾿ αὖθις, μητέρ᾿ ἀσπάζου σέθεν.
πρόσπιτνε τὴν τεκοῦσαν. ἀμφὶ δ᾿ ὠλένας
ἕλισσ᾿ ἐμοῖς νώτοισι, καὶ στόμ᾿ ἅρμοσον.
ὦ βάρβαρ᾿ ἐξευρόντες Ἕλληνες κακά,
τί τόνδε παῖδα κτείνετ᾿ οὐδὲν αἴτιον;
῏Ω τυνδάρειον ἔρνος, ὄυποτ᾿ εἶ Διός,
πολλῶν δὲ πατέρων φημΐ σ᾿ ἐκπεφυκέναι.
᾽Αλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου,
Φόνου τε, θανάτου θ᾿ ὅσσα τε γῆ τρέφει κακά.
Οὐ γάρ ποτ᾿, αὐχῶ Ζηνά γ’ἐκφῦναί σ᾿ ἐγώ.
Πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.
῎Ολοιο, καλλίστων γὰρ ὀμμάτων ἄπο,
Αἰσχρῶς τὰ κλεινὰ πεδί᾿ ἀπώλεσας Φρυγῶν.
ἄγετε, φέρετε, ῥίπτειν δοκεῖ.
δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν
διολλύμεσθα, παιδί τ᾿ οὐ δυναίμεθα
θάνατον ἀρῆξαι. κρύπτετ᾿ ἄθλιον δέμας,
καὶ ῥίπτετ᾿ εἰς ναῦν· ἐπὶ καλὸν γὰρ ἔρχομαι
ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.
ΧΟΡΟΣ
τάλαινα Τροία μυρίους ἀπώλεσας
μϊᾶς γυναικὸς, καὶ λέχους στυγνοῦ χάριν.
ΑΝΔΡΟΜΑΧΗ.
ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς
μητρὸς μογερᾶς, βαῖνε πατρῴων
πύργων ἐπ᾿ ἄκρας στεφάνας, ὅθι σοι
πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη.
λαμβάνετ᾿ αὐτόν. τὰ δὲ τοιάδε χρὴ
κηρυκεύειν, ὅστις ἄνοικτος,
καὶ ἀναιδείας, τῆς ὑμετέρας
γνώμης μᾶλλον φίλος ἐστίν.
ΕΚΑΒΗ
ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ,
συλώμεθα σὴν ψυχὴν ἀδίκως,
μήτηρ, κἀγώ. τί πάθω; τί σ᾿ ἐγὼ
δύσμορε δράσω; τάδε σοι δίδομεν
πλήγματα κρατὸς, στέρνων τε κτύπους.
τῶνδε γὰρ ἄρχομεν. οἲ ἐγὼ πόλεως,
οἴ μοι δὲ σέθεν. τί γὰρ οὐκ ἔχομεν;
τίνος ἐνδέομεν, μὴ οὐ πανσυδίᾳ
χωρεῖν ὠλέθρου διὰ παντός;
ΧΟΡΟΣ
μελισσοτρόφου Σαλαμῖνος
ὦ βασιλεῦ Τελαμών, νάσου
περὶ κύμονος οἰκήσας ἕδραν,
ἣ τᾶς ἐπικεκλιμένας
ὄχθοις ἱεροῖς ἐλαίας
πρῶτον ἔδειξε κλάδον γλαυκᾶς, ᾽Αθάνα
οὐράνιον στέφανον,
λιπαραῖσί κόσμον ᾽Αθάναις,
ἔβας ἔβας τοξοφόρῳ
συναριστεύων ἅμ᾿ ᾽Αλκμήνας γόνῳ
᾽Ιλιον ᾽Ιλιον ἐκπέρσων,
πόλιν ἁμετέραν,
τὸ πάροιθ’, ὅτ, ἕβας ἀφ᾿ ῾Ελλάδος.
ὅθ᾿ ῾Ελλάδος ἄγαγε πρῶτον
ἄνθος ἀτιζόμενος πώλων.
Σιμόεντι δ᾿ ἐπ᾿ εὐρείται πλάταν
ἔσχασε ποντοπόρον,
καὶ ναύδετ᾿ ἀνήψατο πρυμνᾶν,
καὶ χερὸς εὐστοχίαν ἐξεῖλεναῶν,
Λαομέδοντι φόνον.
κανόνων δὲ τυκίσματα φοίβου,
πυρὸς δὲ φοίνικι πνοᾷ
καθελὼν Τροίας ἐπόρθησε χθόνα.
δὶς δὲ δυοῖν πιτύλοιν τείχη
πυρὶ Δαρδάνας,
φονία κατέλυσεν αἰχμά.
μάταν ἄρ᾿ ὦ χρυσέαις
εἰν οἰνοχόαις ἁβρὰ βαίνων,
Λαομεδόντειε παῖ,
Ζηνὸς ἔχεις κυλίκων
πλήρωμα καλλίσταν λατρείαν.
ἠϊόνες ἅλιαι ἴσχον, οἷον
οἷωνὸς ὕπερ τοκέων βοᾷ,
αἱ μὲν εὐνάτορας,
ἁ δὲ παῖδας. αἱ δὲ
ματέρας γεραῖας.
τὰ δὲ σὰ δροσόεντα λουτρὰ,
γυμνασίων τε δρόμοι βεβᾶσιν.
σὺ δὲ πρόσωπα νεαρὰ
χάρισι παρὰ Διὸς θρόνοις
καλλιγάλανα τρέφεις.
Πριάμοιο δὲ γαῖαν
῾Ελλὰς ὤλεσ᾿ αἰχμά.
ἔρως ἔρως, ὃς παρὰ
Δαρδάνια μέλαθρά ποτ᾿ ἦλθες,
οὐρανίδαισι μέλων.
ὡς τότε μὲν μεγάλως
Τροίαν ἐπὺργωσας, θεοῖσι
κῆδος ἀναψάμενος;
τὸ μὲν οὖν Διὸς
ὄνειδος, οὐκέτ᾿ ἔρως,
τὸ τᾶςδὲ λευκοπτέρου
Ἁμέρας φίλας βροτοῖς
φέγγος ὀλοόν,
εἶδε γαῖαν, εἶδε
Περγάμων ὤλεθρον,
τεκνοποιὸν ἔχουσα τᾶσδε
γᾶς πόσιν ἐν θαλάμοις, ὃν
ἀστέρων τέθριππος ἔλαβε
χρύσεος ὄχος ἀναρπάσας,
ἐλπίδα γᾷ πατρίᾳ
μεγάλαν· τὰ θεῶν δὲ
φίλτρα, φροῦδα Τροίᾳ.
ΜΕΝΕΛΑΟΣ
ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε.
ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι
῾Ελλένην. ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ,
Μενέλαός εἰμι, καὶ στράτευμ᾿ Ἀχαϊκόν.
ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με
γυναικὸς οὕνεκ᾿, ἀλλ᾿ ἐπ᾿ ἄνδρ᾿, ὃς ἐξ ἐμῶν
δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο.
᾽κεῖνος μὲν οὖν δέδωκε σὺν δεοῖς δίκην,
αὐτός τε, καὶ γῆ δορὶ πεσοῦσ᾿ ἐλληνικῷ.
ἥκω δὲ τὴν λάκαιναν. οὐ γὰρ ἡδέως
ὄνομα δάμαρτος, ἥ ποτ᾿ ἦν ἐμὴ, λέγω,
ἄξων. δόμοις γὰρ τοῖσδ᾿ ἐν αἰχμαλωτικοῖς,
κατηρίθμηται Τρῳάδων ἄλλων μέτα.
οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορὶ,
κτανεῖν ἐμοί νιν ἔδοσαν. εἴτε μὴ κτανὼν,
θέλοιμ᾿ ἄγεσθαι πάλιν ἐς ᾽Αργείαν χθόνα.
ἐμοὶ δ᾿ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον
῾Ελένης ἐᾶσαι, ναυπόρῳ δ᾿ ἄγειν πλάτῃ
ἑλληνίδ᾿ εἰς γῆν. κᾀτ᾿ ἐκεῖ δοῦναι κτανεῖν
ποινὰς, ὅσων τεθνᾶσ᾿ ἐν Ἰλίῳ φίλοι.
ἀλλ᾿ εἴα χωρεῖτ᾿ ἐς δόμους ὀπάονες,
κομίζετ᾿ αὐτὴν, τῆς μϊαιφονωτάτης
κόμης ἐπισπάσαντες. οὒριοι δ᾿ ὅταν
πνοαὶ μόλωσι, πέμψομέν νιν ῾Ελλάδα.
ΕΚΑΒΗ
῏Ω γῆς ὄχημα, κᾀπὶ γῆς ἔχων ἕδραν,
῞Οστις ποτ᾿ εἶ σύ δυστόπαστος εἰδέναι
Ζεὺς, εἴτ᾿ ἀνάγκη φύσεως, εἴτε νοῦς βροτῶν,
Προσηυξάμην σε. πάντα γὰρ δι᾿ ἀψόφου
βαίνων κελεύθου, καὶ δίκην τὰ θνήτ᾿ ἄγεις.
ΜΕΝΕΛΑΟΣ
τί δ᾿ ἔστιν, εὐχὰς ὡς ἐκαίνισας θεῶν;
ΕΚΑΒΗ
αἰνῶ σε Μενέλαε, εἰ κτανεῖς δάμαρτα σήν.
ὁρῶν δὲ τήνδε, φεῦγε, μή σ᾿ ἕλῃ πόθῳ.
αἱρεῖ γὰρ ὄμματ᾿ ἀνδρῶν. ἐξαιρεῖ πόλεις,
πίμπρησιν δ’οἴκους. ὧδ᾿ ἔχει κηλήματα.
ἐγὼ νιν οἶδα, καὶ σὺ, χ’ οἰ πεπονθότες.
ΕΛΕΝΗ
Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου
τόδ᾿ ἐστίν. πρὸς γὰρ χερσὶ προσπόλων σέθεν,
βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.
ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη,
ὅμως δ᾿ ἐρέσθαι βούλομαι. γνῶμαι τίνες
῾Ελλησὶ, καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;
ΜΕΝΕΛΑΟΣ
οὐκ εἰς ἀκριβὲς ἦλθεν, ἀλλ᾿ ἅπας στρατὸς
κτανεῖν ἐμοί σ᾿ ἔδωκεν, ὅνπερ ἠδίκεις.
ΕΛΕΝΗ
ἔξεστιν οὖν πρὸς ταῦτ᾿ ἀμείψασθαι λόγῳ.
ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;
ΜΕΝΕΛΑΟΣ
οὐκ εἰς λόγους ἐλήλυθ᾿ ,ἀλλά σε κτανών.
ΕΚΑΒΗ
ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδ᾿ ἐνδεὴς,
Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους
ἡμῖν κατ᾿ αὐτῆς. τῶν γὰρ ἐν Τροίᾳ κακῶν
οὐδὲν κάτοισθα. συντεθεὶς δ᾿ ὁπᾶς λόγος
κτενεῖ νιν ὅυτως, ὥστε μηδαμῶς φυγεῖν.
ΜΕΝΕΛΑΟΣ
σχολῆς τὸ δῶρον. εἰ δὲ βούλεται λέγειν,
ἔξεστι. τῶν σῶν δ᾿ οὕνεκ᾿ ὡς μάθῃ λόγων,
δώσω τόδ᾿ αὐτῇ. τῆσδε δ᾿ οὐ δώσω χάριν.
ΕΛΕΝΗ
ἴσως με, κἄν εὖ, κἄν κακῶς δόξω λέγειν,
οὐκ αν’ταμείψῃ πολεμΐαν ἡγούμενος.
ἐγὼ δ᾿ ἅ σ᾿ οἶδα διὰ λόγων ἴοντ᾿ ἐμοῦ
κατηγορήσειν, ἀντιθεῖσ᾿ ἀμείψομαι
τοῖς σοῖσι τἀμὰ, καὶ τὰ σ᾿ αἰτιάματα.
πρῶτον μὲν, ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,
Πάριν τεκοῦσα. δεύτερον δ᾿ ἀπώλεσεν
Τροίαν τε, κἄμὲ πρέσβυς, οὐ κτανὼν βρέφος,
δαλοῦ πικρὸν μΐμημ᾿ ᾽Αλέξανδρόν ποτε.
ἔνθεν δὲ τἀπίλοιπ᾿ ἄκουσον, ὡς ἔχει.
ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν.
καὶ Παλλάδος μὲν ἦν ᾽Αλεξάνδρῳ δόσις
Φρυξὶ στρατηγοῦνθ᾿ Ἑλλάδ᾿ ἐξανιστάναι,
῞Ηρα δ᾿ ὑπέσχετ᾿ Ἀσιάδ᾿ Εὐρώπης θ᾿ ὅρους,
τυραννίδ᾿ ἕξειν, εἴ σφε κρίνειεν Πάρις.
Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη,
δώσειν ὑπέσχετ᾿, εἰ θεὰς ὑπερδράμοι
κάλλει, τὸν ἔνθεν δ᾿ ὡς ἔχει σκέψαι λόγον.
νικᾷ Κύπρις θεάς. καὶ τοσόνδ᾿ οὐμος γάμος
ὤνησεν ῾Ελλάδ᾿. οὐ κρατεῖσθ᾿ ἐκβαρβάρων,
οὔτ᾿ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.
ἅδ᾿ εὐτύχησεν ῾Ελλάς, ὠλόμην ἐγὼ,
εὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαι.
ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν,
οὔπω με φήσεις αὐτά τ’ἂν ποσὶν λέγειν,
ὅπως ἀφώρμησ᾿ ἐκ δόμων τῶν σῶν λάθρα.
ἦλθ᾿ οὐχὶ μϊκρὰν θεὸν ἔχων αὐτοῦ μέτα,
ὁ τῆσ δ᾿ ἀλάστωρ, εἴτ᾿ ᾽Αλέξανδρον θέλεις
ὀνόματι προσφωνεῖν νιν, εἴτε καὶ Πὰριν,
ὅν ὦ κάκιστε σοῖσιν ἐν δόμοις λιπὼν,
Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.
εἶἑν, οὖ σ᾿, ἀλλ᾿ ἐμαυτὴν τοὐπὶ τῷδ᾿ ἐρήσομαι.
τί δὴ φρονοῦσά γ᾿ ἐκ δόμων ἅμ᾿ ἑσπόμην,
ξένῳ προδοῦσα πατρίδα, καὶ δόμους ἐμούς;
τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,
ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,
κείνης δὲ δοῦλός ἐστι. συγγνώμη δ᾿ ἐμοί.
ἔνθεν δ᾿ ἔχοις ἂν εἰς ἔμ᾿ εὐπρεπῆ λόγον.
ἐπεὶ θανὼν γῆς ἦλθ᾿ ᾽Αλέξανδρος μυχούς,
χρῆν μ᾿, ἡνίκ᾿ οὐκ ἦν θεοπόνητά μου λέχη,
λιποῦσαν οἴκους, ναῦς ἐπ᾿ Ἀργείων μολεῖν.
ἔσπευδον αὐτὸ τοῦτο. μάρτυρες δέ μοι
πύργων πυλωροὶ, κἀπὸ τειχέων σκοποί,
οἳ πολλάκις μ᾿ ἐφεῦρον. ἐξ ἐπάλξεων
πλεκταῖσιν εἰς γῆν σῶμα κλέπτουσαν τόδε.
βίᾳ δ᾿ ὁ καινός μ᾿ οὗτος ἁρπάσας πόσις
Δηίφοβος, ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν.
πῶς οὖν ἔτ᾿ ἂν θνῄσκοιμ᾿ ἂν ἐνδίκως, πόσι,
πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ,
τὰ δ᾿ οἴκοθεν κεῖν᾿, ἀντὶ νικητηρίων,
πικρῶς ἐδούλωσ᾿; εἰ δὲ τῶν θεῶν κρατεῖν
βούλει, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε.
ΧΟΡΟΣ
βασίλει’, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ.
πειθὼ διαφθείρουσα τῆσδ᾿, ἐπεὶ λέγει
καλῶς κακοῦργος οὖσα. δεινὸν οὖν τόδε.
ΕΚΑΒΗ
ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι.
καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.
ἐγὼ γὰρ ῞Ηραν, παρθένον τε Παλλάδα,
οὐκ εἰς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,
ὥσθ᾿ ἡ μὲν Ἄργος βαρβάροις ἀπημπόλα.
Παλλὰς δ᾿ Ἀθήνας φρυξὶ δουλεύειν ποτέ,
αἳ παιδιαῖσι, καὶ χλιδῇ μορφῆς πέρι,
ἦλθον πρὸς Ἴδην.τοῦ γὰρ οὕνεκ᾿ ἂν θεὰ
῞Ηρα, τοσοῦτον ἔσχεν ἔρωτα καλλονῆς.
πότερον ἀμείνον᾿ ὡς λάβῃ Διὸς πόσιν,
ἢ γάμον Ἀθηνᾶ θεῶν τινος θηρωμένη,
ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο,
φεύγουσα λέκτρα, μὴ’ μαθεῖς ποιεῖ θεὰς,
τό σὸν κακὸν κοσμοῦσα, μὴ πείσῃς σοφούς.
Κύπριν δ᾿ ἔλεξας, ταῦτα γὰρ γέλως πολύς,
ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.
οὐκ ἂν μένουσ᾿ ἂν ἥσυχός γ᾿ ἐν οὐρανῷ
αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς ᾽Ιλιον.
ἦν οὑ’ μὸς ὐιὸς κάλλος ἐκπρεπέστατος,
ὁ σὸς δ᾿ ἰδών νιν νοῦς, ἐποιήθη Κύπρις.
τὰ μῶρα γὰρ πάντ᾿ ἔστιν Ἀφροδίτη βροτοῖς.
καὶ τοὔνομ᾿ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.
ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι,
χρυσῷ τε λαμπρὸν, ἐξεμαργώθης φρένας.
ἐν μὲν γὰρ Ἄργει, μΐκρ᾿ ἔχουσ᾿ ἀνεστρέφου.
Σπάρτης δ᾿ ἀπαλλαχθεῖσα, τὴν Φρυγῶν πόλιν
δαπάναισιν. οὐδ᾿ ἦν ἱκανά σοι τὰ Μενέλεω
μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.
εἶεν. βίᾳ γὰρ παῖδα φῄς ἄγειν ἐμόν.
τίς Σπαρτιατῶν ᾔσθετ᾿, ἢ ποίαν βοὴν
ἀνωλόλυξας, Κάστορος νεανίου,
τοῦ συζύγου τ᾿ ἔτ᾿ ὄντος, οὐ κατ᾿ ἄστραπω;
ἐπεὶ δὲ Τροίαν ἦλθες, Ἀργεῖοι τέ σου
κατ᾿ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία.
εἰ μὲν τὰ τοῦδε κρεἶσσον᾿ ἀγγέλοιτό σοι,
Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτ᾿ ἐμὸς,
ἔχων ἔρωτος αν’ ταγωνιστὴν μέγαν.
εἰ δ᾿ ἐυτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.
εἰς τὴν τύχην δ᾿ ὁρῶσα, τοῦτ᾿ ἤσκεις, ὅπως
ἕποι᾿ ἅμ᾿ αὐτῇ, τῇ ῥετῇ δ᾿ οὐκ ἔθελες.
κἄπειτα πλεκταῖς, σῶμα σὸν κλέπτειν λέγεις,
πύργων καθιεῖσ᾿, ὡς μένουσ᾿ ἀκουσίως.
ποῦ δῆτ᾿ ἐλήφθης, ἢ βρόχοις ἀρτωμένη,
ἢ φάσγανον θήγουσ᾿; ἃ γενναὶα γυνὴ
δράσειεν ἂν, ποθοῦσα τὸν πάρος πόσιν.
καί τοιγ᾿ ἐνουθέτουν σὲ πολλὰ πολλάκις.
ὦ θύγατερ, ἔξελθ᾿, οἵδ᾿ ἐμοὶ παῖδες γάμους
ἄλλους γαμοῦσι. σέ δ᾿ ἐπὶ ναῖς Ἀχαιϊκὰς
πέμψω συνεκλέψασα. καὶ παῦσον μάχης
῾Ελλήνας, ἡμᾶς τ᾿. ἀλλὰ σοὶ τόδ᾿ ᾖν πικρόν.
ἐν τοῖς ᾽Αλεξάνδρου γὰρ ὕβριζειν δόμοις,
καὶ προσκυνεῖσθαι βαρβάρων ὕπήθελες.
μεγάλα γὰρ ἦν σοι. κἀπὶ τοῖσδε σὸν δέμας
ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει
τὸν αὐτὸν αἰθέρ᾿, ὦ κατάπτυστον κάρα,
ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις
φρίκῃ τρέμουσαν κρᾶτ᾿ ἀπεσκυθισμένην
ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον
ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.
Μενέλα᾿ ἵν᾿ εἰδῇς οἷ τελευτήσω λόγον,
στεφάνωσον ῾Ελλάδ᾿ ἀξίως τήνδε κτανὼν
σαυτοῦ νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς
γυναιξί, θνῄσκειν, ἥτις ἂν προδῷ πόσιν.
ΧΟΡΟΣ
Μενέλαε, προγόνων ἀξίως τε, δόμων τε σῶν,
τίσαι δάμαρτα, κἀφελοῦ πρὸς ῾Ελλάδος,
τὸ θῆλύ τ᾿ ἐυγενὴς ἐχθροῖς φανείς.
ΜΕΝΕΛΑΟΣ
ἐμοὶ σὺ συμπέπτωκας εἰς ταυτὸν λόγου,
ἑκουσίως τήνδ᾿ ἐκ δόμων ἐλθεῖν ἐμῶν,
ξένας εἰς εὐνάς χ’ ἡ Κύπρις κόμπου χάριν
λόγοις αἰνεῖται. βαῖνε λευστήρων πέλας.
πόνους τ᾿ ᾽Αχαιῶν ἀπόδος ἐν μϊκρῷ μακροὺς
θανοῦσ᾿, ἵν᾿ εἰδῇς μὴ καταισχύνειν ἐμέ.
ΕΛΕΝΗ
μή. πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν
προσθεὶς ἐμοὶ, κτάνῃς με. συγγίγνωσκε δὲ.
ΕΚΑΒΗ
μηδ᾿ οὕς ἀπέκτειν᾿ ἥδε συμμάχους προδῷς.
ἐγὼ πρὸ κείνων, καὶ τέκνων σε λίσσομαι.
ΜΕΝΕΛΑΟΣ
παῦσαι γεραιά. τῆσδε δ᾿ οὐκ ἐφρόντισα.
λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν,
τήνδ᾿ ἐκκομΐζειν, ἔνθα ναυστολήσεται.
ΕΚΑΒΗ
μή νυν νεώς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.
ΜΕΝΕΛΑΟΣ
τί δ᾿ ἐστὶ μεῖζον βρῖθος; ἢ πάρος γ᾿ ἔχει;
ΕΚΑΒΗ
Οὐκ ἔστ᾿ ἐραστὴς. ὅστις οὐκ ἀεὶ φιλεῖ.
ΜΕΝΕΛΑΟΣ
ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς.
ἔσται δ᾿ ἃ βούλει. νᾶυν γὰρ οὐκ εἰσβήσεται.
εἰς ἥνπερ ἡμεῖς, καὶ· γὰρ οὐ κακῶς λέγεις.
ἐλθοῦσα δ᾿ Αργος ὥσπερ ἀξία, κακῶς
κακὴ θανεῖται. Καὶ γυναιξὶ σωφρονεῖν
πάσαισι θήσει ῥάδιον μὲν οὐ τόδε,
ὅμως δ᾿ ὁ τῆσδ᾿ ὄλεθρος εἰς φόβον βαλεῖ,
τὸ μῶρον αὐτῶν, κἂν ἔτ᾿ ὦσ᾿ ἐχθίονες.
ΧΟΡΟΣ
οὕτω δὴ τὸν ἐν Ἰλίῳ
ναὸν, καὶ θυόεντα βωμὸν
προύδωκας Ἀχαιοῖς
ὦ Ζεῦ, καὶ πελανῶν φλόγα,
σμύρνης αἰθερίας τε καπνὸν,
καὶ πέργαμον ἱερὰν,
Ἰδᾶιά τ᾿ Ἰδᾶιά κισσοφόρα νάπη,
χιὸνι κατάρρυτα ποταμείᾳ.
τέρμονά τε πρωτόβολον ἁλίῳ.
τὰν καταλαμπομέναν
ζαθέαν θεράπαιναν.
φροῦδαί σοι θυσίαι, Χορῶν
τ᾿εὔφημοι κέλαδοι κατ᾿ ὄρφναν,
χρυσέων τε ξοάνων τύποι,
Φρυγῶν τε ζάθεοι σελᾶναι,
συν δώδεκα πλήθει.
μέλει μέλει μοι τάδ᾿, εἰ φρονεῖς ἄναξ,
οὐράνιον ἕδραν ἐπιβεβηκὼς,
αἰθέρα τε, πόλεος ὀλομένας,
ἃν πυρὸς αἰθομένα
κατέλυσέ τις ὁρμά.
ὦ φίλος, ὦ πόσι μοι,
σὺ μὲν φθίμενος, ἀλαίνεις
ἄθαπτος ἄνυδρος,
ἐμὲ δὲ, πόντιον σκάφος
ἀίσσον, πτεροῖσι πορεύσει
ἱππόβοτον ῎Αργος, ἵνα τείχεα
λάϊνα, Κυκλώπει’, οὐράνια νέμονται.
τέκνων δὲ πλῆθος ἐν πύλαις
δάκρυσι κατάωρα στέινει.
βοᾷ βοᾷ μᾶτερ. ὤμοι.
μόναν δή μ᾿ ᾽Αχαιοὶ
κομΐζουσι σέθεν ἀπ᾿ ὀμμάτων,
κυανέαν ἐπὶ ναῦν,
εἰναλίαισι πλάταις,
ἢ Σαλαμῖν᾿ ἱερὰν,
ἢ δίπορον κορυφὰν,
Ἴσθμιον ἔνθα πύλαις
Πέλοπος ἔχουσιν ἕδραι.
εἴθ᾿ ἀκάτου μελέας
μέσον πέλαγος ἰούσας,
δίπαλτον ἱερὸν
ἀνὰ μέσον πλάταν πέσοι
Αἰγαίου κεραυνοφαὲς πῦρ
᾽Ιλίοθεν, ὅτι με πολυδάκρυον
῾Ελλάδι λάτρευμα γᾶθεν ἐξορίζει.
χρύσεα δ᾿ ἔνοπτρα, παρθένων
χάριτας ἔχουσα τυγχάνει
Διὸς κόρα. μὴδὲ γᾶιαν
ποτ᾿ ἔλθοι λάκαιναν,
πατρῷον τε θάλαμον ἑστίας,
μὴδὲ πόλιν Πιτάνας,
χαλκόπυλόν τε θεάν,
δύσγαμον αἶσχος ἔλὼν
῾Ελλάδι τᾷ μεγάλᾳ,
τᾶις Σιμοεντίσιν τ’αὖ
μέλεα πάθεα Tροῆσιν.
ἰὼ ἰὼ καιναὶ καινῶν μεταβάλλουσαι
χθονὶ συντυχίαι
λεύσσετε Τρώων
τόνδ᾿ Ἀστυάνακτ᾿ ἄλοχοι μέλεαι
νεκρόν, ὅν πύργων δίσκημα πικρὸν
Δαναοὶ κτείναντες ἔχουσιν.
ΤΑΛΘΥΒΙΟΣ
῾Εκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος,
λάφυρα τἀπίλοιπ᾿ Ἀχιλλείου τάφου
μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας.
αὐτὸς δ᾿ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας
Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς
῎Ακαστος ἐκβέβληκεν ὁ Πελίου γόνος.
οὗ θᾶσσον οὕνεκ᾿, ἢ χάριν μονῆς ἔχων,
φροῦδος, μετ᾿ αὐτοῦ τ᾿ Ἀνδρομάχη πολλῶν ἐμοὶ
δακρύων ἀγωγός, ἡνίκ᾿ ἐξώρμα χθονός,
πάτραν τ᾿ ἀναστένουσα, καὶ τὸν ῞Εκτορος
τύμβον προσεννέπουσα καί σφ᾿ ᾐτήσατο
θάψαι νεκρὸν τόνδ᾿, ὃς πεσὼν ἐκ τειχέων,
ψυχὴν ἀφῆκεν ῞Εκτορος τοῦ σοῦ γόνος,
φόβον τ᾿ ᾽Αχαιῶν χαλκόνωτον ἀσπίδα
τήνδ᾿, ἣν πατὴρ τοῦδ᾿ ἀμφὶ πλεύρεβάλλετο,
μή νιν πορεῦσαι Πηλέως ἐφ᾿ ἑστίαν,
μηδ᾿ εἰς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται
μήτηρ νεκροῦ τοῦδ᾿ Ἀνδρομάχη λύπας ὁρᾶν
ἀλλ᾿ ἀντὶ κέδρου, περιβόλων τε λαΐνων,
ἐν τῇδε θάψαι παῖδα. σὰς δ᾿ ἐς ὠλένας,
δοῦναι πέπλοισιν. ὡς περιστείλῃς νεκρὸν,
στεφάνοις θ᾿ ὅση σοι δύναμις. ὡς ἔχει τὰ σὰ,
ἐπεὶ βέβηκε. καὶ τὸ δεσπότου τάχος,
ἀφείλετ᾿ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ.
ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν,
γῆν τῷδ᾿ ἐπαμπισχόντες, αἱροῦμεν δόρυ.
σὺ δ᾿ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.
ἑνὸς μὲν οὖν μόχθου σ᾿ ἀπαλλάξας ἔχω.
Σκαμανδρίος γὰρ τάσδε διαπερῶν ῥοὰς,
ἔλουσα νεκρὸν κἀπένιψα τραύματα.
ἀλλ᾿ εἶμ᾿ ὀρυκτὸν τῷδ᾿ ἀναρρήξων τάφον,
ὡς σύντομ᾿ ἡμῖν τἀπ᾿ ἐμοῦ τε, κἀπὸ σοῦ
εἰς ἓν ξυνελθόντ᾿ οἴκαδ᾿ ὁρμίσῃ πλάτην.
ΕΚΑΒΗ
θέσθ᾿ ἀμφίτορνον ἀσπίδ᾿ ῞Εκτορος πέδῳ,
λυπρὸν θέαμα, κοὐ φίλον λεύσσειν ἐμοί.
ὦ μείζον᾿ ὄγκον δορὸς ἔχοντες, ἢ φρενῶν,
τί τόνδ᾿ ᾽Αχαιοί, παῖδα δείσαντες φόνον
καινὸν διειργάσασθε; μὴ Τροίάν ποτε
πεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτ᾿ ἄρα.
ὅθ᾿ ῞Εκτορος μὲν εὐτυχοῦντος εἰς δόρυ
διωλλύμεσθα, μυρίας τ᾿ ἄλλης χερός,
πόλεως δ᾿ ἁλούσης, καὶ Φρυγῶν ἐφθαρμένων,
βρέφος τοσόνδ᾿ ἐδείσατ᾿; οὐκ αἰνῶ φόβον,
ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ.
ὦ φίλταθ᾿, ὥς σοι θάνατος ἦλθε δυστυχής.
εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως ἥβης τυχὼν,
γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος,
μακάριος ἦσθ᾿ ἂν, εἴ τι τῶνδε μακάριον.
νῦν αὔτ᾿ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκν*ν,
οὐκ ἦσθα. ἐχρήσω δ᾿ οὐδὲν ἐν δόμοις ἔχων.
δύστηνε κρατὸς, ὥς σ᾿ ἔκειρεν ἀθλίως
τείχη πατρῷα, Λοξίου πυργώματα.
ὃν πόλλ᾿ ἐκήπευσ᾿ ἡ τεκοῦσα βόστρυχον,
φιλήμασίν τ᾿ ἔδωκεν. ἔνθεν ἐκγελᾷ
ὀστέων ῥαγέντων φόνος, ἵν᾿ αἰσχρὰ μὴ λέγω.
ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς
κέκτησθ᾿ ἐν ἄθροις, ἔκλυτοι πρόκεισθέ μοι.
ὦ πολλὰ κόμπους ἐκβαλὼν φίλον στόμα,
ὄλωλας. ἐψεύσω μ᾿ ὅτ᾿ ἐσπίπτων πέπλως
Ὦ μῆτερ, ηὔδας ἦ πολύν σοι βοστρύχων
πλόκαμον κεροῦμαι. πρὸς τάφον δ᾿ ὁμηλίκων
κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα.
σὺ δ᾿ οὐκ ἔμ᾿, ἀλλ᾿ ἐγὼ σὲ τὸν νεώτερον,
γραῦς, ἄπολις, ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.
ὀι μοι. τὰ πόλλ᾿ ἀσπάσμαθ᾿, αἵ τ᾿ ἐμαὶ τροφαὶ,
ὕπνοι τ’ ἐκεῖνοι, φροῦδά μοι. τί καί ποτε
γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ;
τὸν παῖδα τόνδ᾿ ἔκτειναν Αργεῖοι ποτὲ,
δείσαντες; αἰσχρὸν τοὐπίγραμμ’ ἐν ῾Ελλάδι.
ἀλλ᾿ ὦ πατρῴων οὐ λαχὼω, ἕξεις ὅμως
ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν.
ὦ καλλίπηχυν ῞Εκτορος βραχίονα
σῴζουσ᾿ ἄριστον φύλακ᾿ ἀπώλεσας σέθεν,
ὡς ἡδὺς ἐν πόρπακι σος κεῖται τύπος,
ἴτυός τ᾿ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρὼς,
ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων
ἔσταζεν ῞Εκτωρ προστιθεὶς γενειάδι.
φέρετε, κομίζετ᾿ ἀθλίῳ κόσμον νεκρῷ.
ἐκ τῶν παρόντων. οὐ γὰρ εἰς κάλλος τύχας
δαίμων δίδωσιν. ὧν δ᾿ ἔχω, λήψῃ τάδε.
Θνητῶν δὲ μῶρος, ὅστις εὖ πράσσειν δοκῶν,
ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτ᾿ ἄλλοσε,
βέβαια χαίρει. τοῖς τρόποις γὰρ αἱ τύχαι
Πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.
ΧΟΡΟΣ
καὶ μὴν πρὸ χειρῶν αἵδε σοι σκυλευμάτων
Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.
ΕΚΑΒΗ
ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε,
οὐδ᾿ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους
τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρώμενοι.
μήτηρ πατρός σοι προστίθησ᾿ ἀγάλματα,
τῶν σῶν ποτ᾿ ὄντων. νῦν δέ σ᾿ ἡ θεοστυγὴς
ἀφείλεθ᾿ ῾Eλένη. πρὸς δὲ καὶ ψυχὴν σέθεν
ἔκτεινε, καὶ πάντ᾿ οἶκον ἐξαπώλεσεν.
ΧΟΡΟΣ
ἒ ἔ, φρενῶν ἔθιγες, ἔθιγες.
ὦ μέγας ἐμοί ποτ᾿ ὢν ἀνάκτωρ πόλεως.
ΕΚΑΒΗ
ἃδ᾿ ἐν γάμοισι ἐχρῆν σε προσθέσθαι χροῒ,
᾽Ασιατίδων γήμαντα τὴν ὑπερτάτην,
φρύγια πέπλων ἀγάλματ᾿ ἐξάπτω χροός.
σύ τ᾿ ὦ ποτ᾿ οὖσα καλλίνικε μυρίων
μῆτερ τροπαίων ῞Εκτορος, φίλον σάκος
στεφανοῦ. θανῇ γὰρ, οὐ θανοῦσα σὺν νεκρῷ.
ἐπεί σὲ πολλῷ μᾶλλον, ἢ τὰ τοῦ σοφοῦ
κακοῦ τ᾿ ᾽Οδυσσέως ἄξιον τιμᾶν ὅπλα.
ΧΟΡΟΣ
αἶ, αἶ, αἶ, αἶ.
πικρὸν ὄδυρμα γᾶιά σ᾿ ὦ τέκνον,
δέξεται. στέναζε, μῆτερ.
ΕΚΑΒΗ
αἶ, αἶ.
ΧΟΡΟΣ.
νεκρῶν ἴαχον.
ΕΚΑΒΗ
ἰώ μοι μοι.
ΧΟΡΟΣ
οἴμοι δῆτα σῶν ἀλάστων κακῶν.
ΕΚΑΒΗ
τελαμῶσιν ἕλκη, τὰ μὲν ἐγώ σ᾿ ἰάσομαι,
τλήμων ἰατρός ὄνομ᾿ ἔχουσα, τἄργα δ᾿ ὄυ.
τὰ δ᾿ ἐν νεκροῖσι φροντισεῖ πατὴρ σέθεν.
ΧΟΡΟΣ
ἄρασσ᾿ ἄρασσε κειρὶ κρᾶτα, πιτύλους
διδοῦσα χειρός, ἰώ μοι μοι.
ΕΚΑΒΗ
ὦ φίλταται γυναῖκες.
ΧΟΡΟΣ
῾Εκάβη, σὰς ἔννεπε.
τίνα θροεῖς αὐδάν;
ΕΚΑΒΗ
οὐκ ἦν ἄρ᾿ ἐν θεοῖσι, πλὴν ὁυ’ μοὶ πόνοι,
Τροία τε, πόλεων ἔκκριτον μισουμένη.
μάτην δ᾿ ἐβουθυτοῦμεν. εἰ δὲ ἡμᾶς θεὸς
ἔστρεψ’ ἄνω περιβαλὼν κάτω χθονός,
ἀφανεῖς ἂν ὄντες, οὐκ ἂν ὑμνήθημεν ἂν
μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν.
χωρεῖτε, θάπτετ᾿ ἀθλίῳ τύμβῳ νεκρῷ.
ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.
Δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχὺ,
Eἰ πλουσίων τις τεύξεται κτερισμάτων.
Κενὸν δὲ γαύρωμ᾿ ἐστὶ τῶν ζώντων τόδε.
ΧΟΡΟΣ
ἰώ, ἰώ. μελέα μᾶτηρ γ’, ἣ τὰς μεγάλας
ἐλπίδας ἐπὶ σοὶ κατέκναψε βίου,
μέγα δ᾿ ὀλβισθεὶς, ὡς ἐκ πατέρων
ἀγαθῶν ἐγένου, δεινῷ θανάτῳ διόλωλας.
ΕΚΑΒΗ
ἔα, ἔα. τίνας Ἰλιάσιν τούσδ᾿ ἐν κορυφαῖς
λεύσσω, φλογέας δαλοῖσι χέρας
διερέσσοντας. μέλλει Τροία
καινόν τι κακόν προσέσεσθαι.
ΤΑΛΘΥΒΙΟΣ
αὐδῶ λοχαγοῖς, οἳ τέταχται πιμπράναι
Πριάμου τόδ᾿ ἄστυ, μηκέτ᾿ ἀργοῦσαν φλόγα
ἐν χειρὶ σῴζειν ἀλλὰ πῦρ ἐνιέναι,
ὡς ἂν κατασκάψαντες Ιλίου πόλιν,
στελλώμεθ᾿ οἴκαδ᾿ ἄσμενοι Τροίας ἄπο.
ὑμεῖς δ᾿ ἵν᾿ ὡυτὸς λόγος ἔχῃ μορφὰς δύο,
χωρεῖτε Τρώων παῖδες, ὀρθίαν ὅταν
σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ
πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς.
σύ τ᾿ ὦ γεραιὰ δυστυχεστάτη γύναι,
ἕπου. μεθήκουσίν σ᾿ ᾽Oδυσσέως πάρα
οἵδ᾿, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας.
ΕΚΑΒΗ
οἲ’ γὼ τάλαινα. τοῦτο δὴ τὸ λοίσθιον,
καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν.
ἔξειμϊ πατρίδος. πόλις ὑφάπτεται πυρί.
ἀλλ᾿ ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις,
ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.
ὦ μεγάλα δή ποτ᾿ ἀμπνέουσ᾿ ἐν βαρβάροις
Τροία, τὸ κλεινὸν ὄνομ᾿ ἀφαιρήσῃ τάχα.
πιμπρᾷ σὺ, χ` ἡμᾶς ἐξάγουσ᾿ ἤδη χθονὸς
δούλας. ἰὼ θεοί. τί τοὺς θεοὺς καλῶ;
καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι,
φέρ᾿ εἰς πυρὰν δράμωμεν, ὡς κάλλιστά μοι
σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ.
ΤΑΛΘΥΒΙΟΣ
ἐνθουσιᾷς δύστηνε τοῖς σαυτῆς κακοῖς;
ἀλλ᾿ ἄγετε, μὴ φείδεσθ᾿. ᾽Oδυσσέως δὲ χρὴ
ἐς χεῖρα δοῦναι τήνδε, καὶ πέμπειν γέρας.
ΕΚΑΒΗ
ὀτο το το το το τοῖ.
κρόνιε πρύτανι, Φρύγιε γενέτα
πάτερ, ἀνάξια τῆς Δαρδανίου
γονᾶς τάδ᾿, οἷα πάσχομεν δέδορκας.
ΧΟΡΟΣ
δέδορκεν, ἁ δὲ μεγαλόπολις,
ἄπολις ὄλωλεν,
οὐδ᾿ ἔτ᾿ ἔστι Τροία.
ΕΚΑΒΗ
ὀτο το το το τοῖ.
λέλαμπεν ᾽Ιλίοιο.
περγάμων πυρὶ καταίθεται
τέραμνα καὶ πόλις, ἄκρα τε τειχέων.
ΧΟΡΟΣ
πτέρυγι δὲ καπνὸς, ὥς τις
οὐρανία πεσοῦσα δορὶ καταφθίνει γᾶ.
μαλερὰ μέλαθρα, πυρὶ κατάδρομα
δαΐα τε λόγχᾳ.
ΕΚΑΒΗ
ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων.
ΧΟΡΟΣ.
ἒ, ἔ.
ΕΚΑΒΗ
ὦ τέκεα, κλύετε, μάθετε ματρὸς αὐδάν·
ΧΟΡΟΣ
ἰαλέμῳ τοὺς θανόντας ἀπύεις.
γέραιά τ᾿ εἰς πέδον τιθεῖσα μέλεα,
καὶ χερσὶ γαῖαν κρύπτουσα δισσαῖς.
διάδοχά σοι γόνυ τίθημι
γαίᾳ τοὺς ἐμοὺς
καλοῦσα νέρθεν ἀθλίους ἀκοίτας.
ΕΚΑΒΗ
ἀγόμεθα φερόμεθα
ΧΟΡΟΣ.
ἄλγος ἄλγος βοᾷς.
ΕΚΑΒΗ
δούλειον ὑπὸ μέλαθρον.
ΧΟΡΟΣ.
ἐκ πάτρας γ᾿ ἐμᾶς.
ΕΚΑΒΗ
ἰὼ Πρίαμε Πρίαμε. σὺ μὲν ὀλόμενος,
ἄταφος, ἄφιλος, ἄτας ἐμᾶς ἄιστος εἶ.
μέλας γὰρ δ’ ὄσσε κατεκάλυψει
θάνατος, ὅσιος ἀνοσίαις σφαγαῖς.
ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα.
ΧΟΡΟΣ
ἒ, ἔ. τὰν φόνιον ἔχετε
φλόγα, δορός τε λόγχαν.
τάχ᾿ εἰς φίλαν γᾶν ἐμπεσεῖσθ᾿ ἀνώνυμοι.
κόνις δ᾿ ἴσα καπνῷ πτέρυγι πρὸς αἰθέρα,
ἄιστον οἴκων ἐμῶν μεθήσει,
ἄλλο δ’ἄλλο φροῦδον.
οὐδ᾿ ἔτ᾿ ἔστιν ἁ τάλαινα Τροία.
ΕΚΑΒΗ
ἐμάθετ᾿, ἐκλύετε
περγάμων κτύπον.
ἔνοσις ἅπασαν, ἔνοσις
ἐπικλύσει πόλιν.
ἰὼ τρομερὰ, τρομερὰ μέλεα,
φέρετ᾿ ἐμὸν ἴχνος·
ΤΑΛΘΥΒΙΟΣ
ἴτ᾿ ἐπὶ τάλαιναν
δούλειον ἁμέραν βίου.
ἰὼ τάλαινα πόλις. ὅμως δὲ
πρόφερε πόδα σὺν
ἐπὶ πλάτας ᾽Αχαιῶν.
ΕΥΡΙΠΙΔΟΥ ΤΡΩΑΔΕΣ.